Ad Marcum Caesarem et invicem
- Edition reference
- Ad Marcum Caesarem et invicem (lib. 2), ed. van den Hout, op. cit., 32–33.
- CTS identifier
urn:cts:greekLit:tlg0186.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Εἰ δ' ἦν ἐγὼ πρὸ θύρας εἰσαγωγεύς τις εἶναι λαχὼν τῶν τῆς ἑορτῆςἀξίων, πρώτας ἂν Ὁμήρῳ πειθόμενος ἀπέκλεισα τὰς τὴν εὔνοιαν ψευδο-μένας καὶ πλαττομένας καὶ “ἕτερον μέν τι κευθούσας ἐνὶ φρεσίν, ἄλλο δὲλεγούσας”, ἅπαντα δὲ τὰ ἀπὸ γέλωτος μέχρι δακρύων προσποιουμένας.ὅ τοι γέλως οὕτως τὸ πρὶν ἄδολος εἶναι πεφυκὼς ὡς καὶ τοὺς ὀδόντας τῶνγελώντων ἐπιδεικνύειν εἰς τοσοῦτον ἤδη περιέστηκε κακομηχανίας καὶἐνέδρας, ὡς καὶ τὰ χείλη κρύπτειν τῶν ἐξ ἐπιβουλῆς προσγελώντων.γυναικεία δή τις αὕτη θεὸς παρὰ ταῖς πλείσταις τῶν γυναικῶν θρησκεύεταιἡ Ἀπάτη· τίς γοῦν Ἀφροδίτης τόκ〈ος〉 ἐκ πολλῶν τινων καὶ ποικίλωνθηλειῶν κατασκευασαμένης / ++++++++++++++++++++++++++++++++++++++++/+++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++++{ΦΡΟΝΤΩΝ ΑΠ. ΑΠΟΛΛΩΝΙΔΗΙ} Κορνηλιανὸν Σουλπίκιον φιλεῖν ἠρξάμην ἡσθε/ὶς τῷ τε τρόπῳ τἀν-δρὸς καὶ τοῖς λόγοις· πέφυκεν γὰρ πρὸς λόγους ἄριστα. οὐκ ἂν δὲ ἔξαρνοςεἴην τὰ πρῶτα παρ' ἐμοὶ φέρεσθαι τὴν ἐκ παιδείας φιλίαν συσταθεῖσαν·παιδείαν δὲ ταύτην λέγω τὴν τῶν ῥητόρων· αὕτη γὰρ δοκεῖ μοι ἀνθρωπίνητις εἶναι· τῶν φιλοσόφων θεία τις ἔστω. βοήθησον οὖν τὰ δυνατὰ Κορνη-λιανῷ ἀγαθῷ ἀνδρὶ κἀμοὶ φίλῳ καὶ 〈λογίῳ〉 καὶ οὐ φιλοσόφῳ.{ΑΠΠΙΑΝΩΙ ΠΑΡΑ ΦΡΟΝΤΩΝΟΣ} Οὐκ ἀπορήσει μὲν οὐδὲ ἐκεῖνος πιθανῶν λόγων ὅστις πρὸς τὸπρῶτον ἐνθύμημα τῶν ὑπὸ σοῦ προτεθέντων ἐνίσταιτο, ὡς μὴ δέοι ἕπεσθαιτοῖς κοινοῖς τὰ ἴδια. πολλὰ γὰρ ἔθη καὶ νόμιμα κοινῇ ταῖς πόλεσιν καὶἰδίᾳ τοῖς καθ' ἕκαστον εὑρήσομεν οὐχ ὅμοια. μάθοις δ' ἂν