Ἐπίνικοι
- Scientific editors
- Richard C. Jebb
- Edition reference
- The Poems and Fragments · Cambridge · Cambridge University Press · 1905
- CTS identifier
urn:cts:greekLit:tlg0199.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ode 1 Ἀργεῖῳ Κεῖῳ Παιδί Πύκτῃ Ἴσθμια
1κλυτοφόρμιγγες Δ̣[ιὸς ὑ-
2ψιμέδοντος παρθένοι
3¯˘˘Πι]ε̣ρίδες
4¯¯]ενυφαι[˘˘¯¯
5¯˘˘]ο̣υς ἵνα κ[¯
6¯¯˘]γαίας Ἰσθμί[ας
7¯¯˘]ν, εὐβούλου ν̣[˘¯
8¯˘γαμ]βρὸν Νηρέ[ος
9!˘!!˘!¯!] νάσοιό τʼ ἐϋ-
10!!˘!!˘!!] αν, ἔνθ̣[¯˘¯
13ὦ Πέλοπος λιπαρᾶς
14νάσου θεόδματοι πύλαι
19¯˘¯¯¯˘ὑφʼ ἅρ]μ̣ασιν ἵππους
20οἱ δὲ π]έ̣τ̣οντο ![˘¯¯
21¯˘¯¯]εσσιν ἀν[δρῶν
22¯˘˘¯˘]τον αὐτ[¯
23¯˘¯]ἄλλαισιν[¯¯¯˘¯¯
47˘˘¯¯¯]ν̣ πυκ[ιν¯
48˘˘¯¯]γοὶ κόρ̣[αι
49¯˘˘¯]αγορā
50¯¯]ο̣ μελίφρονος ὕπ̣[νου
51¯˘˘ἁμετ[έραν
52¯¯˘ ἀ̣ρ]χ̣α̣ίαν πόλιν
53¯¯˘¯¯]γ̣οιμεν οἴ-
54κους ἐπʼ]ἀ̣νδ̣ήροις ἁλός
55ὑπό τʼ α]ὐ̣γαῖς ἀελι̣ο̣υ
72¯˘˘¯]σαγόραι
73¯¯Μα]κ̣ελὼ δὲ τ[˘¯¯
74¯˘φιλ]āλάκατος,
75¯¯]δʼ ἐπʼ εὐναῆ [πόρον
76¯¯]α· προσφώνει τέ νιν
77¯˘¯]σαίνουσʼ ὀπί·
78˘˘¯¯μ]ὲν στέρομαι
79˘˘ἀμ]φάκει δύᾳ
80¯˘˘¯π]ενίᾳ
81¯¯˘˘¯]!γετ[!] πάμπα[ν
82¯˘˘¯˘˘]α̣ς
83¯¯˘¯¯¯]ομοι
111¯ ˘]αφθε[ ¯ ˘ × ¯ ˘ ˘ ¯ ¯
112! ! ς· τριτάτᾳ με[˘ ¯ ¯
113ἁμέρᾳ Μίνως ἀρ[ῇο]ς
114ἤλυθεν αἰολοπρύμνοις
115ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ·
116Διὸς εὐκλείου δὲ ϝέκα-
117τι βαθύζωνον κόραν
118Δεξιθέαν δάμασεν·
119καί ϝοι λίπεν ἥμισυ λαῶν,
120ἄνδρας ἀρηϊφίλους,
121τοῖσιν πολύκρημνον χθόνα
122νείμας ἀποπλ έω ν ᾤχετʼ ἐς
123Κνωσὸν ἱμερτὰν πόλιν
124βασιλεὺς Εὐρωπιάδας·
125δεκάτῳ δʼ Εὐξάντιον
126μηνὶ τέ]κʼ εὐπλόκ[αμος
127νύμφα φερ]εκυδέ[ϊ νάσῳ
128¯ ˘ ˘ ¯]πρύτα[νιν
129δν
138ἄλλα]ξαν θύγατρες
139πόλ[ιν ¯ ¯ ¯]ν βαθυδεί-
140ελον· [ἐκ τᾶ]ς μὲν γένος
141ἔπλε[το καρτε]ρόχειρ
142Ἀργεῖος [˘ ¯ ˘] λέοντος
143θυμὸ[ν ἔχων], ὁπότε
144χρεῖ[ός τι συμ]βολοῖ μάχας,
145ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων
146τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν,
147τόσα Παν[θείδᾳ κλυτό]το-
148ξος Ἀπό[λλων ὤπασε]ν,
149ἀμφί τʼ ἰατορίᾳ
150ξείνων τε φιλάνορι τιμᾷ·
151εὖ δὲ λαχὼν Χαρίτων
152πολλοῖς τε θαυμασθεὶς βροτᾶν
153αἰῶνʼ ἔλυσεν, πέντε παῖ-
154δας μεγαινήτους λιπών.
155τῶν ἕνα ϝοι Κρονίδας
156ὑψίζυγος Ἰσθμιόνικον
157θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-
158λων στεφάνων ἐπίμοιρον.
159φαμὶ καὶ φάσω μέγιστον
160κῦδος ἔχειν ἀρετάν, πλοῦ-
161τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ,
162ἐθέλει δʼ αὔξειν φρένας ἀν-
163δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς
164ἐλπίδι κυδροτέρᾳ
165σαίνει κέαρ· εἰ δʼ ὑγιείας
166θνατὸς ἐὼν ἔλαχεν,
167ζώειν τʼ ἀπʼ οἰκείων ἔχει,
168πρώτοις ἐρίζει· παντί τοι
169τέρψις ἀνθρώπων βίῳ
170ἕπεται νόσφιν γε νόσων
171πενίας τʼ ἀμαχάνου.
172ἶσον ὅ τʼ ἀφνεὸς ἱ-
173μείρει μεγάλων ὅ τε μείων
174παυροτέρων· τὸ δὲ πάν-
175των εὐμαρεῖν οὐδὲν γλυκὺ
176θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ-
177γοντα δίζηνται κιχεῖν.
