The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 90–95.
CTS identifier
urn:cts:greekLit:tlg0212.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{Δημήτηρ}

Νῦν δ' αἰεὶ πέσσω· τὸ δ' ἀέξεται ἄλλο νεῶρες

πῆμα· κακοῦ δ' οὔπω γίγνεται ἡσυχίη.

2

Ἀλλ' ὅτ' ἐπὶ χρόνος ἔλθῃ, ὃς ἐκ Διὸς ἄλγεα πέσσειν

ἔλλαχε, καὶ πενθέων φάρμακα μοῦνος ἔχει·

καὶ γάρ τις μελέοιο κορεσσάμενος κλαυθμοῖο

κήδεα δειλαίων εἷλεν ἀπὸ πραπίδων ...

3

†Τω ου μοι πολέων γαίης ὕπερ ἠδὲ θαλάσσης

ἐκ Διὸς ὡραίων ἐρχομένων ἐτέων.

Οὐδ' ἀπὸ Μοῖρα κακῶν μελέῳ φέρει, ἀλλὰ μένουσιν

ἔμπεδ' ἀεί, καὶ τοῖς ἄλλα προσαυξάνεται.

4

Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱὸς

Φλιοῦς ἣν αὐτὸς δείματο, λευκόλοφος.

6

Ἀτραπὸν εἰς Ἀίδαο

ἤνυσα, τὴν οὔπω τις ἐναντίον ἦλθεν ὁδίτης.

7

Ἦ μὲν γὰρ πολέεσσι πεφύρησαι χαλεποῖσι,

θυμέ, γαληναίῃ δ' ἐπιμίσγεαι οὐδ' ὅσον ὅσσον,

ἀμφὶ δέ τοι νέαι αἰὲν ἀνῖαι τετρήχασιν.

8

Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη,

ἥ ῥ' οὐδ' ἀθανάτους ὑποδείδιεν οἵ τ' ἐν Ὀλύμπῳ

ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο.

9

Ἀγαθὴ δ' ἔπι ἤθεσιν αἰδώ.

10-13

{Παίγνια}

10

Οὔ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης

αἱρήσει κλήθρην, αἰρόμενος μακέλην·

ἀλλ' ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας

μύθων παντοίων οἶμον ἐπιστάμενος.

11

Ἐκ θυμοῦ κλαῦσαί με τὰ μέτρια, καί τι προσηνὲς

εἰπεῖν, μεμνῆσθαί τ' οὐκέτ' ἐόντος ὁμῶς.

12

Οὐ κλαίω ξείνων σε, φιλαίτατε· πολλὰ γὰρ ἔγνως

καλά· κακῶν δ' αὖ σοι μοῖραν ἔνειμε θεός.

13

Γαῖαν μὲν φανέουσι θεοί ποτε· νῦν δὲ πάρεστιν

λαιψηρῶν ἀνέμων μοῦνον ὁρᾶν τέμενος.

14-24

{Ex incertis}

14

Θρήσασθαι πλατάνῳ γραίῃ ὕπο

16

Γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,

ὀξείης κάκτου τύμμα φυλαξαμένη.

17

Λευγαλέος δὲ χιτὼν πεπινωμένος, ἀμφὶ δ' ἀραιὴ

ἰξὺς εἴλυται ῥάμμα μελαγκράνινον.

18

Τά οἵ ποτε Κύπρις ἑλοῖσα

μᾶλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων.

19

Δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι.

20

Οὐδ' ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγεν.

21

Νήχυτον ὕδωρ

22

Βουγενέας φάμενος προσεβήσαο μακρὰ μελίσσας

23

Καί κεν Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ

24

Νάσσατο δ' ἐν προχοῇσι μελαμπέτροιο Βυρίνης.

25-26

{Dubia}

25

Νισύριοι μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοὶ

ἀνδράσι πὰρ Κῴοισιν, ἐλεύθερον ἆμαρ ἔχοντες,

δούλων δ' οὔτις πάμπαν ἐσέρχεται οὐδ' ἠβαιόν.

26

Θοὴ δ' ὑπεδέξατο γαῖα.

