Epinicia
- Authority group
- Bacchylides (catalogue association; authorship remains anonymous)
- Edition reference
- Epinicia, ed. Irigoin, op. cit., 84–90, 94, 104– 108, 112–113, 126–134, 138, 140, 146–147, 152–156, 162–164, 172–176, 182–183, 190–197, 202–203, 206, 209.
- CTS identifier
urn:cts:greekLit:tlg0199.tlg012.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
γνώμας, ὅτι τ' αὔριον ὄ-
ψεαι μοῦνον ἁλίου φάος,
χὤτι πεντήκοντ' ἔτεα ζω-
ὰν βαθύπλουτον τελεῖς.
Ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
κερδέων ὑπέρτατον.«
Φρονέοντι συνετὰ γαρύω· βαθὺς μὲν
αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
οὐ σάπεται· εὐφροσύνα δ' ὁ χρυσός·
ἀνδρὶ δ' οὐ θέμις, πολιὸν π[αρ]έντα
γῆρας, θάλ[εια]ν αὖτις ἀγκομί〈σ〉σαι
ἥβαν. Ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
βροτῶν ἅμα σ[ώμ]ατι φέγγος, ἀλλὰ
Μοῦσά νιν τρ[έφει.] Ἱέρων, σὺ δ' ὄλβου
κάλλιστ' ἐπεδ[είξ]αο θνα-
τοῖς ἄνθεα· πράξα[ντι] δ' εὖ
οὐ φέρει κόσμ[ον σι]ωπά·
σὺν δ' ἀλαθ[είᾳ] καλῶν
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
Κηΐας ἀηδόνος.
t4
{Δ
ΤΩΙ ΑΥΤΩΙ
〈ΙΠΠΟΙΣ〉 ΠΥΘΙΑ}
4
Ἔτι Συρακοσίαν φιλεῖ
πόλιν ὁ χρυσοκόμας Ἀπόλλων,
ἀστύθεμίν θ' Ἱέ[ρω]να γεραίρει·
τρίτον γὰρ π[αρ' ὀμφα]λὸν ὑψιδείρου χθονὸς
Πυ[θ]ιόνικος ἀ[είδε]ται
ὠ[κυ]πόδων ἀρ[ετᾷ] σὺν ἵππων.
´Ε[⏑⏑] ἁδυεπὴς ἀ[να-
ξιφόρ]μιγγος Οὐρ[αν]ίας ἀλέκτωρ
[⏑⏑]εν· ἀλλ' ἑκ[όν]τι νόῳ
[–⏑ο]υς ἐπέσεισ⸤εν⸥ ὕμνους.
[Ἔτι δὲ τέ]τρατον εἴ τις ορ-
[⏑⏑⏑] εἷλκε Δίκας τάλαν[τον,]
Δεινομένεός κ' ἐγερα[ίρ]ομεν υἱὸν
†παρ' ἑστίαν† ἀγχιάλοις τ[ε Κί]ρρας μυχοῖς
μοῦνον ἐπιχθονίων τάδε
μησάμενον στεφάνοις ἐρέπτειν
δύο τ' ὀλυμπιονικ〈ί〉ας
ἀείδειν. Τί φέρτερον ἢ θεοῖσιν
φίλον ἐόντα παντο[δ]απῶν
λαγχάνειν ἄπο μοῖρα[ν] ἐσθλῶν;
t5
{Ε
〈ΤΩΙ ΑΥΤΩΙ
ΚΕΛΗΤΙ ΟΛΥΜΠΙΑ〉}
5
Εὔμοιρε [Σ]υρακ[οσίω]ν
ἱπποδινήτων στρατα[γ]έ,
γνώσῃ μὲν [ἰ]οστεφάνων
Μοισᾶν γλυκ[ύ]δωρον ἄγαλμα, τῶν γε νῦν
αἴ τις ἐπιχθονίων, ὀρ-
θῶς· φρένα δ' εὐθύδικ[ο]ν
ἀτρέμ' ἀμπαύσας μεριμνᾶν
δεῦρ' 〈ἄγ'〉 ἄθρησον νόῳ·
ἦ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφά-
νας ὕμνον ἀπὸ ζαθέας
νάσου ξένος ὑμετέραν
πέμπει κλεένναν ἐς πόλιν,
χρυσάμπυκος Οὐρανίας
καινὸς θεράπων· ἐθέλει
δὲ γᾶρυν ἐκ στηθέων χέων
αἰνεῖν Ἱέρωνα. Βαθὺν
δ' αἰθέρα ξουθαῖσι τάμνων
ὑψοῦ πτερύγεσσι ταχεί-
αις αἰετὸς εὐρυάνακτος ἄγγελος
Ζηνὸς ἐρισφαράγου θαρ-
σεῖ κρατερᾷ πίσυνος
ἰσχύϊ, πτάσσοντι δ' ὄρνι-
χες λιγύφθογγοι φόβῳ·
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαί-
ας, οὐδ' ἁλὸς ἀκαμάτας
δυσπαίπαλα κύματα· νω-
μᾶται δ' ἐν ἀτρύτῳ χάει
λεπτότριχα σὺν Ζεφύρου
πνοιαῖσιν ἔθειραν ἀρί-
γνωτος μετ' ἀνθρώποις ἰδεῖν·
τὼς νῦν καὶ 〈ἐ〉μοὶ μυρία πάντᾳ κέλευθος
ὑμετέραν ἀρετὰν
ὑμνεῖν, κυανοπλοκάμου θ' ἕκατι Νίκας
χαλκεοστέρνου τ' Ἄρηος,
Δεινομένευς ἀγέρωχοι
παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
Ξανθότριχα μὲν Φερένικον
Ἀλφεὸν παρ' εὐρυδίναν
πῶλον ἀελλοδρόμαν
εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
Πυθῶνί τ' ἐν ἀγαθέᾳ·
γᾷ δ' ἐπισκήπτων πιφαύσκω·
οὔπω νιν ὑπὸ προτέ[ρω]ν
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
πρὸς τέλος ὀρνύμενον· ῥι-
πᾷ γὰρ ἴσος Βορέα
ὃν κυβερνήταν φυλάσσων
ἵεται νεόκροτον
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσ-
κων. Ὄλβιος ᾧτινι θεὸς
μοῖράν τε καλῶν ἔπορεν
σύν τ' ἐπιζήλῳ τύχᾳ
ἀφνεὸν βιοτὰν διάγειν·
οὐ γά⸤ρ τις⸥ ἐπιχθονίων
π⸤άντ⸥α γ' εὐδαίμων ἔφυ.
[Δῦναί π]οτ' ἐρειψιπύλαν
[ἄνδρ' ἀνίκ]ατον λέγουσιν
[ἔρνος Διὸς] ἀργικεραύ-
νου δώματα Φερσεφόνας τανισφύρου,
καρχαρόδοντα κύν' ἄξον-
τ' ἐς φάος ἐξ Ἀΐδα,
υἱὸν ἀπλάτοι' Ἐχίδνας·
ἔνθα δυστάνων βροτῶν
ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέ-
θροις, οἷά τε φύλλ' ἄνεμος
Ἴδας ἀνὰ μηλοβότους
πρῶνας ἀργηστὰς δονεῖ.