178ὅντινα κουφόταται
179θυμὸν δονέουσι μέριμναι,
180ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι-
181μάν· ἀρετὰ δʼ ἐπίμοχθος
182μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς
183ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-
184πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.
Ode 2 Τῷ Αὐτῷ
1ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα
2ἐς Κέον ἱεράν, χαριτώ-
3νυμον φέρουσʼ ἀγγελίαν,
4ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ-
5γεῖος ἄρατο νίκαν·
6καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ
7αὐχένι ϝισθμοῦ ζαθέαν
8λιπόντες Εὐξαντίδα νᾶ-
9σον ἐπεδείξαμεν ἑβδομή-
10κοντα σὺν στεφάνοισιν.
11καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς
12γλυκεῖαν αὐλῶν καναχάν,
13γεραίρουσʼ ἐπινικίοις
14Πανθείδα φίλον υἱόν.
Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια.
1ἀριστοκάρπου Σικελίας κρέουσαν
2Δάματρα ϝιοστέφανόν τε κούραν
3ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ-
4λυμπιοδρόμους Ἱέρωνος ἵππους.
5σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
6σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν
7Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν
8ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι.
9θρόησε δὲ λ[αὸς ἀπείρων·
10ἆ τρισευδαίμ[ων ἀνήρ,
11ὃ παρὰ Ζηνὸς λαχὼν
12πλείσταρχον Ἑλλάνων γέρας
13οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
14φαρέϊ κρύπτειν σκότῳ.
15βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
16βρύουσι φιλοξενίας ἀγυιαί·
17λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
18ὑψιδαιδάλτων τριπόδων σταθέντων
19πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
20Φοίβου παρὰ Κασταλίας ῥεέθροις
21Δελφοὶ διέπουσι. θεόν, θεόν τις
22ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων.
23ἐπεί ποτε καὶ δαμασίππου
24Λυδίας ἀρχαγέταν,
25εὖτε τὰν πεπ[ρωμέναν
26Ζηνὸς τελε[ιοῦσαι κρίσιν
27Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,
28Κροῖσον ὁ χρυσά[ορος
29φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ
30μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε
31μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ
32χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς
33ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ
34σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον
35θυγατράσι δυρομέναις· χέρας δʼ ἐς
36αἰπὺν αἰθέρα σφετέρας ἀείρας
37γέγω]νεν· ὑπέρβιε δαῖμον,
38ποῦ θεῶν ἐστιν χάρις;
39ποῦ δὲ Λατοίδας ἄναξ;
40πίτνουσ]ιν Ἀλυάττα δόμοι,
41¯˘¯×¯˘¯×] μυρίων
42¯˘¯×¯˘¯]ν;
43ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ,
44φοινίσσεται αἵματι χρυσο]δίνας
45Πακτωλός· ἀεικελίως γυναῖκες
46ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
47τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
48τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
49ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ
50παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας
51ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
52τοῖσιν ἔχθιστος φόνων·
53ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς
54λαμπρὸν διάϊ[σσεν μέ]νος,
55Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος
56σβέννυεν ξανθὰ[ν φλόγα.
57ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
58τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
59φέρων ἐς Ὑπερβορέους γέροντα
60σὺν τανισφύροις κατένασσε κούραις
61δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
62ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
63ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
64ὦ μεγαίνητε Ἱέρων, θελήσει
65φάμ]εν σέο πλείονα χρυσὸν
66Λοξί]ᾳ πέμψαι βροτῶν.
67εὖ λέγ]ειν πάρεστιν, ὅσ-
68τις μὴ φθόνῳ πιαίνεται,
69θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
70τεθμ]ίου σκᾶπτρον Διὸς
71ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
72ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
73ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
74καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
75δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
76ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
77ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
78θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
79γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
80μοῦνον ἁλίου φάος,
81χὥτι πεντήκοντʼ ἔτ εα
82ζωὰν βαθύπλουτον τελεῖς.
83ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
84κερδέων ὑπέρτατον.
85φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν
86αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
87οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
88ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα
889γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
90ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
91βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
92Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου
93κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς
94ἄνθεα· πράξα[ντι] δʼ εὖ
95οὐ φέρει κόσμον σιω-
96πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
97καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
98Κηΐας ἀηδόνος.
Ode 4 Τῷ Αὐτῷ Ἵπποις Πύθια.
1ἔτι Συρακοσίαν φιλεῖ
2πόλιν ὁ χρυσοκόμας Ἀπόλλων,
3ἀστύθεμίν θʼ Ἱέρωνα γεραίρει·
4τρίτον γὰρ παρʼ ὀμφα]λὸν ὑψιδείρου χθονὸς
5Πυθιόνικ[ος ἀείδε]ται
6ὠκυπόδ[ων ἀρετᾶ] σὺν ἵππων.
7έ̣[!!!!] ἁδυεπὴς ἀ[να-
8ξιφόρ]μιγγος Ουρ[αν]ίας ἀλέκτωρ
9!!!!!!]εν· ἀλλʼ ἑκ[όν]τι νόῳ,
10!!!!!ο]υς ἐπέσεισ̣εν ὕμνους
11ἔτι δὲ τέ]τρατον εἴ τις ορ-
12!!!!!!!]εἵλκε Δίκ]ας τάλαν[τον
13Δεινομέν εό ς κʼ ἐγερα[ίρο]μεν υἱόν.
14πάρεστίν νιν ἀγχιάλοισ[ι Κρίσ]ας μυχοῖς
15μοῦνον ἐπιχθονίων τάδε
16μησάμενον στεφάνοις ἐρέπτειν
17δύο τʼ Ὀλυμπιονίκας
18ἀείδειν. τί φέρτερον ἢ θεοῖσιν
19φίλον ἐόντα παντο[δα]πῶν
20λαγχάνειν ἄπο μοῖρα[ν ἐσ]θλῶν;
Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια.
