Διθύραμβοι
- Scientific editors
- Richard C. Jebb
- Edition reference
- The Poems and Fragments · Cambridge · Cambridge University Press · 1905
- CTS identifier
urn:cts:greekLit:tlg0199.tlg002.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Ode 15 Ἀν]τηνορίδαι [ἢ Ἑλένη]ς Ἀπαίτησις
1Ἀντήνορος] ἀντιθέου
2!!!!!!]ρ̣α̣κ̣ο̣ι̣τ̣ις Ἀθάνας πρόσπολος,
3ׯ˘¯¯] Παλλάδος ὀρσιμάχου
4¯¯˘¯¯ χ]ρυσέας
5¯˘¯¯¯˘ ]ν Ὀδυσσεῖ
6Λαρτιᾴδᾳ Μενελ]άῳ τʼ Ἀτρεΐδᾳ βασιλεῖ
7¯ ˘ ¯ ¯ ¯ βαθύ]ζωνος Θεανὼ
8¯ ¯ ˘ ˘ ¯ ˘ ˘]ον
9× ¯ ˘ ˘ ¯ ˘ ˘ ¯] προσήνεπεν
10× ¯ ˘ ¯ ¯ ¯ ˘ ἐ]ϋκτιμέναν
11¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯
12¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯]δ̣ων τυχόντες
13¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ˘ ¯] σὺν θεοῖς
14¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯]ους
22¯ ¯ ˘˘ ¯ ˘˘ ¯
23¯ ¯ ˘˘ ¯ μεσονύ]κτιος κέαρ
36¯ ¯ ˘ ¯ ¯ ¯ ˘˘ ¯ ˘˘ ¯
37ἆγον, πατὴρ δʼ εὔβουλος ἥρως
38πάντα σάμαινεν Πριάμῳ βασιλεῖ
39παίδεσσί τε μῦθον Ἀχαιῶν.
40ἔνθα κάρυκες διʼ εὐ-
41ρεῖαν πόλιν ὀρνύμενοι
42Τρώων ἀόλλιζον φάλαγγας
43δεξίστρατον εἰς ἀγοράν.
44παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος·
45θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις
46εὔχοντο παύσασθαι δυᾶν.
47Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
48Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
49φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·
50ὦ Τρῶες ἀρηΐφιλοι,
51Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
52οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
53ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν
54πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
55Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·
56ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
57ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
58ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς
59Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς
60ἀλλότριον ὤπασεν, αὖτις
61δʼ ἐς βαθὺν πέμπει φθόρον,
62κείνα καὶ ὑπερφιάλους
63Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
Ode 16 [Ἡρακλῆς]
1Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ
2ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
3Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία,
4πολυφ]άτων γέμουσαν ὕμνων
5!!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ
6!!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ,
7ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος,
8!!!!!!]δʼ ἵκῃ παιηόνων
9ἄνθεα πεδοιχνεῖν,
10Πύθιʼ Ἄπολλον,
11τόσα χοροὶ Δελφῶν
12σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.
13πρίν γε κλέομεν λιπεῖν
14Οἰχαλίαν πυρὶ δαπτομέναν
15Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ-
16θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·
17ἔνθʼ ἀπὸ λαΐδος εὐρυνεφεῖ Κηναίῳ
18Ζηνὶ θύεν βαρυαχέας ἐννέα ταύρους
19δύο τʼ ὀρσιάλῳ δαμασίχθονι μέλ-
20λε κόρᾳ τʼ ὀβριμοδερκεῖ ἄζυγα
21παρθένῳ Ἀθάνᾳ
22ὑψικέραν βοῦν.
23τότʼ ἄμαχος δαίμων
24Δαϊανείρᾳ πολύδακρυν ὕφανε
25μῆτιν ἐπίφρονʼ, ἐπεὶ
26πύθετʼ ἀγγελίαν ταλαπενθέα,
27Ἰόλαν ὅτι λευκώλενον
28Διὸς υἱὸς ἀταρβομάχας
29ἄλοχον λιπαρὸ[ν π]οτὶ δόμον πέμποι.
