Epigrammata
- Edition reference
- Epigrammata, AG: 6.34, 173, 278; 7.315; 12.38, 58, 93, 121, 142(?), 146.
- CTS identifier
urn:cts:greekLit:tlg0219.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
12
58
τόσσον δ' Ἐμπεδοκλῆς φανερώτερος, ὅσσον ἐν ἄλλοις
ἄνθεσιν εἰαρινοῖς καλὸν ἔλαμψε ῥόδον.
93
{ΡΙΑΝΟΥ}
Οἱ παῖδες λαβύρινθος ἀνέξοδος· ᾗ γὰρ ἂν ὄμμα
ῥίψῃς, ὡς ἰξῷ τοῦτο προσαμπέχεται.
τῇ μὲν γὰρ Θεόδωρος ἄγει ποτὶ πίονα σαρκὸς
ἀκμὴν καὶ γυίων ἄνθος ἀκηράσιον·
τῇ δὲ Φιλοκλῆος χρύσεον ῥέθος, ὃς τὸ καθ' ὕψος
οὐ μέγας, οὐρανίη δ' ἀμφιτέθηλε χάρις·
ἢν δ' ἐπὶ Λεπτίνεω στρέψῃς δέμας, οὐκέτι γυῖα
κινήσεις, ἀλύτῳ δ' ὡς ἀδάμαντι μένεις
ἴχνια κολληθείς· τοῖον σέλας ὄμμασιν αἴθει
κοῦρος καὶ νεάτους ἐκ κορυφῆς ὄνυχας.
χαίρετε, καλοὶ παῖδες, ἐς ἀκμαίην δὲ μόλοιτε
ἥβην καὶ λευκὴν ἀμφιέσαισθε κόμην.
121
{ΡΙΑΝΟΥ}
Ἦ ῥά νύ τοι, Κλεόνικε, δι' ἀτραπιτοῖο κιόντι
στεινῆς ἤντησαν ταὶ λιπαραὶ Χάριτες·
καί σε ποτὶ ῥοδέῃσιν ἐπηχύναντο χέρεσσιν,
κοῦρε, πεποίησαι δ' ἡλίκος ἐσσὶ χάρις·
τηλόθι μοι μάλα χαῖρε· πυρὸς δ' οὐκ ἀσφαλὲς ἆσσον
ἕρπειν αὐηρήν, ἆ φίλος, ἀνθέρικα.
142
{ΩΣ ΡΙΑΝΟΥ}
Ἰξῷ Δεξιόνικος ὑπὸ χλωρῇ πλατανίστῳ
κόσσυφον ἀγρεύσας εἷλε κατὰ πτερύγων·
χὠ μὲν ἀναστενάχων ἀπεκώκυεν ἱερὸς ὄρνις.
ἀλλ' ἐγώ, ὦ φίλ' Ἔρως καὶ θαλεραὶ Χάριτες,
εἴην καὶ κίχλη καὶ κόσσυφος, ὡς ἂν ἐκείνου
ἐν χερὶ καὶ φθογγὴν καὶ γλυκὺ δάκρυ βάλω.
146
{ΡΙΑΝΟΥ}
Ἀγρεύσας τὸν νεβρὸν ἀπώλεσα, χὠ μὲν ἀνατλὰς
μυρία καὶ στήσας δίκτυα καὶ στάλικας
σὺν κενεαῖς χείρεσσιν ἀπέρχομαι· οἱ δ' ἀμογητὶ
τἀμὰ φέρουσιν, Ἔρως, οἷς σὺ γένοιο βαρύς.
