Epigrammata
- Edition reference
- Epigrammata, AG: 6.113–114; 7.21–22, 60, 193, 203, 647; 15.22, 24, 27.
- CTS identifier
urn:cts:greekLit:tlg0211.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
15
22
τᾶμος ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν
Δαρδανιδᾶν χρυσοβαφεῖς τ' ἐστυφέλιξ' ἐκ θεμέθλων ἄνακτας,
οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,
ἀλλ' ἀπὸ κρανᾶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·
νῦν δ' ἐς Ὁμήρειον ἔβα κέλευθον
σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·
τρὶς μάκαρ, ὃν σὺ θυμῷ
ἵλαος ἀμφιδερχθῇς·
ὅδ' ὄλβος
ἀεὶ πνεῖ.
24
{〈ΣΙΜΙΟΥ〉 ΠΤΕΡΥΓΕΣ ΕΡΩΤΟΣ}
Λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ' Ἀκμονίδαν τ' ἄλλυδις ἑδράσαντα·
μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.
τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ' ἔκραιν' Ἀνάγκα,
πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς
ἑρπετά, πάνθ', ὅς' ἕρπει
δι' αἴθρας.
Χάους δέ,
οὔτι γε Κύπριδος παῖς
ὠκυπέτας οὐδ' Ἄρεος καλεῦμαι·
οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋνόῳ δὲ πειθοῖ·
εἶκε δέ μοι Γαῖα Θαλάσσας τε μυχοὶ χάλκεος Οὐρανός τε·
τῶν δ' ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.
27
<{ΣΙΜΙΟΥ ΡΟΔΙΟΥ ΩΙΟΝ ΧΕΛΙΔΟΝΟΣ}
Κωτίλας
ματέρος
τῆ τόδ' ἄτριον νέον
Δωρίας ἀηδόνος·
πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς
λίγειά μιν κάμ' ἶφι ματρὸς ὠδίς·
τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκειξε κᾶρυξ
φῦλ' ἐς βροτῶν ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός,
ἄνωγε δ' ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ' ἀέξειν
ἀριθμὸν εἰς ἄκραν δεκάδ' ἰχνίων, κόσμον νέμοντα ῥυθμῶν,
θοῶς δ' ὕπερθεν ὠκυλέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
ἴχνει θενὼν 〈⏑–⏑〉ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,
θοαῖς ἴς' αἰόλαις νεβροῖς κῶλ' ἀλλάσσων, ὀρσιπόδων ἐλάφων τέκεσσι·
ταὶ δ' ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ' αἶψα μεθ' ἱμερόεντα μαζόν,
πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ' ἀρθμίας ἴχνος τιθήνας·
βλαχαὶ δ' οἰῶν πολυβότων ἀν' ὀρέων νομὸν ἔβαν τανυσφύρων τ' ἐς ἄντρα Νυμφᾶν·
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ' αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους' εὐνὰν ματρὸς πλαγκτὸν μαιόμενος βαλιᾶς ἑλεῖν τέκος·
κᾆτ' ὦκα βοᾶς ἀκοὰν μεθέπων ὅ γ' ἄφαρ λάσιον νιφοβόλων ἀν' ὀρέων ἔσσυται ἄγκος·
ταῖς δὴ δαίμων κλυτὸς ἶσα θοοῖσι ποσὶν δονέων ἅμα πολύπλοκα μεθίει μέτρα μολπᾶς.>