30ἆ δύσμορος, ἆ τάλαινʼ, οἷον ἐμήσατο·
31φθόνος εὐρυβίας νιν ἀπώλεσεν,
32δνόφεόν τε κάλυμμα τῶν
33ὕστερον ἐρχομένων,
34ὅτʼ ἐπὶ ῥοδόεντι Λυκόρμᾳ
35δέξατο Νέσσου πάρα δαιμόνιον τέρ[ας.
Ode 17 Ηίθεοι [ἢ] Θησεύς
1Κυανόπρῳρα μὲν ναῦς μενέκτυπον
2Θησέα δὶς ἑπτά τʼ ἀγλαοὺς ἄγουσα
3κούρους Ἰαόνων
4Κρητικὸν τάμνε πέλαγος·
5τηλαυγέϊ γὰρ [ἐν] φάρεϊ
6βορήϊαι πίτνον αὖραι
7κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας·
8κνίσεν τε Μίνωϊ κέαρ
9ἱμεράμπυκος θεᾶς
10Κύπριδος αἰνὰ δῶρα·
11χεῖρα δʼ οὐκέτι παρθενικᾶς
12ἄτερθʼ ἐράτυεν, θίγεν
13δὲ λευκᾶν παρηΐδων·
14βόασέ τʼ Ἐρίβοια χαλκο-
15θώρακα Πανδίονος
16ἔκγονον· ἴδεν δὲ Θησεύς,
17μέλαν δʼ ὑπʼ ὀφρύων
18δίνασεν ὄμμα, καρδίαν τέ ϝοι
19σχέτλιον ἄμυξεν ἄλγος,
20εἶρέν τε· Διὸς υἱὲ φερτάτου,
21ὅσιον οὐκέτι τεᾶν
22ἔσω κυβερνᾷς φρενῶν
23θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.
24ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
25ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-
26λαντον, πεπρωμέναν
27αἶσαν ἐκπλήσομεν, ὅταν
28ἔλθῃ· σὺ δὲ βαρεῖαν κάτε-
29χε μῆτιν. εἰ καί σε κεδνὰ
30τέκεν λέχει Διὸς ὑπὸ κρόταφον Ἴδας
31μιγεῖσα Φοίνικος ἐρα-
32τώνυμος κόρα βροτῶν
33φέρτατον, ἀλλὰ κἀμὲ
34Πιτθέος θυγάτηρ ἀφνεοῦ
35πλαθεῖσα ποντίῳ τέκεν
36Ποσειδᾶνι, χρύσεον
37τέ ϝοι δόσαν ἰόπλοκοι
38κάλυμμα Νηρηΐδες.
39τῶ σε, πολέμαρχε Κνωσίων,
40κέλομαι πολύστονον
41ἐρύκεν ὕβριν· οὐ γὰρ ἂν θελοι-
42μʼ ἀμβρότου ἐραννὸν Ἀοῦς
43ἰδεῖν φάος, ἐπεί τινʼ ἠϊθ έω ν
44σὺ δαμάσειας ἀέκον-
45τα· πρόσθε χειρῶν βίαν
46δείξομεν· τὰ δʼ ἐπιόντα δαίμων κρινεῖ.
47τόσʼ εἶ]πεν ἀρέταιχμος ἥρως·
48τάφον δὲ ναυβάται
49φωτὸς] ὑπεράφανον
50θάρσος· Ἁλίου τε γαμβρῷ χολώ[σατʼ ἦτορ,
51ὕφαινέ τε ποταινίαν
52μῆτιν, εἶπέν τε· μεγαλοσθενὲς
53Ζεῦ πάτερ, ἄκουσον· εἴπερ μ[ε κούρ]α
54Φοίνισσα λευκώλενος σοὶ τέκε,
55νῦν πρόπεμπʼ ἀπʼ οὐρανοῦ θ[οὰν
56πυριέθειραν ἀστραπὰν
57σᾶμʼ ἀρίγνωτον· εἰ
58δὲ καὶ σὲ Τροιζηνία σεισίχθονι
59φύτευσεν Αἴθρα Ποσει-
60δᾶνι, τόνδε χρύσεον
61χειρὸς ἀγλαὸν
62ἔνεγκε κόσμον ἐκ βαθείας ἁλός,
63δικὼν θράσει σῶμα πατρὸς ἐς δόμους.