Ταῖσιν δὲ μετέπρεπεν εἴ-
δωλον θρασυμέμνονος ἐγ-
χεσπάλου Πορθανίδα·
τὸν δ' ὡς ἴδεν Ἀλκμή〈ν〉ιος θαυμαστὸς ἥρως
τ[ε]ύχεσι λαμπόμενον,
νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
χαλκεόκρανον δ' ἔπειτ' ἒξ
εἵλετο ἰὸν ἀναπτύ-
ξας φαρέτρας πῶμα· τῷ δ' ἐναντία
ψυχὰ προφάνη Μελεάγρου,
καί νιν εὖ εἰδὼς προσεῖπεν·
»Υἱὲ Διὸς μεγάλου,
στᾶθί τ' ἐν χώρᾳ, γελανώσας τε θυμὸν
μὴ ταΰσιον προΐει
τραχὺν ἐκ χειρῶν ὀϊστὸν
ψυχαῖσιν ἔπι φθιμένων·
οὔ τοι δέος.« Ὣς φάτο· θάμβησεν δ' ἄναξ
Ἀμφιτρυωνιάδας, εἶ-
πέν τε· »Τίς ἀθανάτων
ἢ βροτῶν τοιοῦτον ἔρνος
θρέψεν ἐν ποίᾳ χθονί;
Τίς δ' ἔκτανεν; Ἦ τάχα καλλίζωνος Ἥ-
ρα κεῖνον ἐφ' ἁμετέρᾳ
πέμψει κεφαλᾷ· τὰ δέ που
Παλλάδι ξανθᾷ μέλει.«
Τὸν δὲ προσέφα Μελέα-
γρος δακρυόεις· »Χαλεπὸν
θεῶν παρατρέψαι νόον
ἄνδρεσσιν ἐπιχθονίοις.
Καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
παῦσεν καλυκοστεφάνου
σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
λισσόμενος πολέων τ' αἰ-
γῶν θυσίαισι πατὴρ
καὶ βοῶν φοινικονώτων·
ἀλλ' ἀνίκατον θεὰ
ἔσχεν χόλον· εὐρυβίαν δ' ἔσσευε κού-
ρα κάπρον ἀναιδομάχαν
ἐς καλλίχορον Καλυδῶν',
ἔνθα πλημύρων σθένει
ὄρχους ἐπέκειρεν ὀδόν-
τι, σφάζε τε μῆλα, βροτῶν
θ' ὅστις εἰσάνταν μόλοι.
Τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
στασάμεθ' ἐνδυκέως
ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων
κάρτος Αἰτωλοῖς ὄρεξεν,
θάπτομεν οὓς κατέπεφνε〈ν〉
σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
Ἀ[γκ]αῖον ἐμῶν τ' Ἀγέλαον
φ[έρτ]ατον κεδνῶν ἀδελφεῶν
[οὓς τέ]κεν ἐν μεγάροις
[–⏑]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος·
[– ὤ]λεσε μοῖρ' ὀλοὰ
[–⏑]ς· οὐ γάρ πω δαΐφρων
[παῦσεν] χόλον ἀγροτέρα
Λατοῦς θυγάτηρ· περὶ δ' αἴθωνος δορᾶς
μαρνάμεθ' ἐνδυκέως Κου-
ρῆσι μενεπτολέμοις·
ἔνθ' ἐγὼ πολλοῖς σὺν ἄλλοις
Ἴφικλον κατέκτανον
ἐσθλόν τ' Ἀφάρητα, θοοὺς μάτρωας· οὐ
γὰρ καρτερόθυμος Ἄρης
κρίνει φίλον ἐν πολέμῳ,
τυφλὰ δ' ἐκ χειρῶν βέλη
ψυχαῖς ἔπι δυσμενέων
φοιτᾷ θάνατόν τε φέρει
τοῖσιν ἂν δαίμων θέλῃ.
Ταῦτ' οὐκ ἐπιλεξαμένα
Θεστίου κούρα δαΐφρων
μάτηρ κακόποτμος ἐμοὶ
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά,
καῖέ τε δαιδαλέας ἐκ
λάρνακος ὠκύμορον
φιτρὸν ἐξαύσασα· τὸν δὴ
Μοῖρ' ἐπέκλωσεν τότε
ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. Τύχον
μὲν Δαϊπύλου Κλύμενον
παῖδ' ἄλκιμον ἐξεναρί-
ζων ἀμώμητον δέμας,
πύργων προπάροιθε κιχή-
σας· τοὶ δὲ πρὸς εὐκτιμέναν
φεῦγον ἀρχαίαν πόλιν
Πλευρῶνα· μίνυθεν δέ μοι ψυχὰ γλυκεῖα·
γνῶν δ' ὀλιγοσθενέων,
αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλά[μων,]
ἀγλαὰν ἥβαν προλείπων.«
Φασὶν ἀδεισιβόαν Ἀμ-
φιτρύωνος παῖδα μοῦνον δὴ τότε
τέγξαι βλέφαρον, ταλαπενθέος
πότμον οἰκτίροντα φωτός·
καί νιν ἀμειβόμενος
τᾶδ' ἔφα· »Θνατοῖσι μὴ φῦναι φέριστον
μηδ' ἀελίου προσιδεῖν
φέγγος· ἀλλ' οὐ γάρ τίς ἐστιν
πρᾶξις τάδε μυρομένοις,
χρὴ κεῖνο λέγειν ὅ τι καὶ μέλλει τελεῖν.
Ἦρά τις ἐν μεγάροις Οἰ-
νῆος ἀρηϊφίλου
ἔστιν ἀδμήτα θυγάτρων,
σοὶ φυὰν ἀλιγκία;
Τάν κεν λιπαρὰν 〈ἐ〉θέλων θείμαν ἄκοι-
τιν.« Τὸν δὲ μενεπτολέμου
ψυχὰ προσέφα Μελεά-
γρου· »Λίπον χλωραύχενα
ἐν δώμασι Δαϊάνει-
ραν, νῆϊν ἔτι χρυσέας
Κύπριδος θελξιμβρότου.«
Λευκώλενε Καλλιόπα,
στᾶσον εὐποίητον ἅρμα
αὐτοῦ· Δία τε Κρονίδαν
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
τόν τ' ἀκαμαντορόαν Ἀλ-
φεόν, Πέλοπός τε βίαν,
καὶ Πίσαν ἔνθ ὁ κλεεννὸς
[πο]σσὶ νικάσας δρόμῳ
[ἦλθ]εν Φερένικος 〈ἐς〉 εὐπύργους Συρα-
κόσσας Ἱέρωνι φέρων
[εὐδ]αιμονίας πέταλον.
[Χρὴ] δ' ἀληθείας χάριν
αἰνεῖν, φθόνον ἀμφ[οτέραι-]
[σιν] χερσὶν ἀπωσάμενον,
εἴ τις εὖ πράσσοι βροτῶ[ν.]
Βοιωτὸς ἀνὴρ τᾶδε φών[ησεν, γλυκειᾶν]
Ἡσίοδος πρόπολος
Μουσᾶν, ὃν 〈ἂν〉 ἀθάνατοι τι[μῶσι, τούτῳ]
καὶ βροτῶν φήμαν ἕπ[εσθαι.]
