Additamentum epistularum variarum acephalum
- Edition reference
- Additamentum epistularum variarum acephalum, ed. van den Hout, op. cit., 228– Manuel GABALAS 239.
- CTS identifier
urn:cts:greekLit:tlg0186.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
7
ὀλίγῳ, πλείστῳ δὲ τῷ ὕδατι, οὕτω δὲ καὶ τὰ δῶρα κιρνάναι προσῆκεν
πολλῇ μὲν φιλοφροσύνῃ, ἐλαχίστῳ δὲ ἀναλώματι. τίσιν γὰρ ἂν φαίημεν
ἁρμόττειν τὰ πολυτελῆ δῶρα; ἆρά γε τοῖς πένησιν; ἀλλὰ πέμπειν οὐ
δύνανται· ἢ τοῖς πλουσίοις; ἀλλὰ λαμβάνειν οὐ δέονται. τοῖς μὲν οὖν
μεγάλοις δώροις τὸ συνεχὲς οὐ πρόσεστιν, ἢ ἐκπεσεῖν ἀνάγκη τῶν ὑπαρ-
χόντων, εἴ τις μεγάλα τε πέμποι καὶ πολλάκις. τοῖς δὲ μικροῖς δώροις
τό τε συνεχὲς πρόσεστιν καὶ τὸ ἀμετάγνωστον τιν . δ.....ειδι τελέσαι
μικρὰ πέμψαντι.
8
Ὁμολογήσαις δ' ἂν καὶ τοῦτο, ὡς, εἴ τις ἑαυτῷ μὲν ἔπαινον παρα-
σκευάζοι, ἕτερον δὲ ἐπαίνου ἀποστεροίη, οὐ δίκαιος. σὺ δὲ μεγάλα δῶρα
πέμπων σαυτῷ μὲν ἔπαινον παρασκευάζεις ὡς μεγαλοφρόνως χαριζόμενος,
ἐμὲ δὲ ἐπαίνου ἀποστερεῖς προσίεσθαι βιαζόμενος. δόξαιμι γὰρ ἂν / καὶ
αὐτὸς μεγαλόφρων τὰ τηλικαῦτα μὴ προσέμενος. ἐν δὲ τοῖς μικροῖς
τῶν δώρων ἴσος ὁ ἔπαινος, τῷ μὲν πέμψαντι ὅτι οὐκ ἠμέλησεν, τῷ δὲ
λαβόντι ὅτι οὐχ ὑπερηφάνησεν, ματευσαίμην δ' ἂν εἰκότι τῷ χαλεπῷ
χρώμενος, ὡς καὶ 〈σὺ〉 εἰ αὐτὸ τοῦτο δῶρον ἐμοῦ πέμψαντος οὐκ ἂν
ἔλαβες, π〈ῶς〉 παρὰ 〈σοῦ τοὺς〉 πεμφθέντας παῖδας ἡδόμενος προσηκαί-
μ〈ην ἄν〉; .................................... Γλαῦκος πάλαι
..........................................................
..........................................................
........................ “χρύσεα τῶν χαλκείων καὶ τὰ ἑκατόμβοια
τῶν ἐννεαβοίων ἀμείβοντος.” πᾶσα μὲν γὰρ ἀνάγκη τὸν ἀμειβόμενον ἢ
πολὺ πλέονος ἄξι〈α〉 ἀντιπέμπειν καὶ Ὁμήρῳ μάρτυρι τὰς φρένας δοκεῖν
ὑπὸ τοῦ Διὸς βεβλάφθαι ἢ τὰ μείω ἀντιπέμποντα μὴ δίκαια ποιεῖν.
τρίτον δὲ καὶ δικαιότατον ἃ πέμπεται τῷ αὐτῷ 〈μέτρῳ〉 καὶ τοῖς ἴσοις
δώροις ἀμείβεσθαι· τοῦτο δὲ ὁ ποιῶν ὁμοιότατος ἂν 〈εἴη〉 ἐμοὶ τῷ αὐτὰ
δὴ τὰ πεμφθέντα ἀποπέμποντι.