προσέχων ταῖςτε δίκαις καὶ τοῖς ἀγῶσιν τοῖς δημοσίοις καὶ τοῖς ἰδιωτικοῖς· ἔνθα οὔτεὁ τόπος τῶν δικαστηρίων οὔτε τῶν δικαζόντων ὁ ἀριθμὸς οὔτε ἡ τά/ξις τῶνφάσεων καὶ κλήσεων οὔτε τοῦ ὕδατος τὸ μέτρον οὔτε τὰ προστιμήματα τῶνκατεγνωσμένων τὰ αὐτά, ἀλλὰ πλεῖστον ὅσον διήνεγκεν τὰ δημόσια τῶνἰδίων, καὶ ὅτι τῆς μὲν πόλεως ἀναπεπετάσθαι προσήκει τὰς πύλας εἰσιέναιτε τῷ βουλομένῳ καὶ ἐξιέναι ὅποτε βούλοιτο· ἑκάστῳ δὲ ἡμῶν τῶν ἰδιωτῶν,εἰ μὴ φυλάττοι τὰς θύρας καὶ πάνυ ἐγρηγοροίη ὁ θυρωρὸς εἴργων μὲν τῆςεἰσόδου τοὺς μηδὲν προσήκοντας, τοῖς δὲ οἰκέταις οὐκ ἐπιτρέπων ἀδεῶςὁπότε βούλοιντο ἔξω βαδίζειν, οὐκ ἂν ὀρθῶς οἰκουροῖτο τὰ κατὰ τὴνοἰκίαν, καὶ στοαὶ δὲ καὶ ἄλση καὶ βωμοὶ καὶ γυ〈μ〉νάσια καὶ λουτρὰ τὰμὲν δημόσια πᾶσιν καὶ προῖκα ἀνεῖται, τὰ δὲ τῶν ἰδιωτῶν ὑπὸ σιδηρᾷκλειδὶ καί τινι θυροφύλακι, καὶ μισθὸν ἐκλέγουσιν παρὰ τῶν λουομένω〈ν〉.οὐδὲ τὰ δεῖπνα δὲ ὅμοια τὰ ἰδιωτικὰ καὶ τὰ ἐν πρυτανείῳ· οὐδὲ ὁ ἵπποςὅ τε ἰδιωτικὸς καὶ ὁ δημόσιος· οὐδὲ ἡ πορφύρα τῶν ἀρχόντων καὶ τῶνδημοτῶν· οὐδὲ ὁ στέφανος ὁ τῶν ῥόδων τῶν οἰκόθεν καὶ ὁ τῆς ἐλαί〈α〉ςτῆς Ὀλυ〈μ〉πίασιν. Ἀλλὰ ταῦτα μὲν ἐάσειν μοι δοκῶ καὶ χαριεῖσθαί σοι τὸ δεῖν ἕπεσθαιτοῖς δημοσίοις τὰ ἰδιωτικά. χαρισάμενος δὲ τοῦτο οὐκέτι χαρισαίμην ἂντοῦτο, † 〈ὃ ἔ〉πεισα〈ς, μ〉ε δεῖν 〈σοὶ〉 ἐπιτρέπειν χρῆσθαι. † τί δὴ τοῦτο ἦνχρὴ μεγάλα καὶ πολλῆς τιμῆς ἄξια δῶρα παρὰ τῶν φίλων δέχεσθαι.ταῦτα προστάσσων εἰς παράδειγμα ἐκάλεις τὸ τὰς πόλεις μεγάλα δῶραπαρ' ἀλλήλων προσίεσθαι, αὐτὸ δὴ τὸ ἀμφισβητούμενον σφετεριζόμενος,ὦ φιλότης. ὁ γὰρ τοὺς ἰδιώτας ἐγὼ φάσκων μὴ δεῖν μεγάλα δῶρα παρ'ἀλλήλων λαμβάνειν, τὸ αὐτὸ τοῦτο ἂν εἴποιμι καὶ περὶ τῶν πολέων, ὡςοὐδὲ τὰς πόλεις δέοι λαμβάνειν· σὺ δὲ ὡς τοῦτο προσῆκον