Epigrammata
- Edition reference
- Epigrammata, AG: 5.161, 199; 6.292; 11.123, 414.
- CTS identifier
urn:cts:greekLit:tlg0198.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
161
{ΗΔΥΛΟΥ [οἱ δὲ ΑΣΚΛΗΠΙΑΔΟΥ]}
Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδους,
Γραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,
Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕν' ἑκάστη,
γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.
ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτης
φεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.
199
{ΗΔΥΛΟΥ}
Οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην
αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,
ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα
κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων,
σάνδαλα καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι,
ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.
6
292
{ΗΔΥΛΟΥ}
Αἱ μίτραι τό θ' ἁλουργὲς ὑπένδυμα τοί τε Λάκωνες
πέπλοι καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι,
πάνθ' ἅμα Νικονόῃ συνεπήιεν· ἦν γὰρ Ἐρώτων
καὶ Χαρίτων ἡ παῖς ἀμβρόσιόν τι θάλος.
τοιγὰρ τῷ κρίναντι τὰ καλλιστεῖα Πριάπῳ
νεβρίδα καὶ χρυσέην τήνδ' ἔθετο προχόην.
11
123
{ΗΔΥΛΟΥ}
Ἆγις Ἀρισταγόρην οὔτ' ἔκλυσεν οὔτ' ἔθιγ' αὐτοῦ·
ἀλλ' ὅσον εἰσῆλθεν, κᾤχετ' Ἀρισταγόρης.
ποῦ τοίην ἀκόνιτος ἔχει φύσιν; ὦ σοροπηγοί,
Ἆγιν καὶ μίτραις βάλλετε καὶ στεφάνοις.
414
{ΗΔΥΛΟΥ}
Λυσιμελοῦς Βάκχου καὶ λυσιμελοῦς Ἀφροδίτης
γεννᾶται θυγάτηρ λυσιμελὴς ποδάγρα.
{εἰς τὰ ἐπιγράμματα Καλλιμάχου?}{Hedyli elegia? epigramma?}{⊗} ἱραὶ τῷ Φοίβῳ, πολλὸν διὰ κῦμα θέουσαι, ἤλθομεν αἱ ταχιναὶ τόξα φυγεῖν ἔλαφοι 〈–⏑⏑〉 Κωρυκίης ἀπὸ δειράδος, ἐκ δὲ Κιλίσσης ᾐόνος εἰς ἀκτὰς 〈–⏑⏑〉 Κουριάδας μυρίον ἀνδράσι θαῦμα νοεῖν πάρα, πῶς ἀνόδευτον χεῦμα δι' εἰαρινῶν ἐδράμομεν ζεφύρων.