9
Ἀλλὰ ταῦτα μὲν φίλῳ πρὸς τὸν φίλτατον πεπαίχθω. † τροφεῖ δὲ
......... καὶ λογιζόμενος .. μείζονα μο. δεκαιον αὐτὰ παρέξει. †
8
t
{EPISTULA ACEPHALA}
1
Ὦ φίλε παῖ, τρίτον δή σοι τοῦτο περὶ τῶν αὐτῶν ἐπιστέλλω, τὸ
μὲν πρῶτον διὰ Λυσίου τοῦ Κεφάλου, δεύτερον δὲ διὰ Πλάτωνος τοῦ
σοφοῦ, τὸ δὲ δὴ τρίτον διὰ τοῦδε τοῦ ξένου ἀνδρός, τὴν μὲν φωνὴν ὀλίγου
δεῖν βαρβάρου, τὴν δὲ γνώμην, ὡς ἐγῷμαι, οὐ πάνυ ἀξυνέτου. γράφω
δὲ νῦν οὐδέν τι τῶν πρότερον γεγραμμένων ἐφαπτόμενος, μηδὲ ἀμελήσῃς
τοῦ λόγου ὡς παλιλλογοῦντος. εἰ δέ σοι δόξει τῶν πρότερον διὰ Λυσίου
καὶ Πλάτωνος ἐπεσταλμένων πλείω τάδε εἶναι, ἔστω σοι τεκμήριον ὡς
εὔλογα ἐξιῶ, ὅτι οὐκ ἀπορῶ λόγων. προσέχοις δ' ἂν ἤδη τὸν νοῦν, εἰ
καινά τε ἅμα καὶ δίκαια λέγω.
2
Ἔοικας, ὦ παῖ, πρὸ τοῦ λόγου πάντως βούλεσθαι μαθεῖν, τί δή
ποτέ γε μὴ ἐρῶν ἐγὼ μετὰ τοσαύτης σπουδῆς γλίχομαι τυχεῖν ὧνπερ οἱ
ἐρῶντες. τοῦτο δή σοι φράσω πρῶτον ὅπως γε ἔχει. οὐ μὰ Δία πέφυκεν
ὁρᾶν ὀξύτερον οὑτοσὶ ὁ πάνυ ἐραστὴς ἐμοῦ τοῦ μὴ ἐρῶντος, ἀλλ' ἔγωγε
τοῦ σοῦ κάλλους αἴσθομαι οὐδενὸς ἧττον τῶν ἄλλων. δυναίμην δ' ἂν
εἰπεῖν ὅτι τούτου καὶ πολὺ ἀκριβέστερον. ὅπερ δὲ ἐπὶ τῶν πυρεττόντων
καὶ τῶν εὖ μάλα ἐν παλαίστρᾳ γυμνασαμένων ὁρῶμεν, οὐκ ἐξ ὁμοίας
αἰτίας ταὐτὸν συνβαίνειν. διψῶσιν μὴν γὰρ ὁ μὲν ὑπὸ νόσου, ὁ δὲ ὑπὸ
γυμνασιῶν· τοιάνδε τινὰ κἀμοὶ / ++++++++++++++++++++++
++++++++++++++++++++++++++++++++++++++++
++++++++++++++++++++++++++++++++++++++++
++++++ / λειτον τε ἅμα καὶ ὄλισθον.
3
Ἀλλ' οὐκ ἔμοιγε ἐπ' ὀλέθρῳ πρόσει οὐδὲ ἐπὶ βλάβῃ τινὶ ὁμιλήσεις,
ἀλλ' ἐπὶ παντὶ ἀγαθῷ. καὶ ὠφελοῦνται γὰρ καὶ διασώζονται οἱ καλοὶ
ὑπὸ τῶν μὴ ἐρώντων μᾶλλον, ὥσπερ τὰ φυτὰ ὑπὸ τῶν ὑδάτων. οὐ γὰρ
ἐρῶσιν οὔτε πηγαὶ οὔτε ποταμοὶ τῶν φυτῶν, ἀλλὰ παριόντες οὕτω δὴ καὶ
παρα〈ρ〉ρέοντες ἀνθεῖν αὐτὰ καὶ θάλλειν παρεσκεύασαν. χρήματα δὲ τὰ
μὲν ὑπ' ἐμοῦ διδόμενα δικαίως ἂν καλοίης δῶρα, τὰ δὲ ὑπ' ἐκείνου λύτρα.