Πείθομαι εὐμαρέως εὐ-
κλέα κελεύθου γλῶσσαν οὐ[––⏑–]
πέμπειν Ἱέρωνι· τόθεν γὰ[ρ]
πυθμένες θάλλουσιν ἐσθλ[ῶν,]
τοὺς ὁ μεγιστοπάτωρ
Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.]
t6
{Σ
ΛΑΧΩΝΙ ΚΕΙΩΙ
〈ΠΑΙΔΙ〉 ΣΤΑΔΙΕΙ ΟΛΥΜΠΙΑ}
6
Λάχων Διὸς
μεγίστου λάχε φέρτατον πόδεσσι
κῦδος ἐπ' Ἀλφεοῦ προχοαῖσ[ι κα-]
[λῶν] δι' ὅσσα πάροι-
θεν ἀμπελοτρόφον Κέον
ἄεισάν ποτ' Ὀλυμπίᾳ
πύξ τε καὶ στάδιον κρατεῦ-
[σαν] στεφάνοις ἐθείρας
νεανίαι
βρύοντες. Σὲ δὲ νῦν ἀναξιμόλπου
Οὐρανίας ὕμνος ἕκατι Νί-
κ[ας,] Ἀριστομένει-
ον ὦ ποδάνεμον τέκος,
γεραίρει προδόμοις ἀοι-
δαῖς ὅτι στάδιον κρατή-
σας Κέον εὐκλέϊξας.
t7
{Ζ
ΤΩΙ ΑΥΤΩΙ}
7
Ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ] Νυκ-
τός, σὲ πεντήκοντα μ⸤ηνῶν ἁμέραν⸥ ἑκ-
καιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ⏑–]
[!!!]βαρυβρ[ ]ἕκατι
[!!!]ιστοσαιμα[ ]
κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν
Ἕλλασι καὶ γυ[ίων ἀ]ρισταλκὲς σθένος·
ᾧ δὲ σὺ πρεσβύ[τατο]ν νείμῃς γέρας νί-
κας, ἐπ' ἀνθρ[ώπ]οισιν εὔδοξος κέκληται
καὶ πολυζή[λωτ]ος. Ἀρι[στομ]έν[ει]ον
[!!!]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να
[ ]χε Χαιρόλαν[ ]
[ ]ενον εὐσεβ[ ]
[ ]τῳ θαν[ ] δ[ ]ομῳ
[ ]ι πατρίδος·[ ]
[ ]νεοκρίτου[ ]
[ ]ν ἄτεκνον[ ]
(desunt ultima cola epodi)
t8
{Η
〈ΛΙΠΑΡΙΩΝΙ ΚΕΙΩΙ〉}
8
(desunt cola six)
[!!!]ιοι' ἀγων[ ]
[!!!!]ταν λιπα[ρ]
[!!!]ναισεπα[ ]
[!π]αῖδας Ἑλλά[νων]
[ὁ πο]λυαμπελ[ ]
[!!!]τον ὑμν[ ]
[!!]ηνος ἐν Κ[έῳ]
[!!]ιπερ ἄνιπ[πος ⏑–]
[!!!]π[ ]
Πυθῶνά τε μηλοθύταν
ὑμνέων Νεμέαν τε καὶ Ἰσθ[μ]όν·
γᾷ δ' ἐπισκήπτων χέρα
κομπάσομαι· σὺν ἀλα-
θείᾳ δὲ πᾶν λάμπει χρέος·
οὔτις ἀνθρώπων κ[αθ' Ἕλλα-]
νας σὺν ἅλικι χρόνῳ [ ]
παῖς ἐὼν ἀνήρ τε π[λεῦ-]
νας ἐδέξατο νίκας.
Ὦ Ζεῦ κ[ε]ραυνεγχές, κα[ὶ ἐπ' ἀργυ]ροδίνα
ὄχθαισιν Ἀλφειοῦ τελέσ[αις μεγ]αλοκλέας
θεοδότους εὐχάς, περὶ κ[ρατί τ' ὀ]πά[σσαι]ς
γλαυκὸν Αἰτωλίδος
ἄνδημ' ἐλαίας
ἐν Πέλοπος Φρυγίου
κλεινοῖς ἀέθλοις.
t9
{Θ
ΑΥΤΟΜΗΔΕΙ ΦΛΕΙΑΣΙΩΙ
ΠΕΝΤΑΘΛΩΙ ΝΕΜΕΑ}
9
Δόξαν, ὦ χρυσαλάκατοι Χάρι[τ]ες, πει-
σίμβροτον δοίητ', ἐπεὶ
Μουσᾶν γε ἰοβλεφάρων θεῖος προφ[άτ]ας
εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
Ζηνὸς εὐθαλὲς πέδον
ὑμνεῖν, ὅθι μηλοδαΐκταν
θρέψεν ἁ λευκώλε[νο]ς
Ἥρα περι[κλει]τῶν ἀέθλων
πρῶτον [Ἡ]ρ[α]κλεῖ βαρύφθογγον λέοντα.
Κε[ῖθι φοι]νικάσπιδες ἡμίθεοι πρ[ώ-]
[τιστ]ον Ἀργείων κριτοὶ
ἄθλησαν ἐπ' Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
πέφν' ἀωτεύοντα δράκων ὑπέροπλος,
σᾶμα μέλλοντος φόνου.
Ὦ μοῖρα πολυκρατές· οὔ νιν
πεῖθ' Ὀϊκλείδας πάλιν
στείχειν ἐς εὐάνδρους ἀγ[υιάς.]
Ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α·
ἃ καὶ τότ' Ἄδραστον Ταλ[αϊονίδαν]
πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα!ι[––⏑–]
κείνων ἀπ' εὐδόξων ἀγώ-
νων ἐν Νεμέᾳ κλεινο[ὶ β]ροτῶν
οἳ τριέτει στεφάνῳ
ξανθὰν ἐρέψωνται κόμαν.
Αὐτομήδει νῦν γε νικά-
σαντί νιν δαίμων ἔ[δ]ωκεν.
Πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς ἄσ-
τρων διακρίνει φάη
νυκτὸς διχομηνίδο[ς] εὐφεγγὴς σελάνα·
τοῖος Ἑλλάνων δι' ἀπ[εί]ρονα κύκλον
φαῖνε θαυμαστὸν δέμας
δίσκον τροχοειδέα ῥίπτων,
καὶ μελαμφύλλου κλάδον
ἀκτέας ἐς αἰπεινὰν προπέμπων
αἰθέρ' ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν
ἢ τε[λε]υτάσας ἀμάρυγμα πάλας· τοί-
ῳ[ θ' ὑπερθ]ύμῳ σ[θένε]ι
γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσα[ς]
ἵκετ' [Ἀσωπὸ]ν πάρα πορφυροδίναν,
τοῦ κ[λέος π]ᾶσαν χθόνα
ἦλθε[ν καὶ] ἐπ' ἔσχατα Νείλου·
ταί τ' ἐπ' εὐναεῖ πόρῳ
οἰκεῦσι Θερμώδον[τος, ἐ]γχέων
ἵστορες κοῦραι διωξίπποι' Ἄρηος,
σῶν, ὦ πολυζήλωτε ἄναξ ποταμῶν,
ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
Στείχει δι' εὐρείας κελε[ύ-]
θου μυρία πάντᾳ φάτις
σᾶς γενεᾶς λιπαρο-
ζώνων θυγατρῶν, ἃς θε[ο]ὶ
σὺν τύχαις ᾤκισσαν ἀρχα-
γοὺς ἀπορθήτων ἀγυιᾶν.
Τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου Θή-
βας ἐΰδμα[τον πόλι]ν,
[ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγ[ίστ]ου
[Ζην]ὸς [ἃ πλαθεῖσα λ]έχει τέκεν ἥρω
[–]δε σω[––⏑]ου,
[ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν
[ ]υ[ ]α[ ]
τ[––⏑–––⏑––]
α̅[ ]ω[!!!!!!!ε]ὔπεπλον [!!]!´[ ]
ἢ [⏑––]αν ἑλικοστέφα[νον] κ[–]
[– ὅ]σαι τ' ἄλλαι θεῶν
ε[ὐναῖς ἐδ]άμησαν ἀριγνώτ[ο]ις π[α]λαι[οῦ]
[παῖδες αἰ]δο[ῖ]αι ποταμοῦ κε[λ]άδοντος·
[–⏑––]αν πόλιν
[––⏑⏑–]σί τε νικα[ ]
[–⏑– αὐ]λῶν βοαὶ
[––⏑–ο]υσαι· μερ[––]
[–⏑–––⏑–––⏑–]αν·
[––⏑–––⏑⏑–⏑]νεος
[χρ]υσέα[ν!!!]θέντα ἰόπλοκον εὖ εἰπεῖν [⏑–]
[– μ]ατ[έρ' ἀκ]νάμ[π]των ἐρώ-
των [–⏑– κλε]ινὰν βροτο[ῖς]
[–⏑⏑–⏑]λέων
––⏑–– προξεν[–]
[–⏑–––]!ιώταν
[–⏑–––⏑]ν ὕμνον,
[–⏑–––] καὶ ἀποφθιμένῳ [–]
[–⏑ ἄτ]ρυτον χρόνον,
[καὶ τοῖς ἐ]πιγεινομένοις αἰεὶ πιφαύσκοι
[σὰν Νε]μέᾳ νίκαν· τό γ?έ τοι καλὸν ἔργον
γνησίων ὕμνων τυχὸν
ὑψοῦ παρὰ δαίμοσι κεῖται·
σὺν δ' ἀλαθείᾳ βροτῶν
κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις,]
λε[ί]πεται Μουσ[ᾶν ⏑––– ἄθ]υρμα.
Εἰ[σ]ὶ δ' ἀνθρώ[πων ⏑⏑–⏑⏑–] πολ-
λαί· δι[α]κρίν[ε]ι δὲ θεῶν
[β]ουλὰ [⏑⏑–ό]μενον νυκτὸς [⏑––]
[!]!!![⏑–––⏑]γε καὶ τὸν ἀρείω
[–⏑–––⏑]που·
[––⏑⏑–⏑⏑]ευσων
[–⏑–––⏑–]
[––⏑–––⏑ π]αύροις
[ἀν]δρ[άσιν ––⏑–––]ι τὸ μέλλον·
[!!]ιμι δ[––⏑⏑]δῶκε χάριν
[κ]αὶ Διων[υσ–⏑⏑–] θεοτίματο[ν] πόλιν
[ν]αίειν ἀπο[––⏑]ευν-
τας [χ]ρυσεοσκάπτρ[–⏑–]
[–]τι καλὸν φε[⏑–]
[–]αἰνέοι· Τιμοξ[ένου]
παιδὶ σὺν κώ[μοις ⏑––]
[!!]οιτε πεντ[αθλ–⏑––]
t10
{Ι
〈!!!!!!!! ΑΘΗΝΑΙΩΙ
ΔΡΟΜΕΙ ΙΣΘΜΙΑ〉}
10
[Φή]μα, σὺ γ[ὰ]ρ ἀ[⏑⏑––– ἐ]ποιχνεῖς
[φῦ]λα, καὶ πα[–⏑–⏓]
[!!!!!]μελαμει[⏑⏑–]
[!!!!!]πο κευ[⏑⏑–⏓]
[!!!!]νωνται [–⏑––]
[–⏑]!´! ῳ ξ[!!]ον, ὅτι χρυ[σ⏑–⏑⏑–]
ο[!!!]ν ὀφθαλμοῖσιν [––]
π[αῦλ]αν ἀπράκταν!! [!]!![ ]
α[!!]α!ι καὶ νῦν κασιγνήτας ἀκοίτας
νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν,
ἐ[γ]χειρὲς ἵν' ἀθάνατον Μουσᾶν ἄγαλμα
ξυνὸν ἀνθρώποισιν εἴη
χάρμα, τεὰν ἀρετὰν μα-
νῦον ἐπιχθονίοισιν,
ὁσσά〈κις〉 Νίκας ἕκατι
ἄνθεσιν ξανθὰν ἀναδησάμενος κεφαλὰν
κῦδος εὐρείαις Ἀθάναις
θῆκας Οἰνείδαις τε δόξαν.
Ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
[–⏑––]ας Ἕλλασιν ποδῶν ταχεῖαν ὁρμάν·
![!]![!!!!! οὔ]ροισιν ἔπι σταδίου
θερμ[ὰν ἔτι] πνέων ἄελλαν
ἔστα[⏑–]ν δ' ἄϊξε θατήρων ἐλαίῳ
φάρε[⏑–⏑⏑]ν ἐμπίτνων ὅμιλον.
Τετρ[αέλικτο]ν ἐπεὶ
κάμψ[εν δρό]μον, Ἰσθμιονίκαν
δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
λων [⏑––]ων προφᾶται·
δὶς δ' ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρ' ἁγνὸν
βωμό[ν· ἁ κλει]νά τε Θήβα
δέκτ[ο νιν ε]ὐρύχορόν τ' Ἄρ-
γο[ς Σικυώ]ν τε κατ' αἶσαν·
οἵ τε Π[ελλάν]αν νέμονται,
ἀμφί τ' Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θ' ἱερὰν
νᾶσον [Αἴγιν]αν. Ματεύει
δ' ἄλλ[ος ἀλλοί]αν κέλευθον,
ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
τεύξεται. Μυρίαι δ' ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
ἦ γὰρ σ[ο]φὸς ἢ Χαρίτων τιμὰν λελογχὼς
ἐλπίδι χρυσέᾳ τέθαλεν
ἤ τινα θευπροπίαν ἰ-
δώς· ἕτερος δ' ἐπὶ παισὶ
ποικίλον τόξον τιταίνει·
οἱ δ' ἐπ' ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀ[γ]έλαις
θυμὸν αὔξουσιν. Τὸ μέλλον
δ' ἀκρίτους τίκτει τελευτάς,
πᾶ τύχα βρίσει. Τὸ μὲν κάλλιστον, ἐσθλὸν
ἄνδρα πολλῶν ὑπ' ἀνθρώπων πολυζήλωτον εἶμεν·
οἶδα καὶ πλούτου μεγάλαν δύνασιν,
ἃ καὶ τ[ὸ]ν ἀχρεῖον τί[θησ]ι
χρηστόν. Τί μακρὰν γ?[λ]ῶ[σ]σαν ἰθύσας ἐλαύνω
ἐκτὸς ὁδοῦ; Πέφαται θνατοῖσι νίκας
[ὕστε]ρον εὐφροσύνα,
αὐλῶν [⏑⏑–⏑⏑––]
μειγν[υ–––⏑––]
χρή τιν[–––⏑––]
t11
{ΙΑ
ΑΛΕΞΙΔΑΜΩΙ ΜΕΤΑΠΟΝΤΙΝΩΙ
ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗΙ ΠΥΘΙΑ}
11
Νίκα γ⸤λυκύδωρε, ⸥[⏑––]
σοὶ πατ[ὴρ ––⏑––]
ὑψίζυ[γος –⏑⏑–]
ἐν πολ⸤υχρύσῳ 〈τ'〉 Ὀλύμ⸥πῳ
Ζηνὶ ⸤παρισταμένα⸥
κρίνε⸤ις τέ⸥λ⸤ο⸥ς ἀθανάτοι-
σίν τε ⸤καὶ θ⸥νατοῖς ἀρετᾶς·
ἔλλαθι, [βαθυ]πλοκάμου
κούρα Σ[τυγὸς ὀρ]θοδίκου· σέθεν δ' ἕκατι
καὶ νῦ[ν Μετ]απόντιον εὐγυί-
ων κ[ατέ]χουσι νέων
κῶμοί τε καὶ εὐφροσύναι θεότιμον ἄστυ·
ὑμνεῦσι δὲ Πυθιόνι-
κον παῖδα θαητ[ὸ]ν Φαΐσκου.