1εὔμοιρε Συρακοσίων
2ἱπποδινήτων στραταγέ,
3γνώσει μὲν ἰοστεφάνων
4Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
5αἴ τις ἐπιχθονίων,
6ὀρθῶς· φρένα δʼ εὐθύδικον
7ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν
8δεῦρʼ ἐπάθρησον νόῳ,
9ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
10ὕμνον ἀπὸ ζαθέας
11νάσου ξένος ὑμετέραν πέμ-
12πει κλεεννὰν ἐς πόλιν,
13χρυσάμπυκος Οὐρανίας κλει-
14νὸς θεράπων· ἐθέλει δὲ
15γᾶρυν ἐκ στηθ έω ν χέων
16αἰνεῖν Ἱέρωνα. βαθὺν
17δʼ αἰθέρα ξουθαῖσι τάμνων
18ὑψοῦ πτερύγεσσι ταχεί-
19αις αἰετὸς εὐρυάνακτος ἄγγελος
20Ζηνὸς ἐρισφαράγου
21θαρσεῖ κρατερᾷ πίσυνος
22ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
23χες λιγύφθογγοι φόβῳ·
24οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
25οὐδʼ ἁλὸς ἀκαμάτας
26δυσπαίπαλα κύματα· νωμᾶ-
27ται δʼ ἐν ἀτρύτῳ χάει
28λεπτότριχα σὺν ζεφύρου πνοι-
29αῖσιν ἔθειραν ἀρίγνω-
30τος μετʼ ἀνθρώποις ἰδεῖν·
31τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
32ὑμετέραν ἀρετὰν
33ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
34χαλκεοστέρνου τʼ Ἄρηος,
35Δεινομένευς ἀγέρω-
36χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
37ξανθότριχα μὲν Φερένικον
38Ἀλφεὸν παρʼ εὐρυδίναν
39πῶλον ἀελλοδρόμαν
40εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
41Πυθῶνί τʼ ἐν ἀγαθέᾳ·
42γᾷ δʼ ἐπισκήπτων πιφαύσκω·
43οὔπω νιν ὑπὸ προτέρων
44ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
45πρὸς τέλος ὀρνύμενον·
46ῥιπᾷ γὰρ ἴσος βορέα
47ὃν κυβερνήταν φυλάσσων
48ἵεται νεόκροτον
49νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
50ὄλβιος ᾧτινι θ εὸ ς
51μοῖράν τε καλῶν ἔπορεν
52σύν τʼ ἐπιζήλῳ τύχᾳ
53ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ
54γάρ τις ἐπιχθονίων
55πάντα γʼ εὐδαίμων ἔφυ.
56καὶ μάν π]οτʼ ἐρειψιπύλαν
57παῖδʼ ἀνίκ]ατον λέγουσιν
58δῦναι Διὸς] ἀργικεραύ-
59νου δώματα Φερσεφόνας τανισφύρου,
60καρχαρόδοντα κύνʼ ἄ-
61ξοντʼ ἐς φάος ἐξ Ἀΐδα,
62υἱὸν ἀπλάτοιʼ Ἐχίδνας·
63ἔνθα δυστάνων βροτῶν
64ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
65οἷά τε φύλλʼ ἄνεμος
66Ἴδας ἀνὰ μηλοβότους
67πρῶνας ἀργηστὰς δονεῖ.
68ταῖσιν δὲ μετέπρεπεν εἴδω-
69λον θρασυμέμνονος ἐγ-
70χεσπάλου Πορθανίδα·
71τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
72τεύχεσι λαμπόμενον,
73νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
74χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ-
75είλετο ϝιὸν ἀνα-
76πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντία
77ψυχὰ προφάνη Μελεάγρου
78καί νιν εὖ εἰδὼς προσεῖπεν·
79υἱὲ Διὸς μεγάλου,
80στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν
81μὴ ταΰσιον προΐει
82τραχὺν ἐκ χειρῶν ὀϊστὸν
83ψυχαῖσιν ἔπι φθιμένων·
84οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξ
85Ἀμφιτρυωνιάδας,
86εἶπέν τε· τίς ἀθανάτων
87ἢ βροτῶν τοιοῦτον ἔρνος
88θρέψεν ἐν ποίᾳ χθονί;
89τίς δʼ ἔκτανεν ; ἦ τάχα καλλίζωνος Ἥρα
90κεῖνον ἐφʼ ἁμετέρᾳ
91πέμψει κεφαλᾷ· τὰ δέ που
92Παλλάδι ξανθᾷ μέλει.
93τὸν δὲ προσέφα Μελέαγρος
94δακρυόεις· χαλεπὸν
95θ εῶ ν παρατρέψαι νόον
96ἄνδρεσσιν ἐπιχθονίοις.
97καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
98παῦσεν καλυκοστεφάνου
99σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
100λισσόμενος πολέων
101τʼ αἰγῶν θυσίαισι πατὴρ
102καὶ βοῶν φοινικονώτων·
103ἀλλʼ ἀνίκατον θεὰ
104ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα
105κάπρον ἀναιδομάχαν
106ἐς καλλίχορον Καλυδῶ-
107νʼ, ἔνθα πλημύρων σθένει
108ὄρχους ἐπέκειρεν ὀδόντι,
109σφάζε τε μῆλα, βροτῶν
110θʼ ὅστις εἰσάνταν μόλοι.
111τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
112στασάμεθʼ ἐνδυκέως
113ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
114κάρτος Αἰτωλοῖς ὄρεξεν,
115θάπτομεν οὓς κατέπε-
116φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
117Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον
118φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν,
119οὓς τέ]κεν ἐν μεγάροις
120πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·
121τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ
122πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων
123παῦσεν] χόλον ἀγροτέρα
124Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
125μαρνάμεθʼ ἐνδυκέως
126Κουρῆσι μενεπτολέμοις·
127ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
128Ἴφικλον κατέκτανον
129ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
130καρτερόθυμος Ἄρης
131κρίνει φίλον ἐν πολέμῳ·
132τυφλὰ δʼ ἐκ χειρῶν βέλη
133ψυχαῖς ἔπι δυσμενέων φοι-
134τᾷ θάνατόν τε φέρει
135τοῖσιν ἂν δαίμων θέλῃ·
136ταῦτʼ οὐκ ἐπιλεξαμένα
137Θεστίου κούρα δαΐφρων
138μάτηρ κακόποτμος ἐμοὶ
139βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
140καῖέ τε δαιδαλέας
141ἐκ λάρνακος ὠκύμορον
142φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
143μοῖρʼ ἐπέκλωσεν τότε
144ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
145Δαϊπύλου Κλύμενον
146παῖδʼ ἄλκιμον ἐξεναρί-
147ζων ἀμώμητον δέμας,
148πύργων προπάροιθε κιχήσας·
149τοὶ δὲ πρὸς εὐκτιμέναν
150φεῦγον ἀρχαίαν πόλιν
151Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
152γνῶν δʼ ὀλιγοσθενέων·
153αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
154ἀγλαὰν ἥβαν προλείπων.