64εἴσεαι δʼ αἴ κʼ ἐμᾶς κλύῃ
65Κρόνιος εὐχᾶς
66ἀναξιβρόντας ὁ πάντων μεδ έω ν.
67κλύε δʼ ἄμετρον εὐχὰν μεγασθενὴς
68Ζεύς, ὑπέροχόν τε Μίνωϊ φύτευσε
69τιμὰν φίλῳ θέλων
70παιδὶ πανδερκέα θέμεν,
71ἄστραψέ θʼ· ὁ δὲ θυμάρμενον
72ἰδὼν τέρας πέτασε χεῖρας
73κλυτὰν ἐς αἰθέρα μενεπτόλεμος ἥρως,
74εἶρέν τε· Θησεῦ, σὺ τάδε
75μὲν βλέπεις σαφῆ Διὸς
76δῶρα· σὺ δʼ ὄρνυʼ ἐς βα-
77ρύβρομον πέλαγος· Κρονίδας
78δέ τοι πατὴρ ἄναξ τελεῖ
79Ποσειδὰν ὑπέρτατον
80κλέος χθόνα κατʼ ἠΰδενδρον.
81ὣς εἶπε· τῷ δʼ οὐ πάλιν
82θυμὸς ἀνεκάμπτετʼ, ἀλλʼ εὐ-
83πάκτων ἐπʼ ἰκρίων
84σταθεὶς ὄρουσε, πόντιόν τέ νιν
85δέξατο θελημὸν ἄλσος.
86τά[φ]εν δὲ Διὸς υἱὸς ἔνδοθεν
87κέαρ, κέλευσέ τε κατʼ οὖ-
88ρον ἴσχεν εὐδαίδαλον
89νᾶα· μοῖρα δʼ ἑτέραν ἐπόρσυνʼ ὁδόν.
90ἵετο δʼ ὠκύπομπον δόρυ· σόει
91νιν βορεὰς ἐξόπιν πνέουσʼ ἀήτα·
92τρέσσαν δʼ Ἀθαναίων
93ἠϊθ έω ν πᾶν γένος, ἐπεὶ
94ἥρως θόρεν πόντονδε, κα-
95τὰ λειρίων τʼ ὀμμάτων δά-
96κρυ χ έο ν, βαρεῖαν ἐπιδέγμενοι ἀνάγκαν·
97φέρον δὲ δελφῖνες ἁλι-
98ναιέται μέγαν θοῶς
99Θησέα πατρὸς ἱππί-
100ου δόμον, μέγαρόν τε θεῶν
101μόλεν· τόθι κλυτὰς ἰδὼν
102ἔδεισʼ ὀλβίοιο Νη-
103ρέος κόρας· ἀπὸ γὰρ ἀγλα-
104ῶν λάμπε γυίων σέλας
105ὧτε πυρός, ἀμφὶ χαίταις
106δὲ χρυσεόπλοκοι
107δίνηντο ταινίαι· χορῷ δʼ ἔτερ-
108πον κέαρ ὑγροῖσι ποσσίν·
109σεμνάν τε πατρὸς ἄλοχον φίλαν
110ἴδε βοῶπιν ἐρατοῖ-
111σιν Ἀμφιτρίταν δόμοις·
112ἅ νιν ἀμφέβαλεν αἰόλαν πορφύραν,
113κόμαισί τʼ ἐπέθηκεν οὔλαις
114ἀμεμφέα πλόκον,
115τόν ποτέ ϝοι ἐν γάμῳ
116δῶκε δόλιος Ἀφροδίτα ῥόδοις ἐρεμνόν.