μάντεων δὲ παῖδές φασιν καὶ τοῖς θεοῖς ἡδίους εἶναι τῶν θυσιῶν τὰς
χαριστηρίους ἢ τὰς μειλιχίους· ὧν τὰς μὲν οἱ εὐτυχοῦντες ἐπὶ φυλακῇ τε
καὶ κτήσει τῶν ἀγαθῶν, τὰς δὲ οἱ κακῶς πράττοντες ἐπὶ ἀποτροπῆ τῶν
δεινῶν θύουσιν. τάδε μὲν περὶ τῶν συνφερόντων καὶ τῶν σοί τε κἀκείνῳ
ὠφελίμων εἰρήσθω.
4
Εἰ δὲ τοῦτο δίκαιός ἐστιν τυχεῖν τῆς παρὰ σοῦ βοηθείας .........
......... ἠρείσω σὺ τοῦτο ...... αὐτὸν τὸν ἔρωτα ἐτεκτήνω καὶ
〈ἐ〉μηχανήσω τὰς Θεττα〈λὰς〉 ............... μεν ...............
ων ................ ἐρᾷς ............. δεπα ..............
εἶπε .............. τοτα κον ............ 〈ἀ〉ναίτιος ...........
τινὸς διὰ τὴν αὐτῷ κατακο ......... κο ........ / πλὴν εἰ μή τι
ὀφθεὶς ἠδίκηκας.
5
Μὴ ἀγνόει δὲ καὶ ἀδικηθεὶς αὐτὸς καὶ ὑβριζόμενος οὐ μετρίαν ἤδη
ταύτην ὕβριν, τὸ ἅπαντας εἰδέναι τε καὶ φανερῶς οὕτως διαλέγεσθαι,
ὅτι σου εἴη ὅδε ἐραστής· φθάνεις δὲ καὶ πρίν τι τῶν τοιῶνδε πρᾶξαι,
τοὔνομα τῆς πράξεως ὑπομένων. καλοῦσί γ' οὖν σε οἱ πλεῖστοι τῶν
πολιτῶν τὸν τοῦδε ἐρώμενον· ἐγὼ δέ σοι διαφυλάξω τοὔνομα καθαρὸν
καὶ ἀνύβριστον. καλὸς γὰρ, οὐχὶ ὁ δρώμενος, τό γε κατ' ἐμὲ ὀνομασθήσει.
εἰ δὲ τούτῳ ὡς δικαίῳ τινὶ χρήσεται, ὅτι μᾶλλον ἐπιθυμεῖ, ἴστω ὅτι
οὐκ ἐπιθυμεῖ μᾶλλον ἀλλὰ ἰταμώτερον. τὰς δὲ μυίας καὶ τὰς ἐμπίδας
μάλιστα ἀποσοβοῦμεν καὶ ἀπωθούμεθα, ὅτι ἀναιδέστατα καὶ ἰταμώτατα
ἐπιπέτονται. τοῦτο μὲν οὖν καὶ τὰ θηρία ἐπίσταται φεύγειν μάλιστα
πάντων τοὺς κυνηγέτας, καὶ τὰ πτηνὰ τοὺς θηρευτάς· καὶ πάντα δὴ
τὰ ζῷα τούτους μάλιστα ἐκτρέπεται τοὺς μάλιστα ἐνεδρεύοντας καὶ
διώκοντας.
6
Εἰ δέ τις οἴεται ἐνδοξότερον καὶ ἐντιμότερον εἶναι τὸ κάλλος διὰ
τοὺς ἐραστάς, τοῦ παντὸς διαμαρτάνει. κινδυνεύετε μὲν γὰρ οἱ καλοὶ
περὶ τοῦ κάλλους τῆς ἐς τοὺς ἀκούοντας πίστεως διὰ τοὺς ἐρῶντας, δι'
ἡμᾶς δὲ τοὺς ἄλλους βεβαιοτέραν τὴν δόξαν κέκτησθε. εἰ γοῦν τις τῶν
μηδέπω σε ἑωρακότων πυνθάνοιτο, ὁποῖός τις εἴ/η〈ς〉 τὴν ὄψιν, ἐμοὶ μὲν
ἂν πιστεύσαι ἐπαινοῦντι, μαθὼν ὅτι οὐκ ἐρῶ· τῷ δὲ ἀπιστήσαι, ὡς οὐκ
ἀληθῶς ἀλλ' ἐρωτικῶς ἐπαινοῦντι. ὅσοις μὲν οὖν λώβη τις σώματος καὶ
αἶσχος καὶ ἀμορφία πρόσεστιν, εὔξαιντο ἂν εἰκότως ἐραστὰς αὑτοῖς
γενέσθαι· οὐ γὰρ ἂν ὑπ' ἄλλων θεραπεύοιντο ἢ τῶν κατ' ἐρωτικὴν λύτταν
καὶ ἀνάγκην προσιόντων. σὺ δ' ἐν τῷ τοιῷδε κάλλει οὐκ ἔσθ' ὅτι καρπώσει
πλέον ὑπ' ἔρωτος. οὐδὲν γὰρ ἧττον δέονταί σου οἱ μὴ 〈ἐ〉ρῶντες.