155φασὶν ἀδεισιβόαν
156Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
157τέγξαι βλέφαρον, ταλαπενθ έο ς
158πότμον οἰκτίροντα φωτός·
159καί νιν ἀμειβόμενος
160τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,
161μηδʼ ἀελίου προσιδεῖν
162φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν
163πρᾶξις τάδε μυρομένοις,
164χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν.
165ἦ ῥα τις ἐν μεγάροις
166Οἰνῆος ἀρηϊφίλου
167ἔστιν ἀδμήτα θυγάτρων,
168σοὶ φυὰν ἀλιγκία;
169τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
170τὸν δὲ μενεπτολέμου
171ψυχὰ προσέφα Μελεά-
172γρου· λίπον χλωραύχενα
173ἐν δώμασι Δαϊάνειραν,
174νῆϊν ἔτι χρυσέας
175Κύπριδος θελξιμβρότου.
176λευκώλενε Καλλιόπα,
177στᾶσον εὐποίητον ἅρμα
178αὐτοῦ· Δία τε Κρονίδαν
179ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
180τόν τʼ ἀκαμαντορόαν
181Ἀλφ εό ν, Πέλοπός τε βίαν,
182καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
183ποσσὶ νικάσας δρόμῳ
184ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
185σας Ἱέρωνι φέρων
186εὐδ]αιμονίας πέταλον.
187χρὴ δʼ ἀλαθείας χάριν
188αἰνεῖν, φθόνον ἀμφοτέραισιν
189χερσὶν ἀπωσάμενον,
190εἴ τις εὖ πράσσοι βροτῶν.
191Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
192Ἡσίοδος πρόπολος
193Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
194καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
195πείθομαι εὐμαρέως
196εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
197πέμπειν Ἱέρωνι· τόθεν γὰρ
198πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
199τοὺς ὁ μεγιστοπάτωρ
200Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.
Ode 6 Λάχωνι Κεῖῳ Παιδί Σταδίει Ολύμπια
1Λάχων Διὸς μεγίστου
2λάχε φέρτατον πόδεσσι
3κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,
4διʼ ὅσσα πάροιθεν
5ἀμπελοτρόφον Κέον
6ἄεισάν ποτʼ Ὀλυμπίᾳ
7πύξ τε καὶ στάδιον κρατεῦ-
8σαν] στεφάνοις ἐθείρας
9νεανίαι βρύοντες.
10σὲ δὲ νῦν ἀναξιμόλπου
11Οὐρανίας ὕμνος ἕκατι νίκ[ας
12Ἀριστομένειον
13ὦ ποδάνεμον τέκος,
14γεραίρει προδόμοις ἀοι-
15δαῖς, ὅτι στάδιον κρατή-
16σας Κέον εὐκλέϊξας.
Ode 7 Τῷ Αὐτῷ
1ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ
2Νυκτός, σὲ πεντήκοντα μηνῶν ἁμέραν
3ἑκκαιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ˘¯
4!!!]β̣αρυβρ[!!!!!!!!!!!!!] ἕκατι
5!!!]ι̣τοσαιμα̣[
6κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν
7Ἕλλασι καὶ γυίων ἀρισταλκὲς σθένος·
8ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας
9νίκας ἐπʼ ἀνθρώποισιν εὔδοξος κέκλη-
10ται καὶ πολυζήλωτος. Ἀρ[ιστομένει]ον
11νῦν γ]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να
Ode 8 Λιπαρίωνι Κεῖῳ
17Πυθῶνά τε μηλοθύταν
18ὑμν έω ν Νεμέαν τε καὶ Ἰσθμόν·
19γᾷ δʼ ἐπισκήπτων χέρα
20κομπάσομαι· σὺν ἀλα-
21θείᾳ δὲ πᾶν λάμπει χρέος·
22οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα-
23νας ἐν ἅλικι χρόνῳ
24παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ-
25νας ἐδέξατο νίκας.
26ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα
27ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς
28θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς
29γλαυκὸν Αἰτωλίδος
30ἄνδημʼ ἐλαίας
31ἐν Πέλοπος Φρυγίου
32κλεινοῖς ἀέθλοις.
Ode 9 Ἀυτομήδει Φλειάσιῳ Πεντάθλῳ Νέμεα
1δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
2πεισίμβροτον δοίητʼ, ἐπεὶ
3Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
4εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
5Ζηνὸς εὐθαλὲς πέδον
6ὑμνεῖν, ὅθι μηλοδαΐκταν
7θρέψεν ἁ λευκώλενος
8Ἥρα περικλειτῶν ἀέθλων
9πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
10κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
11πρώτιστον Ἀργείων κριτοὶ
12ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
13πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
14σᾶμα μέλλοντος φόνου.
15ὦ μοῖρα πολυκρατές· οὔ νιν
16πεῖθʼ Ὀϊκλείδας πάλιν
17στείχειν ἐς εὐάνδρους ἀγυιάς.
18ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
19ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
20πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
21κείνων ἀπʼ εὐδόξων ἀγώνων
22ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν
23οἳ τριέτει στεφάνῳ
24ξανθὰν ἐρέψωνται κόμαν.
25Αὐτομήδει νῦν γε νικά-
26σαντί νιν δαίμων ἔδωκεν.
27πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
28ἄστρων διακρίνει φάη
29νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
30τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
31φαῖνε θαυμαστὸν δέμας,
32δισκὸν τροχοειδέα ῥίπτων,
33καὶ μελαμφύλλου κλάδον
34ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
35αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
36ἢ τελευταίας ἀμάρυγμα πάλας·
37τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
38γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
39ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
40τοῦ κ[λέος π]ᾶσαν χθόνα
41ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
42ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
43οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
44ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
45σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
46ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
47στείχει διʼ εὐρείας κελεύθου
48μυρία παντᾷ φάτις
49σᾶς γενεᾶς λιπαρο-
50ζώνων θυγάτρων, ἃς θεοὶ
51σὺν τύχαις ᾤκισσαν ἀρχα-
52γοὺς ἀπορθήτων ἀγυιᾶν.
53τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου
54Θήβας ἐΰδμ[ατον πόλι]ν,
55ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου
56Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω
57¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου·
58ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
59¯ ˘ ¯ × ¯ ˘ ¯
60¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯
61α[˘ ¯ ¯ ¯ ˘ ε]ὔπ[ε]πλον [
62ἠ[δὲ Πειράν]αν ἑλικοστέφα[νον
63κ[ούραν, ὅ]σαι τʼ ἄλλαι θεῶν
64ε̣[ὐναῖς ἐδ]άμησαν ἀριγνώτοις π[α]λαι[οῦ
65παῖδες αἰ]δ̣οῖαι ποταμοῦ κελάδοντος·
66¯˘¯¯]αν πόλιν
67¯¯˘˘¯]σί τε νίκα[ς
68¯˘¯ αὐ]λῶν βοαὶ
69σύμφωνα πνείο]υσαι· με[γίστου
70¯˘¯¯¯˘¯¯¯˘¯]α̣ν·
71¯¯˘¯¯¯˘˘¯˘]νέος
72χρ]υσέα[ν προσ]θέντα ϝιόπλοκον εὖ εἰπεῖν [κόραν,
73καὶ μ]ατ[έρʼ ἀγ]νάμπτων ἐρώτων
74¯ ˘ ¯ κλε]ινὰν βροτο[ῖς
75¯ ˘ ˘ ¯ ˘]λέων
76¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯
77¯ ˘ ¯ νασι]ώταν
78¯ ˘ ¯ ¯ ¯ ˘]ν ὕμνον,
79¯ ˘ ¯ ¯ ¯] καὶ ἀποφθιμένῳ
80τὸν πάντʼ ἐς ἄτ]ρυτον χρόνον,
81καὶ τοῖς ἐπιγ]ιγνομένοις αἰεὶ πιφαύσκοι
82σὰν Νε]μέᾳ νίκαν· τό [γέ] τοι καλὸν ἔργον
83γνησίων ὕμνων τυχὸν
84ὑψοῦ παρὰ δαίμοσι κεῖται·
85σὺν δʼ ἀλαθείᾳ βροτῶν
86κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις,
87λείπεται Μουσᾶν [˘¯¯¯ ἄθυ]ρμα.
88εἰσὶ δʼ ἀνθρ[ώπων ˘˘¯˘˘¯
89πολλαί· διακρίνει δὲ θ εῶ ν
90βουλὰ [τὸ καλυπτό]μενον νυκτὸς [δνόφοισιν·
91!]!!![˘¯¯¯˘]γε καὶ τὸν ἀρείω
92¯˘¯¯¯˘]που.
93¯¯˘˘¯˘˘]εύσων
94¯˘¯¯¯˘¯
95¯¯˘¯¯¯˘ π]αύροις
96ἀν]δρ[άσιν ¯¯˘¯¯¯]ι̣ τὸ μέλλον·
97!!]ι̣μιω̣[¯¯˘ ἔδ]ωκε χάριν
98κ]αὶ Διων[ύσου Κρονίδας] θεοτίματον πόλιν
99ναίειν ἀπο[ρθήτους θαλ]εῦντας·
100χρυσεοσκάπτρ[ου Διὸς
101ὅς] τι καλὸν φέ[ρεται,
102πᾶς αἰ]νέοι· Τιμοξ[ένου
103πα]ιδὶ σὺν κώ[μοις ἁμαρ-
104τ[έ]ο]ιτε πεντ[άθλου ϝέκατι.
Ode 10 Ἀγλαῷ (?) Ἀθηναίῳ Δρομεῖ Ἰσθμια
1Φή]μα, σὺ γ[ὰ]ρ ἀ[γγελίαις θνατῶν ἐπ]οιχνεῖς
2φῦ]λα, καὶ πᾶ[!¯˘¯×
3!!!!!]μ̣εαλμει̣[˘˘¯
4!!!!!]πὸ κεύ[˘˘¯×
5!!!!]νωνται [¯˘¯¯
6¯˘]!!ῳ ξ[υν]όν, ὅ,τι χρυ[σέαν ˘˘¯
7ο[!!!] ὀφθαλμοῖσι Ν[ίκαν
8π[αῦλ]αν ἀπράκταν [!!!!![
9Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας
10νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
11ἀχ]ειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα
12ξυνὸν ἀνθρώποισιν εἴη
13χάρμα, τεὰν ἀρετὰν
14μανῦον ἐπιχθονίοισιν,
15ὁσσάκις Νίκας ἕκατι
16ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν
17κῦδος εὐρείαις Ἀθάναις
18θῆκας Οἰνείδαις τε δόξαν.
19ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
20εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν·
21δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
22θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
23ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
24φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
25τετρ[αέλικτο]ν ἐπεὶ
26κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
27δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
28λων [ἀεθλάρχ]ων προφᾶται·
29δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
30βωμό[ν· ἁ κλει]νά τε Θήβα
31δέκτ[ό νιν ε]ὐρύχορόν
32τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
33οἵ τε Π[ελλάν]αν νέμονται,
34ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
35νᾶσο[ν Αἴγιν]αν. ματεύει
36δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
37ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
38τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
39ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
40ἐλπίδι χρυ εῳ τέθαλεν·
41ἤ τινα θευπροπίαν
42εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι
43ποικίλον τόξον τιταίνει·
44οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις
45θυμὸν αὔξουσιν· τὸ μέλλον
46δʼ ἀκρίτους τίκτει τελευτάς,
47πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν
48ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν·
49οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
50ἃ καὶ τὸν ἀχρεῖον τί[θησ]ι
51χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω
52ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας
53ὕστε]ρον εὐφροσύνα·
54αὐλῶν [δὲ ˘¯˘˘¯¯
55μειγν̣[υτ¯¯˘¯¯
56χρή τιν[¯¯¯˘¯¯
Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια
1Νίκα [γλυκύδωρε, μεγίσταν
2σοὶ πατ[ὴρ ὤπασσε τιμὰν
3ὑψίζυγ[ος Οὐρανιδᾶν
4ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ
5Ζηνὶ παρισταμένα
6κρίνεις τέλος ἀθανάτοι-
7σίν τε καὶ θνατοῖς ἀρετᾶς.
8ἔλλαθι, [βαθυ]πλοκάμου
9κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι
10καὶ νῦν Μεταπόντιον εὐ-
11γυίων [κατέχ]ουσι νέων
12κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·
13ὑμνεῦσι δὲ Πυθιόνικον
14παῖδα θαητὸν Φαΐσκου.
15ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ-
16ὸς βαθυζώνοιο Λατοῦς
17δέκτο βλεφάρῳ· πολέες
18δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
19ἐν πεδίῳ στέφανοι
20Κίρρας ἔπεσον κρατερᾶς
21ἦρα παννίκοιο πάλας·
22οὐκ εἶδέ νιν ἀέλιος
23κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
24φάσω δὲ καὶ ἐν ζαθέοις
25ἁγνοῦ Πέλοπος δαπέδοις
26Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
27εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
28παγξένῳ χαίταν ἐλαίᾳ
29γλαυκᾷ στεφανωσάμενον
30πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.
31[οὔ τι δόλος κακόφρων]
32παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
33ποικίλαις τέχναις πέλασσεν·
34ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
35γνῶμαι πολύπλαγκτοι βροτῶν
36ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
37νῦν δʼ Ἄρτεμις ἀγροτέρα
38χρυσαλάκατος λιπαρὰν
39ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
40τᾷ ποτʼ Ἀβαντιάδας
41βωμὸν κατένασσε πολύλ-
42λιστον εὔπεπλοί τε κοῦραι·
43τὰς ἐξ ἐρατῶν ἐφόβησεν
44παγκρατὴς Ἥρα μελάθρων
45Προίτου, παραπλῆγι φρένας
46καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ·
47παρθενίᾳ γὰρ ἔτι
48ψυχᾷ κίον ἐς τέμενος
49πορφυροζώνοιο θεᾶς·
50φάσκον δὲ πολὺ σφέτερον
51πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
52σεμνοῦ Διὸς εὐρυβία.
53ταῖσιν δὲ χολωσαμένα
54στήθεσσι παλίντροπον ἔμβαλεν νόημα·
55φεῦγον δʼ ὄρος ἐς τανίφυλλον,
56σμερδαλ έα ν φωνὰν ἱεῖσαι,
57Τιρύνθιον ἄστυ λιποῦσαι
58καὶ θεοδμάτους ἀγυιάς,
59ἤδη γὰρ ἔτος δέκατον
60θ εο φιλὲς λιπόντες Ἄργος
61ναῖον ἀδεισιβόαι
62χαλκάσπιδες ἡμίθεοι
63σὺν πολυζήλῳ βασιλεῖ.
64νεῖκος γὰρ ἀμαιμάκετον
65βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς
66Προίτῳ τε καὶ Ἀκρισίῳ·
67λαούς τε διχοστασίαις
68ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
69λίσσοντο δὲ παῖδας Ἄβαντος
70γᾶν πολύκριθον λαχόντας
71Τίρυνθα τὸν ὁπλότερον
72κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
73Ζεύς τʼ ἔθελεν Κρονίδας,
74τιμῶν Δαναοῦ γενεὰν
75καὶ διωξίπποιο Λυγκ έο ς,
76παῦσαι στυγερῶν ἀχέων.
77τεῖχος δὲ Κύκλωπες κάμον
78ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
79κάλλιστον, ἵνʼ ἀντίθεοι
80ναῖον κλυτὸν ἱππόβοτον
81Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
82ἔνθεν ἀπεσσύμεναι
83Προίτου κυανοπλόκαμοι
84φεῦγον ἄδματοι θύγατρες,
85τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί-
86να τέ νιν πλᾶξεν μέριμνα·
87δοίαξε δὲ φάσγανον ἄμ-
88φακες ἐν στέρνοισι πᾶξαι.
89ἀλλά νιν αἰχμοφόροι
90μύθοισί τε μειλιχίοις
91καὶ βίᾳ χειρῶν κάτεχον.
92τρισκαίδεκα μὲν τελέους
93μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
94φεῦγόν τε κατʼ Ἀρκαδίαν
95μηλοτρόφον· ἀλλʼ ὅτε δὴ
96Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
97ἔνθεν χρόα νιψάμενος φοι-
98νικο[κραδέμνοι]ο Λατοῦς
99κίκλ[ῃσκε θύγατρα] βοῶπιν,
100χεῖρας ἀντείνων πρὸς αὐγὰς
101ἱππώκεος ἀελίου,
102τέκνα δυστάνοιο λύσσας
103πάρφρονος ἐξαγαγεῖν·
104θύσω δέ τοι εἴκοσι βοῦς
105ἄζυγας φοινικότριχας.
106τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα
107θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν
108παῦσεν καλυκοστεφάνους
109κούρας μανιᾶν ἀθέων·
110ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον,
111χραῖνόν τέ μιν αἵματι μήλων
112καὶ χοροὺς ἵσταν γυναικῶν.