117ἄπιστον ὅ τι δαίμονες
118θ έω σιν οὐδὲν φρενοάραις βροτοῖς·
119νᾶα παρὰ λεπτόπρυμνον φάνη· φεῦ,
120οἵαισιν ἐν φροντίσι Κνώσιον
121ἔσχασεν στραταγέταν, ἐπεὶ
122μόλʼ ἀδίαντος ἐξ ἁλὸς
123θαῦμα πάντεσσι, λάμ-
124πε δʼ ἀμφὶ γυίοις θεῶν δῶρʼ, ἀγλαό-
125θρονοί τε κοῦραι σὺν εὐ-
126θυμία νεοκτίτῳ
127ὠλόλυξαν, ἔ-
128κλαγεν δὲ πόντος· ἠΐθ εο ι δʼ ἐγγύθεν
129νέοι παιάνιξαν ἐρατᾷ ϝοπί.
130Δάλιε, χοροῖσι Κηΐων
131φρένα ἰανθεὶς
132ὄπαζε θ εό πομπον ἐσθλῶν τύχαν.
Ode 18 Θησεύς
Χορός
1βασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
2τῶν ἁβροβίων ἄναξ Ἰώνων,
3τί νέον ἔκλαγε χαλκοκώδων
4σάλπιγξ πολεμηΐαν ἀοιδάν;
5ἦ τις ἁμετέρας χθονὸς
6δυσμενὴς ὅριʼ ἀμφιβάλλει
7στρατα·γέτας ἀνήρ;
8ἢ λῃσταὶ κακομάχανοι
9ποιμένων ἀέκατι μήλων
10σεύοντʼ ἀγέλας βίᾳ;
11ἢ τί τοι κραδίαν ἀμύσσει;
12φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
13ἀλκίμων ἐπικουρίαν
14καὶ τὶν ἔμμεναι νέων,
15ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.
Αἰγεύς
16νέ]ον ἦλθεν δολιχὰν ἀμείψας
17κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
18ἄφατα δʼ ἔργα λέγει κραταιοῦ
19φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν
20Σίνιν, ὃς ἰσχύϊ φέρτατος
21θνατῶν ἦν, Κρονίδα Λυταίου
22σεισίχθονος τέκος·
23σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
24Κρεμμυῶνος, ἀτάσθαλόν τε
25Σκίρωνα κατέκτανεν·
26τάν τε Κερκυόνος παλαίστραν
27ἔσχεν, Πολυπήμονός τε καρτερὰν
28σφῦραν ἐξέβαλεν Προκό-
29πτας, ἀρείονος τυχὼν
30φωτός. ταῦτα δέδοιχʼ ὅπᾳ τελεῖται.
Χορός
31τίνα δʼ ἔμμεν πόθεν ἄνδρα τοῦτον
32λέγει, τίνα τε στολὰν ἔχοντα;
33πότερα σὺν πολεμηΐοις ὅ-
34πλοισι στρατιὰν ἄγοντα πολλάν;
35ἢ μοῦνον σὺν ὀπ.άοσιν
36στείχειν ἔμπορον οἷʼ ἀλάταν
37ἐπʼ ἀλλοδαμίαν,
38ἰσχυρόν τε καὶ ἄλκιμον
39ὧδε καὶ θρασύν, ὅς τε τούτων
40ἀνδρῶν κρατερὸν σθένος
41ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,
42δίκας ἀδίκοισιν ὄφρα μήσεται·
43οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
44δοντα μὴ ʼντυχεῖν κακῷ.
45πάντʼ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
Αἰγεύς
46δύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
47λέγει, περὶ φαιδίμοισι δʼ ὤμοις
48ξίφος ἔχειν ἐλεφαντόκωπον ·
49ξεστοὺς δὲ δύʼ ἐν χέρεσσʼ ἄκοντας
50κηὔτυκτον κυνέαν Λάκαι-
51ναν κρατὸς πέρι πυρσοχαίτου·
52στέρνοις τε πορφύρ εο ν
53χιτῶνʼ ἄμφι, καὶ οὔλιον
54Θεσσαλὰν χλαμύδʼ· ὀμμάτων δὲ
55στίλβειν ἄπο Λαμνίαν
56φοίνισσαν φλόγα· παῖδα δʼ ἔμμεν
57πρώθηβον, ἀρηΐων δʼ ἀθυρμάτων
58μεμνᾶσθαι πολέμου τε καὶ
59χαλκεοκτύπου μάχας·
60δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.