7
Ἀχρεῖοι δὲ ἦ οἱ ἐρασταὶ τοῖς ὄντως καλοῖς οὐδὲν ἧττον ἢ τοῖς δικαίως
ἐπαινουμένοις οἱ κόλακες· ἀρετὴ ἤδη καὶ δόξα καὶ τιμὴ καὶ κέρδος κόσμος.
θαλάττῃ μὲν ναῦται καὶ κυβερνῆται καὶ τριήραρχοι καὶ ἔμποροι καὶ οἱ
ἄλλως πλέοντες, οὐ μὰ Δία δελφῖνες, οἷς ἀδύνατον τὸ ζῆν ὅτι μὴ ἐν
θαλάττῃ, καλοῖς δὲ ἡμεῖς οἱ τηνάλλως ἐπαινοῦντες καὶ ἀσπαζόμενοι,
οὐχὶ ἐρασταί, οἷς ἀβίωτον ἂν εἴη στερομένοις τῶν παιδικῶν. εὕροις δ'
ἂν σκοπῶν πλείστης ἀδοξίας αἰτίους μὲν ὄντας τοὺς ἐραστάς· ἀδοξίαν δὲ
φεύγειν ἅπαντας μὲν χρὴ τοὺς εὐφρονοῦντας, μάλιστα δὲ τοὺς νέους, οἷς
ἐπὶ μακρότερον ἐνκείσεται τὸ κακὸν ἐν ἀρχῇ μακροῦ βίου προσπεσόν.
8
Ὥσπερ οὖν ἱερῶν καὶ θυσίας, οὕτω καὶ τοῦ βίου τοὺς ἀρχομένους
εὐλογίας / μάλιστα πρ〈έπει ἐπιμελεῖσθαι〉 ................ τοῖς τῶν
............. εἰς ἐσχάτην ἀδοξίαν ἀ .. τούτους δὴ τοὺς χρηστοὺς
ἐραστὰς ἐξὸν εἰ ....... πέντε καὶ καπ.........ανεικ...........
....νον χρῆμα ἐρασταῖς .....ατ..................α.........
.......... του ............................................
..........................................................
..................................... δετης ...............
................. σιε ......................................
...................υπ.... αὐτο .......... ++++++++++++
++++++++++++++++++++++++++++ δὲ καὶ γὰρ οἱ ἐρῶντες
διὰ τῶν τοιῶνδε φορημάτων οὐκ ἐκείνους τιμῶσιν, ἀλλ' αὐτοὶ ἀλα/ζο-
νεύονταί τε καὶ ἐπιδείκνυνται, καὶ ὡς εἰπεῖν ἐξορχοῦνται τὸν ἔρωτα.
συγγράφει δέ, ὥς φασιν, ὁ σὸς ἐραστὴς ἐρωτικά τινα περὶ σοῦ συγγράμ-
ματα, ὡς τούτῳ δὴ μάλιστά σε δελεάσων καὶ προσαξόμενος καὶ αἱρήσων·
τὰ δ' ἔστιν αἴσχη καὶ ὀνείδη καὶ βοή τις ἀκόλαστος ὑπὸ οἴστρου προπεμ-
πομένη, ὁποῖαι θηρῶν ἢ βοσκημάτων ὑπὸ ἔρωτος βρυχωμένων ἢ χρεμετι-
ζόντων ἢ μυκωμένων ἢ ὠρυομένων. τούτοις ἔοικεν τὰ τῶν ἐρώντων
ᾄσματα. εἰ γοῦν ἐπιτρέψαις 〈σ〉αυτὸν τῷ ἐραστῇ χρῆσθαι ὅπου καὶ ὁπότε
βούλοιτο, οὔτ' ἂν καιρὸν περιμείνας ἐπιτήδειον οὔτε τόπον οὔτε σχολὴν
οὔτε ἐρημίαν, ἀλλὰ θηρ〈ί〉ου δίκην ὑπὸ λύττης εὐθὺς ἵοιτο ἂ καὶ βαίνειν
προθυμοῖτο μηδὲν αἰδούμενος.