Ἵλεῴ [ν]ιν ὁ Δα[λ]ογενὴς υἱ-
ὸς βαθυζώνο[ιο] Λατοῦς
δέκτ[ο] βλεφ[άρῳ]· πολέες
δ' ἀμφ' Ἀλεξ[ίδα]μον ἀνθέων
ἐν πεδίῳ στέφανοι
Κίρρας ἔπεσον κρατερᾶς
ἦρα παννίκοι〈ο〉 πάλας·
οὐκ ε[ἶ]δέ νιν ἀέλιος
κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
Φάσω δὲ καὶ ἐν ζαθέοις ἁγ-
νοῦ Πέλοπος δαπέδοις
Ἀλφεὸν παρὰ καλλιρόαν, δίκας κέλευθον
εἰ μή τις ἀπέτραπεν ὀρ-
θᾶς, παγξένῳ χαίταν ἐλαίᾳ
γλαυκᾷ στεφανωσάμενον
πορτιτρόφον [!!!!]!´ [!!!!!]ραν θ' ἱκέσθαι
[–⏑⏑–⏑⏑–]
παῖδ' ἐν χθονὶ καλλιχόρῳ
ποικίλαις τέχναις πέλασσεν·
[ἀ]λλ' ἢ θεὸς αἴτιος, ἢ [γ]νῶ-
μαι πολύπλαγκτοι βροτῶν
[ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
Νῦν δ' Ἄρτεμις ἀγροτέρα
χρυσαλάκατος λιπαρὰν
[Ἡμ]έρα τοξόκλυτος νίκαν ἔδωκε.
[Τ]ᾷ ποτ' Ἀβαντιάδας [β]ω-
μὸν κατένασσε πολύλ-
λ[ι]στον εὔπεπλοί τε κοῦραι·
τὰς ἐξ ἐρατῶν ἐφόβησε〈ν〉
παγκρατὴς Ἥρα μελάθρων
Προίτου, παραπλῆγι φρένας
καρτερᾷ ζεύξας' ἀνάγκᾳ·
παρθενίᾳ γὰρ ἔτι
ψυχᾷ κίον ἐς τέμενος
πορφυροζώνοιο θεᾶς·
φάσκον δὲ πολὺ σφέτερον
πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου
σεμνοῦ Διὸς εὐρυβία. Ταῖ-
σιν δὲ χολωσαμένα
στήθεσσι παλίντροπον ἔμβαλεν νόημα·
φεῦγον δ' ὄρος ἐς τανίφυλ-
λον σμερδαλέαν φωνὰν ἱεῖσαι,
Τιρύνθιον ἄστυ λιποῦσαι
καὶ θεοδμάτους ἀγυιάς.
Ἤδη γὰρ ἔτος δέκατον
θεοφιλὲς λιπόντες Ἄργος
ναῖον ἀδεισιβόαι
χαλκάσπιδες ἡμίθεοι
σὺν πολυζήλῳ βασιλεῖ.
Νεῖκος γὰρ ἀμαιμάκετον
βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπ' ἀρχᾶς
Προίτῳ τε καὶ Ἀκρισίῳ· λα-
ούς τε διχοστασίαις
ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
Λίσσοντο δὲ παῖδας Ἄβαν-
τος γᾶν πολύκριθον λαχόντας
Τίρυνθα τὸν ὁπλότερον
κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
Ζεύς τ' ἔθελεν Κρονίδας
τιμῶν Δαναοῦ γενεὰν
καὶ διωξίπποιο Λυγκέος
παῦσαι στυγερῶν ἀχέων. Τεῖ-
χος δὲ Κύκλωπες κάμον
ἐλθόντες ὑπερφίαλοι κλεινᾷ π[όλ]ει
κάλλιστον, ἵν' ἀντίθεοι
ναῖον κλυτὸν ἱππόβοτον
Ἄργος ἥρωες περικλειτοὶ λιπόντ[ες.]
Ἔνθεν ἀπεσσύμεναι Προί-
του κυανοπλόκαμοι
φεῦγον ἄδματοι θύγατρες.
Τὸν δ' εἷλεν ἄχος κραδίαν, ξεί-
να τέ νιν πλᾶξεν μέριμνα·
δοίαξε δὲ φάσγανον ἄμ-
φακες ἐν στέρνοισι πᾶξαι.
Ἀλλά νιν αἰχμοφόροι
μύθοισί τε μειλιχίοις
καὶ βίᾳ χειρῶν κάτεχον.
Τρισκαίδεκα μὲν τελέους
μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
φεῦγόν τε κατ' Ἀρκαδίαν μη-
λοτρόφον· ἀλλ' ὅτε δὴ
Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
ἔνθεν χρόα νιψάμενος
φοινικοκ[ραδέμνο]ιο Λατοῦς
κίκλῃ[σκε θύγατρ]α βοῶπιν
χεῖρας ἀντείνων πρὸς αὐγὰς
ἱππώκεος ἀελίου,
τέκνα δυστάνοιο Λύσσας
πάρφρονος ἐξαγαγεῖν·
»Θύσω δέ τοι εἴκοσι βοῦς
ἄζυγας φοινικότριχας.«
Τοῦ δ' ἔκλυ' ἀριστοπάτρα
θηροσκόπος εὐχομένου· πιθοῦσα δ' Ἥραν
παῦσεν καλυκοστεφάνους κού-
ρας μανιᾶν ἀθέων·
ταὶ δ' αὐτίκα οἱ τέμενος βωμόν τε τεῦχον,
χραῖνόν τέ μιν αἵματι μή-
λων καὶ χοροὺς ἵσταν γυναικῶν.
Ἔνθεν καὶ ἀρηϊφίλοις
ἄνδρεσσιν 〈ἐς〉 ἱπποτρόφον πόλιν Ἀχαιοῖς
ἕσπεο· σὺν δὲ τύχᾳ
ναίεις Μεταπόντιον, ὦ
χρυσέα δέσποινα λαῶν·
ἄλσος τέ τοι ἱμερόεν Κά-
σαν παρ' εὔυδρον †πρόγο-
νοι ἑσσάμενοι† Πριάμοι' ἐπεὶ χρόνῳ
βουλαῖσι θεῶν μακάρων
πέρσαν πόλιν εὐκτιμέναν
χαλκοθωράκων μετ' Ἀτρειδᾶν. Δικαίας
ὅστις ἔχει φρένας, εὑρή-
σει σὺν ἅπαντι χρόνῳ
μυρίας ἀλκὰς Ἀχαιῶν.
