The Greek Library Catalogue

Anonymous

Epigrammata

Edition reference
Epigrammata, AG: 6.267, 358; 7.173, 227(?), 475(?), 733(?); 12.36; 16.158(?).
CTS identifier
urn:cts:greekLit:tlg0174.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

6

267

{ΔΙΟΤΙΜΟΥ}

Φωσφόρος, ὦ σώτειρ', ἐπὶ Πόλλιδος ἕσταθι κλήρων,

Ἄρτεμι, καὶ χαρίεν φῶς ἑὸν ἀνδρὶ δίδου,

αὐτῷ καὶ γενεῇ, τό περ εὐμαρές· οὐ γὰρ ἀφαυρῶς

ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.

ἄλσος δ', Ἄρτεμι, τοῦτο καὶ ἂν Χαρίτεσσι θεούσαις

εἴη ἐπ' ἀνθεμίδων σάμβαλα κοῦφα βαλεῖν.

358

{ΔΙΟΤΙΜΟΥ}

Χαῖρέ μοι, ἁβρὲ κύπασσι, τὸν Ὀμφάλη ἥ ποτε Λυδὴ

λυσαμένη φιλότητ' ἦλθεν ἐς Ἡρακλέους·

ὄλβιος ἦσθα, κύπασσι, καὶ ὡς τότε καὶ πάλιν ὡς νῦν

χρύσεον Ἀρτέμιδος τοῦτ' ἐπέβης μέλαθρον.

7

173

{ΔΙΟΤΙΜΟΥ, οἱ δὲ ΛΕΩΝΙΔΟΥ}

Αὐτόμαται δείλῃ ποτὶ ταὐλίον αἱ βόες ἦλθον

ἐξ ὄρεος πολλῇ νιφόμεναι χιόνι,

αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει

ὕπνον, ἐκοιμήθη δ' ἐκ πυρὸς οὐρανίου.

227

{ΔΙΟΤΙΜΟΥ}

Οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν ὡς ὁ Μίκωνος

υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ.

εἰ δὲ κάλυμμ' ὀλίγον, μὴ μέμφεο· μικρὸς ὁ χῶρος,

ἀλλ' ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν.

475

{ΔΙΟΤΙΜΟΥ}

Νυμφίον Εὐαγόρην πολὺ πενθεροῦ ἡ Πολυαίνου

Σκυλλὶς ἀν' εὐρείας ἦλθε βοῶσα πύλας,

παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον. οὐδ' ἄρ' ἐκείνη

χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους,

δαιμονίη, τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων

οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι.

τοῦτο δ' ἐπ' ἀμφοτέροισι πολύκλαυτον φιλότητος

ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ.

733

{ΔΙΟΤΙΜΟΥ}

Αἱ νόμιμοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ

καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος,

Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ' Ἀναξὼ

ἐν ζωῇ προπολεῦς'· ἐννέα δ' ἠελίων

ὀγδωκονταέτεις ἐπιλείπομεν ἐς τόδ' ἱκέσθαι

τῆς μοίρης· ἐτέων δ' οὐ φθόνος, οἷς ὁσίη.

καὶ πόσιας καὶ τέκνα φιλήσαμεν· αἱ δὲ παλαιαὶ

πρῶθ' ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.

12

36

{ΑΣΚΛΗΠΙΑΔΟΥ, 〈οἱ δὲ ΔΙΟΤΙΜΟΥ〉 ΑΔΡΑΜΥΤΤΗΝΟΥ}

Νῦν αἰτεῖς, ὅτε λεπτὸς ὑπὸ κροτάφοισιν ἴουλος

ἕρπει καὶ μηροῖς ὀξὺς ἔπεστι χνόος·

εἶτα λέγεις· „Ἥδιον ἐμοὶ τόδε.“ καὶ τίς ἂν εἴποι

κρείσσονας αὐχμηρὰς ἀσταχύων καλάμας;

16

158

{ΔΙΟΤΙΜΟΥ}

Ὡς πρέπει, Ἄρτεμίς εἰμ'· εὖ δ' Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς

μανύει Ζηνὸς κοὐχ ἑτέρου θύγατρα.

τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις·

πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον.

{Diotimi Ἡράκλεια}{Diotimi Ἡρακλέους Ἆθλα}Κέρκωπές τοι πολλὰ κατὰ τριόδους πατέοντεςΒοιωτῶν σίνοντο· γένος δ' ἔσαν Οἰχαλιῆες,Ὦλός τ' Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες.Κέρκωπες, τοὶ πολλὰ κατὰ τριόδους πατέοντεςΒοιωτῶν σίνοντο· γένος δ' ἔσαν Οἰχαλιῆες,Ὦλός τ' Εὐρύβατός τε, δύω βαρυδαίμονες ἄνδρες.