Epigramma
- Edition reference
- Epigramma, AG: 9.496.
- CTS identifier
urn:cts:greekLit:tlg0141.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
9
496
{〈ΑΘΗΝΑΙΟΥ ΤΟΥ ΕΠΙΓΡΑΜΜΑΤΟΠΟΙΟΥ〉}
Ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας.
σαρκὸς δ' ἁδυπάθημα φίλον τέλος ἀνδράσιν ἄλλοις
ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων.
{epigramma de Epicuro}{⊗} ἄνθρωποι, μοχθεῖτε τὰ χείρονα, καὶ διὰ κέρδος ἄπληστοι νεικέων ἄρχετε καὶ πολέμων·τᾶς φύσιος δ' ὁ πλοῦτος ὅρον τινὰ βαιὸν ἐπίσχει, αἱ δὲ κεναὶ κρίσιες τὰν ἀπέραντον ὁδόν.τοῦτο Νεοκλῆος πινυτὸν τέκος ἢ παρὰ Μουσέων ἔκλυεν ἢ Πυθοῦς ἐξ ἱερῶν τριπόδων. *{epigramma de Stoicis}
9
496
{⊗} ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα
δόγματα ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν,
τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον· ἅδε γὰρ ἀνδρῶν
μούνα καὶ βιοτὰν ῥύσατο καὶ πόλιας.
σαρκὸς δ' ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις,
ἁ μία τῶν Μνήμης ἤνυσε θυγατέρων. *