t12
{ΙΒ
ΤΕΙΣΙΑΙ ΑΙΓΙΝΗΤΗΙ
ΠΑΛΑΙΣΤΗΙ ΝΕΜΕΑ}
12
Ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ-
ς' εὔθυνε Κλειοῖ
νῦν φρένας ἁμετέρας,
εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν
ξείνοισί με πότνια Νίκα
νᾶσον Αἰγίνας ἀπάρχει
ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν
τάν τ' ἐν Νεμέᾳ γυ〈ι〉αλκέα μουνοπάλαν
(desunt cola 9-31)
[ ]![ ]πιδ[ ]
ξεινου [!!!!]νιοι αστ[⏓–⏑–]
ἀμφικ[τιόν]ων ἐν ἀέθλοι[ς]
σὺν τρι[άκο]ντ' ἀγλααῖσιν
νίκαις [ἐκ]ωμάσθησαν οἱ μὲν [Πυθόϊ,]
οἱ δ' ἐν Πέλοπος ζαθέας
νάσου π[ι]τυώδεϊ δείρᾳ,
οἱ δὲ φοινικοστερόπα τεμένει Ζη-
νὸς Νεμεαίου·
[!!!!!!] ταύτας καὶ ἐπ' ἀργυροδίνα
[ ]
[ ] Κλειω
[ ]!´!!ρ[ ]
[ ]
[ ]δαν·
(desunt cola 47-66)
t13
{ΙΓ
〈ΠΥΘΕΑΙ ΑΙΓΙΝΗΤΗΙ
ΠΑΓΚΡΑΤΙΑΣΤΗΙ ΝΕΜΕΑ〉}
13
(desunt cola decem primae strophae)
»ὕβριος ὑψινόου παύ-
σει δίκας θνατοῖσι κραίνων·
οἵαν τινὰ δύσλοφον ὠμησ-
τᾷ λέοντι
Περσείδας ἐφίησι
χεῖρα παντοίαισι τέχναις·
[οὐ γὰρ] δαμασίμβροτος αἴθων
[χαλ]κὸς ἀπλάτου θέλει [χω-]
[ρε]ῖν διὰ σώματος, ἐ[γνάμ-]
φθη δ' ὀπίσσω
[φάσγα]νον· ἦ ποτέ φαμι
[τᾷδε] περὶ στεφάνοισι
[παγκ]ρατίου πόνον Ἑλ[λά-]
[νεσσι]ν ἱδρώεντ' ἔσεσθαι.«
[–– παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς
[Νίκας] φ[ε]ρ[ε]κυδέος ἀν[θρώ-]
[πο]ισιν ἄ[ν]θεα
[χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ[ῶ-]
[νι] τρέφει παύροις βροτῶν
[α]ἰεί, καὶ ὅταν θανάτοιο
κυάνεον νέφος καλύψῃ, λείπεται
ἀθάνατον κλέος εὖ ἐρ-
χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ.
Τῶν κα[ὶ σ]ὺ τυχὼν Νεμέᾳ, Λάμ-
πωνος υἱέ,
πανθαλέων στεφάνοισιν
[ἀνθ]έ[ων] χαίταν [ἐρ]εφθεὶς
[στείχεις] πόλιν ὑψιάγυιαν
[Αἰακοῦ, τε]ρψιμ[β]ρότων [–]
[–⏑⏑ ]ἁβ[ροθρ]όων κώ-
μ[ων] πατρ[ῴα]ν
νᾶσο[ν], ὑπέρβι[ον] ἰσχὺν
παμμαχίαν ἄνα φαίνων.
Ὦ ποταμοῦ θύγατερ δι-
νᾶντος Αἴγιν' ἠπιόφρον,
ἦ τοι μεγάλαν [Κρονίδας] ἔ-
δωκε τιμὰν
ἐν πάντεσσιν [⏑––]
πυρσὸν ὣς Ἕλλ[ασι ––]
φαίνων· τό γε σὸν [κλέος αἰ]νεῖ
καί τις ὑψαυχὴς κό[ρα –]
[–⏑⏑–⏑⏑]ραν πό-
δεσσι ταρφέως
ἠΰτε νεβρὸς ἀπεν[θὴς]
ἀνθεμόεντας ἐπ[' ὄχθους]
κοῦφα σὺν ἀγχιδόμ[οις] θρῴσ-
κους' ἀγακλειτα[ῖς ἑταίρα]ις·
ταὶ δὲ στεφανωσάμε[ναι φοιν]ικέων
ἀνθέων δόνακός τ' ἐ[πιχω]ρί-
αν ἄθυρσιν
παρθένοι μέλπουσι τ[⏑–⏑⏑]ς, ὦ δέσ-
ποινα παγξε[ίνου χθονός,]
[Ἐν]δαΐδα τε ῥοδό[παχυν,]
ἃ τὸ[ν ἰσ]ό[θε]ον ἔτι[κτεν Πηλέα]
καὶ Τελαμ[ῶ]να [κο]ρυ[στὰν]
Αἰακῷ μιχθεῖς' ἐν εὐ[νᾷ·]
τῶν υἷας ἀερσιμάχ[ους,] τα-
χύν τ' Ἀχιλλέα
εὐειδέος τ' Ἐριβοίας
παῖδ' ὑπέρθυμον βοά[σω]
Αἴαντα σακεσφόρον ἥ[ρω,]
ὅστ' ἐπὶ πρύμνᾳ σταθ[εὶς] ἔσ-
χεν θρασυκάρδιον [ὁρ]μαί-
νοντα ν[ᾶας]
θεσπεσίῳ πυ[ρὶ ––]
Ἕκτορα χαλ[κεομίτρα]ν,
ὁππότε Πη[λεΐδας] τρα-
[χ]εῖαν [ἐν στήθεσσι μ]ᾶνιν
ὠρίνατ[ο, Δαρδανίδας] τ' ἔ-
λυσεν ἄ[τας·]
οἳ πρὶν μὲν [πολύπυργο]ν
[Ἰ]λίου θαητὸν ἄστυ
οὐ λεῖπον, ἀτυζόμενοι [δὲ]
πτᾶσσον ὀξεῖαν μάχα[ν,] εὖτ'
ἐν πεδίῳ κλονέω[ν] μαί-
νοιτ' Ἀχιλλεύς,
λαοφόνον δόρυ σείων·
ἀλλ' ὅτε δὴ πολέμοι[ο]
λῆξεν ἰοστεφάνο[υ] Νη-
ρῇδος ἀτρόμητο[ς υἱός,]
ὥστ' ἐν κυανανθέϊ θ[υμὸν ἀνέρων]
πόντῳ Βορέας ὑπὸ κύμα-
σιν δαΐζει,
νυκτὸς ἀντάσας ἀνατε[⏑⏑–] λῆ-
ξεν δὲ σὺν φαεσιμ[βρότῳ]
Ἀοῖ, στόρεσεν δέ τε πό[ντον]
οὐρία· Νότου δὲ κόλπ[ωσαν πνοᾷ]
ἱστίον ἁρπαλέως 〈τ'〉 ἄ-
ελπτον ἐξί[κ]οντο χέ[ρσον.]
Ὣς Τρῶες, ἐπ[εὶ] κλύον [αἰ]χμα-
τὰν Ἀχιλλέα
μίμνο[ντ'] ἐν κλισίῃσιν
εἵνεκ[ε]ν ξανθᾶς γυναικός,
[Β]ρ[ι]σηΐδος ἱμερογυίου,
θεοῖσιν ἄντειναν χέρας, φοι-
βὰν ἐσιδόντες ὑπαὶ χει-
μῶνος αἴγλαν·
πασσυδίᾳ δὲ λιπόντες
τείχεα Λαομέδοντος
[ἐ]ς πεδίον κρατερὰν ἄ-
ϊξαν ὑ[σ]μίναν φέροντες·
ὦρσάν τ[ε] φόβον Δαναοῖς· ὤ-
τρυνε δ' Ἄρης
[ε]ὐεγχής, Λυκίων τε
Λοξίας ἄναξ Ἀπόλλων·
ἷξόν τ' ἐπὶ θῖνα θαλάσσας·
[ν]αυσὶ δ' εὐπρύμνοις παρα〈ὶ〉 μάρ-
ναντ', ἐναριζ[ομέν]ων [δ' ἔ-]
[ρ]ευθε φώτων
[αἵμα]τι γαῖα μέλα[ινα]
[Ἑκτορ]έας ὑπὸ χει[ρός,]
[–⏑]εγ' ἡμιθέοις [–]
[–⏑] ἰσοθέων δι' ὁρμάν.