113ἔνθεν καὶ ἀρηϊφίλοις
114ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς
115ἕσπεο, σὺν δὲ τύχᾳ
116ναίεις Μεταπόντιον, ὦ
117χρυσέα δέσποινα λαῶν·
118ἄλσος τέ τοι ἱμερόεν
119Κάσαν παρʼ εὔυδρον πρὸ να-
120οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ
121βουλαῖσι θεῶν μακάρων
122πέρσαν πόλιν εὐκτιμέναν
123χαλκοθωράκων μετʼ Ἀτρειδᾶν. δικαίας
124ὅστις ἔχει φρένας, εὑ-
125ρήσει σὺν ἅπαντι χρόνῳ
126μυρίας ἀλκὰς Ἀχαιῶν.
Ode 12 Τεισίᾳ Ἀιγινήτῃι Παλαιστῇ Νέμεα
1ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ-
2σʼ εὔθυνε Κλειοῖ
3νῦν φρένας ἁμετέρας,
4εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν
5ξείνοισί με πότνια Νίκα
6νᾶσον Αἰγίνας ἀπάρχει
7ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν·
8τάν τʼ ἐν Νεμέᾳ γυιαλκέα μουνοπάλαν
34ξεινου̣ [!!!!]νιοι αστ[ׯ˘¯
35ἀμφικ[τιόν]ω̣ν ἐν ἀέθλοι̣[ς
36σὺν τρι[άκο]ντʼ ἀ̣γλααῖσιν
37νίκαις [ἐκ]ωμάσθησαν οἱ μει̣[¯˘¯,
38οἱ δʼ ἐν Πέλοπος ζ̣α̣θέας
39νάσου π[ι]τυώδεϊ δείρᾳ,
40οἱ δὲ φοινικοστερόπα τεμένει
41Ζηνὸς Νεμ εαί ου·
42. . . (.)] ταύτας̣ καὶ ἐπʼ ἀργυροδίνα
Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα
8¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯
9¯ ˘ ˘ ¯ ˘ ˘ λειω
10¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ´ ̣ ε̣ρ̣[
11¯ ˘ ˘ ¯ ˘ ˘ ¯
12¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ δαν·
44ὕβριος ὑψινόου
45παύσει, δίκας θνατοῖσι κραίνων·
46οἵαν τινὰ δύσλοφον ὠ-
47μηστᾷ λέοντι
48Περσείδας ἐφίησι ν
49χεῖρα παντοίαισι τέχναις·
50οὐ γὰρ] δαμασίμβροτος αἴθων
51χαλ]κὸς ἀπλάτου θέλει
52χωρε]ῖν διὰ σώματος, ἐ-
53γνάμ]φθη δʼ ὀπίσσω
54φάσγα]νον· ἦ ποτέ φαμι
55τᾷδε] περὶ στεφάνοισι
56παγκ]ρατίου πόνον Ἑλ-
57λάνεσσι]ν ἱδρώεντʼ ἔσεσθαι.
58ὃς νῦν παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς
59Νίκας ἐ]ρ[ικ]υδέος ἀν-
60δεθε]ῖσιν ἄνθ εα ,
61χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ-
62ῶνι] τρέφει παύροις βροτῶν
63αἰ]εί, καὶ ὅταν θανάτοιο
64κυάν εο ν νέφος καλύψῃ, λείπεται
65ἀθάνατον κλέος εὖ ἐρ-
66χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.
67τῶν καὶ σὺ τυχὼν Νεμέᾳ,
68Λάμπωνος υἱέ,
69πανθαλ έω ν στεφάνοισιν
70ἀνθέων] χαίταν ἐρεφθείς,
71!!!!!!] πόλιν ὑψιάγυιαν
72!!!!!!! τε]ρψιμβρότων
73![!!!!!!!!!] ἁβ̣[ροπν]όων
74κώμων πατρῴαν
75νᾶσον, ὑπέρβιον ἰσχὺν
76παμμαχιᾶν ἀναφαίνων.
77ὦ ποταμοῦ θύγατερ
78δινᾶντος Αἴγινʼ ἠπιόφρον,
79ἦ τοι μεγάλαν [Κρονίδας
80ἔδωκε τιμὰν
81ἐν πάντεσσιν [ἀγῶσιν,,
82πυρσὸν ὣς Ἕλλ[ασι ¯×
83φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ
84καί τις ὑψαυχὴς κό[ρα,
85¯¯˘˘¯˘˘ ραν
86πόδεσσι ταρφ έω [ς,
87ἠΰτε νεβρὸς ἀπενθής,
88ἀνθεμόεντας ἐπʼ [ὄχθους
89κοῦφα σὺν ἀγχιδό[μοις
90θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·
91ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
92ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
93ρίαν ἄθυρσιν
94παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
95δέσποινα παγξε[ίνου χθονός,
96Ἐνδαΐδα τε ῥοδό[παχυν,
97ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
98καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν,
99Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς·
100τῶν θʼ υἷας ἀερσιμάχους,
101ταχύν τʼ Ἀχιλλ έα
102εὐειδ έο ς τʼ Ἐριβοίας
103παῖδʼ ὑπέρθυμον βοα[θ όο ν
104Αἴαντα σακεσφόρον ἥ[ρω,
105ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς
106ἔσχεν θρασυκάρδιον [ὁρ-
107μαίνοντα ν[ᾶας
108θεσπεσίῳ πυ[ρὶ καῦσαι
109Ἕκτορα χαλ[κεομίτρα]ν,
110ὁππότε Π[ηλεΐδας
111τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν
112ὠρίνατ[ο, Δαρδανίδας
113τʼ ἔλυσεν ἄ[τας·
114οἳ πρὶν μὲν [πολύπυργο]ν
115Ἰλίου θαητὸν ἄστυ
116οὐ λεῖπον, ἀτυζόμενοι [δὲ
117πτ]ᾶσσον ὀξεῖαν μάχαν,
118εὖτʼ ἐν πεδίῳ κλονέων
119μαίνοιτʼ Ἀχιλλεύς,
120λαοφόνον δόρυ σείων·
121ἀλλʼ ὅτε δὴ πολέμοιο
122λῆξεν ἰοστεφάνου
123Νηρῇδος ἀτρόμητος υἱός·
124ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας
125πόντῳ βορέας ὑπὸ κύ-
126μασιν δαΐζει
127νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ
128λῆξεν δὲ σὺν φ αε σιμβρότῳ
129ἀοῖ, στόρεσεν δέ τε πόντον
130οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ
131ἱστίον, ἁρπαλέως τʼ ἄ-
132ελπτον ἐξίκοντο χέρσον·
133ὣς Τρῶες, ἐπεὶ κλύον αἰ-
134χματὰν Ἀχιλλ έα
135μίμνοντʼ ἐν κλισίῃσιν
136εἵνεκεν ξανθᾶς γυναικός,
137Βρισηΐδος ἱμερογυίου,
138θ εο ῖσιν ἄντειναν χέρας,
139φοιβὰν ἐσιδόντες ὑπαὶ
140χειμῶνος αἴγλαν·
141πασσυδίᾳ δὲ λιπόντες
142τείχεα Λαομέδοντος
143ἐς πεδίον κρατερὰν
144ἄϊξαν ὑσμίναν φέροντες·
145ὦρσάν τε φόβον Δαναοῖς·
146ὤτρυνε δʼ Ἄρης
147εὐεγχής, Λυκίων τε
148Λοξίας ἄναξ Ἀπόλλων·
149ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας·
150ναυσὶ δʼ εὐπύμνοις παραὶ
151μάρναντʼ, ἐναριζομένων
152δʼ ἔρ]ευθε φώτων
153αἵμα]τι γαῖα μέλαινα
154Ἑκτορ]έας ὑπὸ χειρός,
155πῆμα μ]έγʼ ἡμιθέοις
156!!!!!] ἰσοθ έω ν διʼ ὁρμάν.