{Ἑρμῆς}

7

ἦ μὲν δὴ πολέεσσι πεφύρησαι χαλεποῖσι,

θυμέ, γαληναίῃ δ' ἐπιμίσγεαι οὐδ' ὅσον ὅσσον,

ἀμφὶ δέ τοι νέαι αἰὲν ἀνῖαι τετρήχασιν

6

ἄτραπον εἰς Ἀίδαο

ἤνυσα, τὴν οὔπω τις ἐναντίον ἦλθεν ὁδίτης

8

ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη,

ἥ ῥ' οὐδ' ἀθανάτους ὑποδείδιεν, οἵ τ' ἐν Ὀλύμπῳ

ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο

{Δημήτηρ}νῦν δ' αἰεὶ πέσσω, τὸ δ' ἀέξεται ἄλλο νεῶρες πῆμα, κακοῦ δ' οὔπω γίνεται ἡσυχίη

3

τῷ οἴμοι πολέω γαίης ὕπερ ἠδὲ θαλάσσης

ἐκ Διὸς ὡραίων ἐρχομένων ἐτέων,

οὐδ' ἀπὸ Μοῖρα κακῶν μελέῳ φέρει, ἀλλὰ μένουσιν

ἔμπεδ' ἀ〈εὶ〉 καὶ τοῖς ἄλλα προσαυξάνεται

2

ἀλλ' ὅτ' ἐπὶ χρόνος ἔλθῃ, ὃς ἐκ Διὸς ἄλγεα πέσσειν

ἔλλαχε καὶ πενθέων φάρμακα μοῦνος ἔχει

καὶ γάρ τις μελέοιο κορεσσάμενος κλαυθμοῖο

κήδεα δειλαίων εἷλεν ἀπὸ πραπίδων.

{Τήλεφος}

10-13

{Παίγνια}

10

Οὐ μέ τις ἐξ ὀρέων ἀποφώλιος ἀγροιώτης

αἱρήσει κλήθρην αἰρόμενος μακέλην,

ἀλλ' ἐπέων εἰδὼς κόσμον καὶ πολλὰ μογήσας

μύθων παντοίων οἶμον ἐπιστάμενος.

γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ζωὴν ὀλέσασα ὀξείης κάκτου τύμμα φυλαξαμένη{Ἐπιγράμματα}

11

„Ἐκ θυμοῦ κλαῦσαί με τὰ μέτρια καί τι προσηνές

εἰπεῖν, μεμνῆσθαι δ' οὐκέτ' ἐόντος ὁμῶς.“

12

Οὐ κλαίω ξείνων σε φιλαίτατε, πολλὰ γὰρ ἔγνως

καλά, καλῶν δ' αὖ σοι μοῖραν ἔνειμε θεός.

13

γαῖαν μὲν φανέουσι θεοί ποτε, νῦν δὲ πάρεστιν

αἰψηρῶν ἀνέμων μοῦνον ὁρᾶν τέμενος

Incertae sedis poetica τά οἵ ποτε Κύπρις ἑλοῦσα

16

μῆλα Διωνύσου δῶκεν ἀπὸ κροτάφων

δάσαντο δ' ἐν προχοῇσι μελαμπέτροιο Βουρίνης<Θεσσαλαί>

4

Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱὸς

Φλιοῦς ἣν αὐτὸς δείματο λευκόλοφος

βουγενέας †φάμενος προσεβήσαο μακρὰ μελίσσαςοὐδ' ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγενθρῆσαι δὲ πλατάνῳ γραίῃ ὕποδμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔριἀγαθὴ δ' ἐπὶ ἤθεσιν αἰδώνήχυτον ὕδωρ<ἄστλιγξ><Ἄχναι><Ἀργανθώνιον>καί κεν Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυDubium

25

Οὐρανίῃ μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοί,

ἀνδράσι παρ' κείνοισιν ἐλεύθερον ἦμαρ ἔχοντες·

δούλων δ' οὔτις πάμπαν ἐσέρχεται οὐδ' ἠβαιόν.