[––]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν
[–]οντες ὑπερφ[ία]λον [⏓]
[–⏑] αὐ[δὰ]ν
[Τρῶε]ς ἱππευταὶ κυανώπιδας ἐκ[–]
[–⏑–––] νέας
[––⏑⏑ εἰλα]πίνας τ' ἐν
[–⏑]ρεις ἕξειν θ[εόδ]ματον πόλιν.
[Μ]έλλον ἄρα πρότε[ρο]ν δι-
[ν]ᾶντα φοινίξει[ν Σκ]άμανδρ[ον,]
[θ]νᾴσκοντες ὑπ' [Αἰα]κίδαις ἐ-
ρειψ[ι]πύ[ργοις·]
τῶν εἰ καὶ τ[⏑⏑––]
ἢ βαθυξύλῳ [⏑––]
(desunt cola quinque)
οὐ γὰρ ἀλαμπέϊ νυκ[τὸς]
πασιφανὴς Ἀρετ[ὰ] κρυφ-
θεῖς' ἀμαυρο[ῦται καλύπτρᾳ,]
ἀλλ' ἔμπεδον ἀκ[αμάτᾳ] βρύ-
ουσα δόξᾳ
στρωφᾶται κατὰ γᾶν [τε]
καὶ πολύπλαγκτον θ[άλασσαν.]
Καὶ μὰν φερεκυδέα ν[ᾶσον]
Αἰακοῦ τιμᾷ, σὺν Εὐκλεί-
ᾳ δὲ φιλοστεφ[άνῳ] πό-
λιν κυβερνᾷ,
Εὐνομία τε σαόφρων,
ἃ θαλίας τε λέλογχεν
ἄστεά τ' εὐσεβέων ἀν-
δρῶν ἐν εἰ[ρ]ήνᾳ φυλάσσει.
Νίκαν {τ'} ἐρικυ[δέα] μέλπετ', ὦ νέοι,
[Π]υθέα, μελέτα[ν τε] βροτωφ[ε-]
λέα Μενάνδρου,
τὰν ἐπ' Ἀλφειοῦ τε ῥο[αῖς] θαμὰ δὴ τί-
μασεν ἁ χρυσάρματος
σεμνὰ μεγάθυμος Ἀθάνα,
μυρίων τ' ἤδη μίτραισιν ἀνέρων
ἐστεφάνωσεν ἐθείρας
ἐν Πανελλάνων ἀέθλοις.
[Ε]ἰ μή τινα θερσι[ε]πὴς φθό-
νος βιᾶται,
αἰνείτω σοφὸν ἄνδρα
σὺν δίκᾳ. Βροτῶν δὲ μῶμος
πάντεσσι μέν ἐστιν ἐπ' ἔργοι[ς·]
ἁ δ' ἀλαθεία φιλεῖ νι-
κᾶν, ὅ τε πανδ[α]μάτω[ρ] χρό-
νος τὸ καλῶς
[ἐ]ργμένον αἰὲν ἀ[έξει·]
⸤δ⸥υ⸤σ⸥μενέ⸤ω⸥ν δὲ μα[ταία]
[γλῶσς'] ⸤ἀϊδ⸥ὴς μιν[ύθει]
(desunt cola decem)
ἐλπίδι θυμὸν ἰαίν[–]
τᾷ καὶ ἐγὼ πίσυνο[ς] φοι-
νικοκραδέμνοις [τε Μούσαις]
ὕμνων τινὰ τάνδε ν[⏑–⏓–⏑–]
φαίνω, ξενίαν τε [φιλά]γλα-
ον γεραίρω,
τὰν ἐμοὶ Λάμπων [⏑⏑–⏑⏑–] βλη-
χρὰν ἐπαθρήσαις τ[⏑–]
τὰν εἰκ ἐτύμως ἄρα Κλειὼ
πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,]
τερψιεπεῖς νιν ἀ[ο]ιδαὶ
παντὶ καρύξοντι λα[ῷ.]
t14
{ΙΔ
ΚΛΕΟΠΤΟΛΕΜΩΙ ΘΕΣΣΑΛΩΙ
ΙΠΠΟΙΣ ΠΕΤΡΑΙΑ}
14
Εὖ μὲν εἱμάρθαι παρὰ δαίμ[ονος ἀν]θρώ-
ποις ἄριστον·
[σ]υμφορὰ δ' ἐσθλόν 〈τ'〉 ἀμαλδύ-
[νει β]αρύτλ[α]τος μολοῦσα
[καὶ τ]ὸν κακ[ὸν] ὑψιφανῆ
τεύ[χει κ]ατορθωθεῖσα· τι-
μὰν [δ' ἄλ]λος ἀλλοίαν ἔχει·
[μυρί]αι δ' ἀνδρῶν ἀρε[ταί,] μία δ' ἐ[κ πα-]
[σᾶ]ν πρόκειται,
[ὃς τὰ] πὰρ χειρὸς κυβέρνα-
[σεν δι]καίαισι φρένεσσιν.
[Οὔτ' ἐ]ν βαρυπενθέσιν ἁρ-
μό[ζει μ]άχαις φόρμιγγος ὀμ-
φὰ [καὶ λι]γυκλαγγεῖς χοροί,
[οὔτ' ἐ]ν θαλίαις καναχὰ
[χαλκ]όκτυπος· ἀλλ' ἐφ' ἑκάστῳ
[καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
λιστος· [ε]ὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[–]
Κλεοπτολέμῳ δὲ χάριν νῦν
χρὴ Ποσειδᾶνός τε Πετρ[αί-]
ου τέμενος κελαδῆσαι
Πυρρίχου τ' εὔδοξον ἱππόνικ[ον υἱόν,]
ὃς φιλοξείνου τε καὶ ὀρθοδίκου [–]
(desunt reliqua)
t15
{ΙΕ}
15
(deest initium)[ ]!! [ ]
[ ] [ ]
[ ]![!]! [ ]
[ ]μ?νατοῖσιν ἄστρο?[ ]
!αι![ ]ϊ?κας Διωνύσου τε[ ]
μου![ ]!τι!