ταῖς πόλεσινλαβὼν εἰς ἀπόδειξιν φέρεις τοῦ καὶ τοῖς ἰδιώταις προσήκοντος. τὸ δὲζητούμενον μὴ δεῖν ἐξ αὐτῶν τῶν ἀμφισβητουμένων ἀποδεικνύειν φή-σαις ἄν. εἰ δὲ τοῦτο φῄς, ὅτι λαμβάνουσιν πολλαὶ πόλεις τὰ τοιαῦτα δῶρα,φαίην ἂν ὅτι καὶ τῶν ἰδιωτῶν πολλοὶ λαμβάνουσι τὰ τοιαῦτα, ζητοῦμενδὲ εἰ ὀρθῶς καὶ προσηκόντως λαμβάνουσιν. τοῦτο δὲ τὸ ζήτημα ἀπὸ τῶνἰδιωτῶν ἀρξάμενον διήκει καὶ πρὸς τὰς πόλεις. τοῦτο μὲν οὖν δίκαιαποιῶν ἐν ζητήματος μέρει διαλείψεις ἀμφισβητήσιμον, τὸ τῶν πόλεωνλέγων. οὐδὲ γὰρ οὐδ' ἐκεῖνο ς' ἀγνοεῖν οἶμαι, ὡς αἱ πλεῖσταί γε τῶνἐνδοξοτάτων καὶ εὐνο〈μ〉ουμένων πόλεων οὐκ ἐδέξαντο τὰ μεγάλα δῶρα·ὥσπερ ἡ Ῥωμαίων πόλις πολλὰ πολλάκις παρὰ / πλείστων πεμπόμεναοὐ προσήκατο, ἡ δὲ τῶν Ἀθηναίων βαρύτερα τῶν προσηκόντων ἐκλέ-γουσα οὐ πάνυ τι ὤνατο. Τὸ δέ γε τῶν θεῶν παράδειγμα, ὅτι δῶρα καὶ ἀναθήματα θεοὶδέχονται, καὶ πάνυ σοι διὰ βραχέων εἰρημένον, ἐν ἴσῳ τάχει ἀπολύσασθαιπειράσομαι. οὐδὲ γὰρ προσκυνεῖσθαι μοι προσῆκεν μήτε θεῷ μήτε αὖβασιλεῖ Περσῶν ὄντε. Πιθανώτατον δὲ μὴ Δία τὸ τῶν διαθηκῶν ὑπήνεγκας, τί δή ποτεἐκ διαθηκῶν καὶ τὰ μεγάλα λαμβάνοντες παρὰ τῶν ζώντων τὰ τηλικαῦταοὐ προσησόμεθα· φθάνεις δὲ τὴν αἰτίαν αὐτὸς ὑποβάλλων. οἱ μὲν γάρ, ὡςσὺ φῄς, ἄλλον ἄλλου προτιθέασιν οἱ κατὰ διαθήκας χαριζόμενοι· φημὶ δὴπαρὰ τούτων λαμβάνειν προσήκειν. οἱ δ' αὖ ζῶντες, ὡς σὺ φῄς, ἑαυτῶντοὺς φίλους, οἷς χαρίζονται, προτιμῶσιν· δι' αὐτὸ δὴ τοῦτο φημὶ δεῖν τὰπεμπόμενα μὴ προσίεσθαι. βαρὺ γὰρ ὄντως καὶ ὑπεροπτικὸν καὶ τυραννι-κόν, ὡς ἀληθῶς, τὸ δέχεσθαι τὰς τοιαύτας προτιμήσεις, ἐν αἷς ὁ τιμῶνἕτερον δῆλός ἐστιν αὐτὸς αὑτὸν ἀτιμάζων καὶ ἐν δευτέρῳ τιθεὶς τοῦ προ-τιμωμένου. οὐδὲ γὰρ ἵππον ἀναβαίην ἄν, ἀφ' οὗ καταβὰς αὐτός τις