Ode 19 Ιώ Ἀθηναίοις
1πάρεστι μυρία κέλευθος
2ἀμβροσίων μελέων,
3ὃς ἂν παρὰ Πιερίδων λά-
4χῃσι δῶρα Μουσᾶν,
5ἰοβλέφαροί τε καὶ
6φερεστέφανοι Χάριτες
7βάλωσιν ἄμφι τιμὰν
8ὕμνοισιν· ὕφαινέ νυν ἐν
9ταῖς πολυηράτοις τι κλεινὸν
10ὀλβίαις Ἀθάναις,
11εὐαίνετε Κηϊα μέριμνα.
12πρέπει σε φερτάταν ἴμεν
13ὁδὸν παρὰ Καλλιόπας λα-
14χοῖσαν ἔξοχον γέρας.
15ἦεν Ἄργος ὅθʼ ἵππιον λιποῦσα
16φεῦγε χρυσέα βοῦς,
17εῦρυσθενέος φραδαῖσι φερτάτου Διός,
18Ἰνάχου ῥοδοδάκτυλος κόρα·
19ὅτʼ Ἄργον ὄμμασιν βλέποντα
20πάντοθεν ἀκαμάτοις
21μεγιστοάνασσα κέλευσε
22χρυσόπεπλος Ἥρα
23ἄκοιτον ἄϋπνον ἐό ν-
24τα καλλικέραν δάμαλιν
25φυλάσσεν· οὐδὲ Μαίας
26υἱὸς δύνατʼ οὔτε κατʼ εὐ-
27φεγγέας ἁμέρας λαθεῖν νιν
28οὔτε νύκτας ἁγν[άς.
29εἴτʼ οὖν γένετʼ ἐ[ν ˘¯˘¯˘
30ποδαρκέʼ ἄγγελο[ν Διὸς
31κτανεῖν τότε [Γᾶς ˘˘¯˘
32ὀβριμοσπόρου λ[˘×
33Ἄργον· ἤ ῥα καὶ [¯˘¯˘¯˘
34ἄσπετοι μέριμν[αι·
35ἢ Πιερίδες φύτευ[σαν ¯˘¯˘×
36καδέων ἀνάπαυσ[ιν ¯˘×
37ἐμοὶ μὲν οὖν
38ἀσφαλέστατον ἁ προ[
39ἐπεὶ παρʼ ἀνθεμώ[δεα
40Νεῖλον ἀφίκετʼ ο[ἰστροπλὰξ
41Ἰὼ φέρουσα παῖδ[α !!!
42Ἔπαφον· ἔνθα νι[ν !!!
43λινοστόλων πρύ[τανιν !!
44ὑπερόχῳ βρύοντ[α !!!
45μεγίσταν τε θνα[τῶν !!
46ὅθεν καὶ Ἀγανορί[δας
47ἐν ἑπταπύλοισ[ι Θήβαις
48Κάδμος Σεμέλ[αν φύτευσεν,
49ἃ τὸν ὀρσιβάκχαν
50τίκτεν Διόνυσον, [!!!!
51καὶ χορῶν στεφα[νοφόρων ἄνακτα.
Ode 20 Ἴδας Λακεδαιμονίοις
1Σπάρτᾳ ποτʼ ἐν ε[ὐρυχόρῳ
2ξανθαὶ Λακεδαιμον[ίων
3τοιόνδε μέλος κ[όραι ὕμνευν,
4ὅτʼ ἄγετο καλλιπά[ρᾳον
5κόραν θρασυκάρ[διος Ἴδας
6Μάρπησσαν ἰότ[!!!!
7φυγὼν θανάτου τ[!!!!!
8ἀναξίαλος Ποσει[δὰν !!!!
9ἵππους τέ ϝοι ἰσαν[έμους
10Πλευρῶνʼ ἐς ἐϋκτ[ιμέναν
11χρυσάσπιδος υἱὸ[ν Ἄρηος