{Ἄτακτοι γλῶσσαιἙρμηνεία} Athen. XI 783 d ἄμφωξις ξύλινον ποτήριον, ᾧ χρῆσθαι τοὺςἀγροίκους Φιλήτας φησι ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτως πίνοντας. Athen. XI 783 a ἄωτον παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμ-φιλος, Φιλήτας δὲ ποτήριον οὖς οὐκ ἔχον. Athen. XI 467 c γυάλα· Φιλήτας ἐν Ἀτάκτοις Μεγαρέας οὕτωφησὶ καλεῖν τὰ ποτήρια, γυάλας. Athen. XI 467 f Κυρηναῖοι δὲ τὸν ποδονιπτῆρα δῖνον ὀνομά-ζουσιν, ὡς Φιλήτας φησὶν ἐν Ἀτάκτοις. Athen. XI 495 e Κλείταρχος ἐν ταῖς Γλώσσαις πελλητῆρα μὲνκαλεῖν Θεσσαλοὺς καὶ Αἰολεῖς τὸν ἀμολγέα, πέλλαν δὲ τὸ ποτήριον·Φιλήτας δ' ἐν Ἀτάκτοις τὴν κύλικα Βοιωτούς. Athen. XI 496 c προχύτης εἶδος ἐκπώματος, ὡς Σιμάριστοςἐν τετάρτῳ Συνωνύμων .... Φιλήτας δ' ἐν Ἀτάκτοις ἀγγεῖον ξύλι-νον, ἀφ' οὗ τοὺς ἀγροίκους πίνειν. Athen. XI 498 a σκάλλιον κυλίκιον μικρόν, ᾧ σπένδουσινΑἰολεῖς, ὡς Φιλήτας φησὶν ἐν Ἀτάκτοις. Athen. XIV 646 d ἀμόραι. τὰ μελιτώματα Φιλήτας ἐν Ἀτάκτοις

26

ἀμόρας φησὶν καλεῖσθαι. μελιτώματα δ' ἐστὶν πεπεμμένα.

Athen. XIV 645 d κρήιον πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆςνύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δ' ἐν ἄνθραξιν, καὶκαλοῦνται ἐπ' αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος. Athen. XI 483 a Φιλήτας δὲ Συρακοσίους κύπελλα καλεῖν τὰτῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα. Ath. III 114 e Φιλήτας δ' ἐν τοῖς Ἀτάκτοις σποδέα καλεῖσθαίτινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι. Athen. XV 678 a ἀλλὰ μὴν καὶ ἰάκχαν τινὰ καλούμενον οἶδαστέφανον ὑπὸ Σικυωνίων, ὥς φησι Τιμαχίδας ἐν ταῖς Γλώσσαις.Φιλήτας δ' οὕτως γράφει· ἰάκχα ἐν τῇ Σικυωνίᾳ στεφάνωμα εὐῶδες· ἕστηκ' ἀμφὶ κόμας εὐώδεας ἄγχοθι πατρὸς καλὸν ἰακχαῖον θηκαμένη στέφανον. Athen. XV 677 c Φιλήτας δέ φησι 〈ἴσθμιον·〉 στέφανος ἤγουνὁμωνυμία ἀμφοτέρωθι οἷον τῆς κεφαλῆς καὶ τοῦ 〈περὶ αὐτῇ κόσμουκαὶ τοῦ τραχήλου καὶ τοῦ〉 περὶ αὐτῷ κόσμου. λέγω δὲ 〈καὶ〉 τὸἐπὶ τοῦ φρέατος καὶ τοῦ ἐγχειριδίου ἴσθμιον. Athen. XV 678 d Φιλήτας δ' ἐν τοῖς Ἀτάκτοις ὑποθυμίδαςΛεσβίους φησὶν καλεῖν μυρσίνης κλῶνα, περὶ ὃν πλέκειν ἴα καὶἄλλα ἄνθη. Etym. M. 330, 39 ἐλινός· ἡ ἄμπελος, ὡς Ἀπολλόδωρος. Φιλήταςδ' ἐν Γλώσσαις τὸν κλάδον τῆς ἀμπέλου. Schol. Ap. Rhod. IV 989 στάχυν ὄμπνιον· πολύν, δαψιλῆ.Φιλήτας ἐν Ἀτάκτοις Γλώσσαις ἀπέδωκε ὄμπνιον στάχυν τὸν εὔχυλονκαὶ τρόφιμον. Κυρηναίων δέ τινες τὸν πλούσιον καὶ εὐδαίμοναὄμπνιον καλοῦσιν. ἄμεινον δὲ τὸν φερέσβιον εἰπεῖν οἱονεὶ ἔμπνοόντινα ὄντα καὶ ὄμπνιον. Orion. Paris. 2630 (p. 185 Sturz, Et. M. 180, 34) Ἀχαιά· ἡΔημήτηρ παρὰ Ἀττικοῖς ... ἢ ὡς Φιλήτας τὰς ἐρίθους ἀχαιὰςἐκάλουν. Hesych. s. ἄμαλλα· δράγματα, δέσμαι τῶν ἀσταχύων ... ἀγκάλη,δράγματα ρʹ, ὥς φησι Ἴστρος, Φιλήτας δὲ ἱστορεῖ ἐκ σʹ.