157!!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
158!!!!]οντες ὑπερφίαλον
159[ׯ˘¯¯]
160!!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ-
161¯¯˘¯¯¯] νέας
162¯¯˘˘ εἰλα]πίνας τʼ ἐν
163ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
164μέλλον ἄρα πρότερον δι-
165νᾶντα φοινίξειν Σκάμανδρον,
166θνᾴσκοντες ὑπʼ Αἰακίδαις
167ἐρειψ[ιτ]ο̣ί ̣[χοις·
168τῶν εἰ καὶ τ[˘˘¯¯
169ἢ βαθυξύλω[ι˘¯¯
175οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
176πασιφανὴς Ἀρετὰ
177κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,
178ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ
179βρύουσα δόξᾳ
180στρωφᾶται κατὰ γᾶν [τε
181καὶ πολυπλάγκταν θ[άλασσαν.
182καὶ μὰν φερεκυδέα ν[ᾶσον
183Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
184κλείᾳ δὲ φιλοστεφ[άνῳ
185πόλιν κυβερνᾷ,
186Εὐνομία τε σαόφρων,
187ἃ θαλίας τε λέλογχεν
188ἄστεά τʼ εὐσεβέων
189ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει·
190νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι,
191Πυθ έα , μελέταν τε βροτω-
192φελ έα Μενάνδρου,
193τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ
194τίμασεν ἁ χρυσάρματος
195σεμνὰ μεγάθυμος Ἀθάνα,
196μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων
197ἐστεφάνωσεν ἐθείρας
198ἐν πανελλάνων ἀέθλοις.
199εἰ μή τινα θερσιεπὴς
200φθόνος βιᾶται,
201αἰνείτω σοφὸν ἄνδρα
202σὺν δίκᾳ. βροτῶν δὲ μῶμος
203πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις·
204ἁ δʼ ἀλαθεία φιλεῖ
205νικᾶν, ὅ τε πανδαμάτωρ
206χρόνος τὸ καλῶς
207ἐ]ργμένον αἰὲν ἀ[έξει·
208δυσμενέων δὲ μα[ταία
209γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει
220ἐλπίδι θυμὸν ἰαίνει·
221τᾷ καὶ ἐγὼ πίσυνο[ς
222φοινικοκραδέμνοισ[ι Μούσαις
223ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
224φαίνω, ξενίαν τε [φιλά-
225γλαον γεραίρω,
226τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
227βληχρὰν ἐπαθρήσαις τ[ίει,
228τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
229πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
230τερψιεπεῖς νιν ἀοιδαὶ
231παντὶ καρύξοντι λαῷ.
Ode 14 Κλεοπτολέμῳ Θεσσαλῷ Ἵπποις Πετραῖα
1εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν-
2θρώποις ἄριστον·
3συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-
4νει βαρύτλατος μολοῦσα·
5κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-
6χει κ]ατορθωθεῖσα· τιμὰν
7δʼ ἄλ]λος ἀλλοίαν ἔχει·
8μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ
9πασᾶ]ν πρόκειται,
10ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-
11ται δι]καίαισι φρένεσσιν.
12οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-
13ζει μ]άχαις φόρμιγγος ὀμφὰ
14καὶ λι]γυκλαγγεῖς χοροί,
15οὔτʼ ἐ]ν θαλίαις καναχὰ
16χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
17καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
18λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.
19Κλεοπτολέμῳ δὲ χάριν
20νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-
21ου τέμενος κελαδῆσαι,
22Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν,
23ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου
Ode 14b Ἀριστοτελει Λαρισαίῳ Ἵπποις !!] γ̣ι̣α
1Ἐστία χρυσόθρονʼ, εὐ-
2δόξων Ἀγαθοκλεαδᾶν ἅτʼ ἀφνε![ῶν
3ἀνδρων μέγαν ὄλβον ἀέξεις
4ἡμένα μέσαις ἀγυιαῖς
5Πηνειὸν ἀμφʼ εὐώδεα Θεσσαλία[ς
6μηλοτρόφου ἐν γυάλοις·
7κεῖθεν καὶ Ἀριστοτέλης Κίρ-
8ραν πρὸς εὐθαλέα μολών
9δὶς στεφανώσατο Λα-
10ρίσα[ς ἀναξίππου χάριν [