9
Τοῦτο ἔτι προσθεὶς καταπαύσω τὸν λόγον, ὅτι πάντα θεῶν δῶρα
καὶ ἔργα ὅσα ἐς ἀνθρώπων χρείαν τε καὶ τέρψιν καὶ ὠφέλειαν ἀφῖκτα〈ι〉,
τὰ μὲν αὐτῶν πάνυ καὶ πάντῃ θεῖ〈α〉, γῆν φημι καὶ οὐρανὸν καὶ ἥλιον
καὶ θάλατταν, ὑμνεῖν μὲν καὶ θαυμάζειν πεφύκαμεν, ἐρᾶν δὲ οὔ· καλῶν
δέ τινων φαυλοτέρων καὶ ἀτιμοτέρας μοίρας τετυχηκότων, τούτων ἤδη
φθόνος καὶ ἐρῶς καὶ ζῆλος καὶ ἵμερος ἅπτεται. καὶ οἱ μέν τινες κέρδους
ἐρῶσιν, οἱ δὲ ὄψων αὖ, οἱ / δὲ οἴνου. ἐν δὴ τῷ τοιῷδε ἀριθμῷ καὶ μερίδι
καθί〈σ〉ταται τὸ κάλλος ὑπὸ τῶν ἐρώντων ὁμοῖον κέρδει καὶ ὄψῳ καὶ
μέθῃ αὖ· ὑπὸ δὲ ἡμῶν τῶν θαυμαζόντων μέν, μὴ ἐρώντων δέ, ὅμοιον
ἡλίῳ καὶ οὐρανῷ καὶ γῇ καὶ θαλάττῃ· τὰ γὰρ τοιαῦτα παντὸς ἔρωτος
κρείττω καὶ ὑπέρτερα.
10
Ἕν τί σοι φράσω πρὸς τούτοις, ὃ καὶ σὺ πρὸς τοὺς ἄλλους λέγων
παῖδας πιθανὸς εἶναι δόξει〈ς〉. εἰκὸς δέ σε ἢ παρὰ μητρὸς ἢ τῶν ἀναθρε-
ψαμένων μὴ ἀνήκοον εἶναι ὅτι τῶν ἀν〈θῶν〉 ἐστίν τι ὃ δὴ τοῦ ἡλίου ἐρᾷ
καὶ πάσχει τὰ τῶν ἐρώντων, ἀνατέλλοντος ἐπαιρόμενον καὶ πορευομένου
καταστρεφόμενον, δύνοντος δὲ περιτρεπόμενον· ἀλλ' οὐδέν γε πλέον
ἀπολαύει, ο〈ὐ〉δὲ εὐμενεστέρου πειρᾶται διὰ τὸν ἔρωτα τοῦ ἡλίου.
ἀτιμότατον γοῦν ἐστιν φυτῶν καὶ ἀνθῶν οὔτε εἰς ἑορταζόντων θαλίας οὔτ'
ἐ〈ς〉 στεφάνους θεῶν ἢ ἀνθρώπων παραλαμβόμενον.
11
Ἔοικας, ὦ παῖ, τὸ ἄνθος τοῦτο ἐδεῖν ἐθέλειν· ἀλλ' ἔγωγέ σοι
ἐπιδείξω, 〈εἰ ἔξω〉 τείχους πρὸς τὸν Ἰλισὸν ἅμα ἄμφω βαδίσαιμεν.
{ΦΡΟΝΤΩΝΟΣ}Μέχρι τίνος πολεμεῖς μ', ὦ φίλτατε Κῦρε; τί ποιεῖς; τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι.μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν, καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην.{ΦΡΟΝΤΩΝΟΣ}Τὴν ἀκμὴν „Θησαυρὸν“ ἔχειν, κωμῳδέ, νομίζεις οὐκ εἰδὼς αὐτὴν ”Φάσματος” ὀξυτέρην.ποιήσει ς' ὁ χρόνος „Μισούμενον“, εἶτα ”Γεωργόν”, καὶ τότε μαστεύσεις τὴν „Περικειρομένην“.