t16
{ΙΣ
[ΑΡΙΣΤΟΤΕΛΕΙ Λ]Α[ΡΙΣΑΙΩΙ]
[ ]ΠΑ}
16
⸤Ἑστία χρυ⸥σόθρο⸤ν', εὐδό-⸥
⸤ ξων Ἀ⸥γαθοκ⸤λεαδᾶν ἅτ' ἀφνε[ῶν]⸥
⸤ἀνδρῶν⸥ μέγα⸤ν ὄλβον ἀέξεις⸥
⸤ἡμένα⸥ μέσαι⸤ς ἀγυιαῖς⸥
⸤Πηνειὸ⸥ν ἀμφ' ⸤ε⸥ὐώδεα Θεσσα⸤λία[ς]⸥
⸤μηλοτρόφου⸥ ἐν γυάλοις·
⸤κεῖθεν καὶ Ἀρισ⸥τοτέλης
Κ⸤ίρραν πρὸς εὐθαλ⸥έα ⸤μο⸥λὼν
δὶς στεφανώσατο Λαρί-
σα[ς ἀ]ναξίππου χάριν [ ]
κλυ[ ]!ος
(desunt reliqua)
{ΕΚ ΤΩΝ ΕΠΙΝΙΚΩΝ}⸤Ποσει⸥δάνιον ὡ⸤ς⸥⸤Μαντ⸥ινέες τριό⸤δοντα χαλκοδαιδάλοισιν ἐν⸥ ⸤ἀσπίσι⸥ν φορεῦν⸤τες!!!⸥[!!!!!!]οφευγε[ ][ ]λμο[ ][ ]!σιο[ ][ ]αινειν[ ]Ὡς δ' ἅπαξ εἰπεῖν, φρένα καὶ πυκινὰνκέρδος ἀνθρώπων βιᾶται.{ΥΜΝΟΙ}{〈ΕΙΣ ΑΠΟΛΛΩΝΑΑΠΟΠΕΜΠΤΙΚΟΣ〉}ὀρνυ[ ]Λοξίᾱ[ ]{ΕΙ[Σ ΕΚΑΤΗΝ]}Ἑκάτα[ ⸤δαϊδοφόρε⸥]ταν ἱε[ρ]Νυκ⸤τὸς μεγαλοκόλπου θύγατερ⸥σὺ κα[ ]βα![ ]Αἰαῖ τέκος ἁμέτερον,μεῖζον ἢ πενθεῖν ἐφάνη κακόν, ἀφθέγκτοισιν ἶσον.Κελεός{[ΑΠΟΛΛΩΝΙ ΠΥΘΑΙΕΙ ΕΙΣ ΑΣΙΝΗΝ]}(desunt stropha et antistropha: cola uiginti)στᾶ δ' ἐπὶ λάϊνον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον, ὧδέ τ' ἔφα·»Αὐτόματοι δ' ἀγαθῶν ἐς δαῖτας εὐόχθους ἐπέρχονται δίκαιοιφῶτες.« 〈–––⏑––〉(desunt epodi cola quinque et strophae cola octo)[–⏑⏑–⏑ ]τ?α Πυθω[–⏑––][–⏑–– ]ε?ι? τ?ελευ?τ?[–][–– ]κέλευσεν Φοῖβος [Ἀλ-] [κμήνας] πολεμαίνετον υ?[ἱ-][ὸν –⏑] ἐκ ναοῦ τε καὶ παρ[–⏑–!][Ἀλλ' ὅ γε τᾷ]δ' ἐνὶ χώρᾳ[–⏑–––]χισεν ταν φυλλο! [–][–⏑– στ]ρ?έψας ἐλαίας[–⏑⏑– ]φ' Ἀσινεῖς [–] [– ]λε!!'· ἐν δὲ χρόν[ῳ][–⏑ ]ες ἐξ Ἁλικῶν τε! [–⏑––][μάντι]ς ἐξ Ἄργευς Μελάμ[πους][ἦλ]θ' Ἀμυθαονίδας [βω-] μόν τε Πυθα〈ι〉εῖ κτίσε[–⏑⏑–][καὶ] τέμενος ζάθεον [κεί-] [ν]ας ἀπὸ ῥίζας. Τὸ δὲ χρ[––⏑––][ἐξό]χως τίμας' Ἀπόλλων[ἄλσο]ς, ἵν' ἀγλαΐαι [τ' ἀν-] [θ]εῦσ[ι] καὶ μολπαὶ λίγ[ειαι][ ]ονε?ς, ὦ ἄνα, τ!![ ][ ]τι, σ?ὺ δ' ὀλ[β][ ]!α?ιοισιν[ ]⸤τίκτει δέ τε⸥ θνατ⸤οῖσιν εἰ-⸥ ⸤ρήνα μεγαλ⸥άνορα ⸤πλοῦ-⸥ ⸤τον καὶ μελιγλώ⸥σσων ἀ⸤οιδᾶν ἄνθεα⸥⸤δαιδαλέων τ'⸥ ἐπὶ βω⸤μῶν⸥⸤θεοῖσιν αἴθε⸥σθαι βο⸤ῶν ξανθᾷ φλογί⸥[⸤μηρί' εὐ⸥μάλ]λων τε ⸤μήλων⸥⸤γυμνασίω⸥ν τε νέοι⸤ς αὐ-⸥ ⸤λῶν τε καὶ⸥ κώμω⸤ν μέλειν.⸥⸤Ἐν δὲ σιδαρο⸥δέτοις ⸤πόρπαξιν αἰθᾶν⸥⸤ἀραχνᾶν ἱστ⸥οὶ πέλ⸤ονται,⸥ἔγχεα τε λογχωτὰ ξίφεα τ' ἀμφάκεα δάμναται εὐ- ρώς. 〈–⏑–––⏑–––⏑––⏑⏑–⏑⏑––〉χαλκεᾶν δ' οὐκ ἔστι σαλπίγγων κτύπος,οὐδὲ συλᾶται μελίφρωνὕπνος ἀπὸ βλεφάρων ἀ- ῷος ὃς θάλπει κέαρ.Συμποσίων δ' ἐρατῶν βρίθοντ' ἀγυιαί,παιδικοί θ' ὕμνοι φλέγονται. (deest epodus: cola decem)Ἕτερος ἐξ ἑτέρου σοφὸςτό τε πάλαι τό τε νῦν. [Οὐδὲ γὰρ ῥᾷστον]ἀρρήτων ἐπέων πύλαςἐξευρεῖνἌρκτου παρούσης ἴχνη μὴ ζήτει.{ΠΡΟΣΟΔΙΑ}Εἷς ὅρος, μία βροτοῖσίν ἐστιν εὐτυχίας ὁδός,θυμὸν εἴ τις ἔχων ἀπενθῆ δύναταιδιατελεῖν βίον· ὃς δὲ μυ- ρία μὲν ἀμφιπολεῖ φρενί,τὸ δὲ παρ' ἆμάρ τε 〈καὶ〉 νύκτα μελλόντωνχάριν αἰὲν ἰάπτεται κέαρ, ἄκαρπον ἔχει πόνοντί γὰρ ἐλαφρὸν ἔτ' ἐστὶν ἄ- πρακτ' ὀδυρόμενον δονεῖνκαρδίαν;πάντεσσι θνατοῖσι δαί- μων ἐπέταξε πόνους ἄλλοισιν ἄλλους{ΠΑΡΘΕΝΕΙΑ}{ΥΠΟΡΧΗΜΑΤΑ}Λυδία μὲν γὰρ λίθοςμανύει χρυσόν, ἀν- δρῶν δ' ἀρετὰν σοφία τεπαγκρατής τ' ἐλέγχειἀλάθειαΟὐχ ἕδρας ἔργον οὐδ' ἀμβολᾶς, ἀλλὰ χρυσαίγιδος Ἰτωνίαςχρὴ παρ' εὐδαίδαλον ναὸν ἐλ- θόντας ἁβρόν τι δεῖξαι 〈⏑–〉 ἈλαλκομενίαὮ περικλειτέ, δῆλ' ἀγνοή- σειν μὲν οὔ ς' ἔλπομαι.{ΕΡΩΤΙΚΑ} ... εὖτετὴν ἀπ' ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαιςλευκὸν ἀντείνασα πῆχυνἮ καλὸς Θεόκριτος·οὐ μοῦνος ἀνθρώπων ὁρᾷς.[⸤Σὺ δὲ⸥ σ]ὺν χιτῶνι μούνῳ