καὶβαδίζων ἐμὲ δὴ ἱππάζεσθαι ἀξιοίη· οὐδὲ ἐν θεάτρῳ καθεζοίμην ἂν ἄλλουμοι ὑπανισταμένου· οὐδὲ ἱμάτιον δεξαίμην ἂν ἐν χειμῶνος ὥρᾳ, εἴ τιςἀποδυόμενος / ῥιγῴη μὲν αὐτός, ἐμὲ δὲ ἀμφιεννύοι. οἰκειότερος γὰραὐτὸς ἕκαστος αὑτῷ καὶ προτιμᾶσθαι πρὸς αὑτοῦ δικαιότερος. Φῂς δὲ ξένια μὴ πέμπε〈σ〉θαι θεοῖς. ἢ οὐχὶ ξένια τὰ ψαιστὰ πόπανακαὶ τὸ μέλι καὶ ὁ οἶνος ὁ σπενδόμενος καὶ τὸ γάλα καὶ τὰ σπλάγχνα τὰτῶν ἱερείων; καὶ ὁ λιβανωτὸς δὲ ξένιον θεοῦ. Ταῦτα μὲν πρὸς τὰ ὑπὸ σοῦ σοφῶς καὶ πιθανῶς πάνυ δημοσίωντε καὶ θείω〈ν〉 καὶ διαθηκῶν πέρι προτεθέντα ἐνθυμήματα. τὰ δὲ παρ'ἐμοῦ ταῦτα εἰρήσθω διὰ βραχέων· ὅσα αἰτεῖν ἀναιδὲς καὶ φιλοκερδὲς καὶπλεονεκτικόν, ταῦτα καὶ παρ' ἑκόντος λαμβάνειν ὁμοίως ἀναιδοῦς τινὸςκαὶ φιλοκερδοῦς ἀνδρὸς καὶ πλεονέκτου· αἰτεῖν δέ γε τὰ μεγάλα ἀναιδές,πολὺ δὲ μᾶλλόν γε λαμβάνειν, καὶ οὐδὲν διήνεγκεν εἰ † παρέχοντος λαμ-βάνοι τινὰ ἢ ἀρνοῦντος † ....... υται ......... οὐκ ἐν τῷ αἰτεῖν,ἀλλ' οὐδὲ λαμβάνειν· οὐδέ γε τὰ τοιαῦτα δῶρα χρή τινα ἑλέσθαι, ἃ τοὺςμὲν πέμποντας πενεστέρους ἀποδείξει, τοὺς δὲ λαμβάνοντας πλουσιω-τέρους παρασκευάσει. ἑκάτερον δὲ τοῦτο ἐν τοῖς μεγάλοις δώροις ἔνεστιν.εἰ γοῦν ἀποτιμήσεις γίγνοιντο, σὺ μὲν ὁ πέμψας τοὺς δύο τούτους παῖδαςμικροτέραν, ἐγὼ δὲ ὁ λαβὼν μείζω τὴν οὐσίαν ἀποφανοῦμαι. οὐ γάρἐστιν εὐκαταφρόνητος οὔτε ἐν ἀποτιμήσει χρημάτων οὔτε / ἐν ἀντι-δόσει οὐσίας οὔτε ἐν ἀπογραφῇ τέλους οὔτε ἐν καταβολῇ φόρου ὁ τῶνδύο δούλων ἀριθμός. Ὁ δὲ τὰ βαρύτερα δῶρα πέμπων οὐχ ἧττον λυπεῖ τοῦ βαρεῖανπέμποντος ἐπὶ τὸν συνσφαιρίζοντα ἢ μεγάλην κύλην προπίνοντος τῷσυνπότῃ· εἰς γὰρ μέθην, οὐκ εἰς ἡδονὴν προπίνειν ἔοικεν. ὥσπερ δὲ τὸνοἶνον ἐν τοῖς 〈σ〉ώφροσιν συνποσίοις ὁρῶμεν κιρνάμενον ἀκράτῳ μὲν πάνυ