{Ἡράκλεια}{Μεσσηνιακά}Στρῆνος SUDA s. Ῥιανός· ὁ καὶ Κρής (F 45), ὢν Βηναῖος (F 42)· Βήνη δὲ πόλιςΚρήτης. τινὲς δὲ Κεραίτην, ἄλλοι δὲ Ἰθώμης τῆς Μεσσήνης αὐτὸν ἱστόρησαν. οὗτος δὲ ἦντῆς παλαίστρας πρότερον φύλαξ καὶ δοῦλος, ὕστερον δὲ παιδευθεὶς ἐγένετο γραμματικός.σύγχρονος Ἐρατοσθένους. ἔγραψεν ἐμμέτρως †ποιήματα, Ἡρακλειάδα ἐν βιβλίοις 〈̅ι̅〉̅δ̅.STEPH. BYZ. s. Βήνη· πόλις Κρήτης ὑπὸ Γόρτυν τεταγμένη. τὸ ἐθνικὸν Βηναῖος· Ῥιανὸςγὰρ ὁ ποιητὴς Βηναῖος ἦν ἢ Κερεάτης [ἢ] Κρής. ATHEN. 13, 100 p. 499D: Ῥιανὸς ὁ ἐποποιὸς ἐν Ἐπιγράμμασιν .... MELEAGROS Anth. Pal. 4,1,11: τῆι δ' ἅμα καὶ σάμψυχον ἀφ' ἡδυπνόοιο Ῥιανοῦ. SUETON. Tib. 70: fecit et Graeca poemata imitatus Euphorionem et Rhianumet Parthenium, quibus poetis admodum delectatus scripta omnium et imagines publicisbibliothecis inter veteres et praecipuos auctores dedicavit; et ob hoc plerique eruditorumcertatim ad eum multa de his ediderunt.STEPH. BYZ. s. Ἀπία (EUST. DION. Per. 414). οὕτως οἱ νεώτεροιτὸ Ἄργος, καὶ τοὺς κατοικοῦντας Ἀπιδόνας, ἀπὸ Ἄπιδος τοῦ Φορωνέως, ὡς Ῥιανὸς ἐνἈχαικῶν β̅· <«ὑμετέρη (?) τοι, τέκνα, Φορωνέος Ἰνα〈χίδαο〉 / ἀρ-χῆθεν γενεή· τοῦ δὲ κλυτὸς ἐκγένετ' Ἆπις, / ὅς ῥ' Ἀπίηνἐφάτιξε καὶ ἀνέρας Ἀπιδανῆας».> τὸ ἐθνικὸν Ἀπιεύς, δηλῶν τὸν Πελοπον-νήσιον .... Ἀπιδόνες δὲ καὶ οἱ Ἀρκάδες, ἀπὸ Ἀπιδόνος ποταμοῦ ἢ τοῦ υἱοῦ ΦορωνέωςἌπιδος .... —s. Ἄτλαντες· ἔθνος Λιβυκόν· ⟦Ἡρόδοτος δ̅ (184)⟧. ἔστι καὶ〈Ἀρκαδίας〉· τὸ ὄνομα ἀπὸ τῶν ὀρῶν τῶν δύο Ἀτλάντων· Ῥιανὸς [δὲ] ἐν Ἀχαικῶν β̅.⟦Ἀτάραντας μετ' αὐτοὺς εἶναί φησι καὶ Ἄτλαντας· καὶ ὅτι οὐ βλέπουσιν οὗτοι ὀνείρους⟧. EUST. DION. Per. 66: καὶ Ῥιανὸς δέ, ὥς φασιν, Ἀτάραντάς τινας ἱστορεῖ, καὶ μετ'ἐκείνους κεῖσθαι λέγει τοὺς Ἄτλαντας, οἳ καὶ λέγονται μὴ βλέπειν ὀνείρους. —s. Βολίνη· πόλις Ἀχαίας, ὡς Ῥιανὸς ἐν Ἀχαικῶν β̅. STEPH. BYZ. s. Φαιστός· πόλις Κρήτης .... ἔστι καὶ Ἀχαίας, ὡς Ῥια-νὸς ἐν Ἀχαικῶν γ̅. τὸ ἐθνικὸν ὁμοίως Φαίστιος· ἔστι καὶ ἀπὸ τοῦ Φαιστῖνος Φαιστίνιος.ἔστι καὶ ἄλλη Φαῖστος Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. STEPH. BYZ. s. Σκόλις· Ἀχαίας πόλις. ὁ πολίτης Σκολιεύς, ὡς Ῥια-νὸς ἐν δ̅ Ἀχαικῶν. SCHOL. APOLL. RHOD. 3, 1—5 c: Ῥιανὸς δὲ ἐν α̅ Ἠλιακῶν φησι μηδὲνδιαφέρειν, εἰ μίαν ἐπικαλεῖται τῶν Μουσῶν τις· πάσας γὰρ σημαίνει διὰ μιᾶς. λέγει δὲοὕτως· <«πᾶσαι δ' εἰσαίουσι, μιῆς ὅτε τοὔνομα λέξεις».> STEPH. BYZ. s. Λαπέρσα· θηλυκῶς· ὄρος Λακωνικῆς, οὗ μέμνηταιῬιανὸς ἐν Ἠλιακῶν α̅. ἀπὸ τῶν Λαπερσῶν Διοσκούρων. τὸ ἐθνικὸν Λαπερσαῖος. —s. Μελαιναί· πόλις Ἀρκαδίας .... Ῥιανὸς ἐν Ἠλιακῶν α̅· <«Γόρ-τυν[αν] Ἡραίαν τε πολυδρύμους τε Μελαινάς».> —s. Νώνακρις· πόλις Ἀρκαδίας· Ῥιανὸς ἐν Ἠλιακῶν α̅. STEPH. BYZ. s. Λιθήσιος· ὁ Ἀπόλλων ἐν τῶι Μαλέα〈ι〉, λίθωι προσ-ιδρυμένος ἐκεῖ· Ῥιανὸς Ἠλιακῶν γ̅. ⟦ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτωκαὶ τοῦτο⟧. STEPH. BYZ. s. Ἀμυθαονία· μοίρα τῆς Ἤλιδος· ἀπὸ Ἀμυθάονοςτοῦ Κρηθέως, ὡς Ῥιανός. STEPH. BYZ. s. Ἐθνέσται· ἔθνος Θεσσαλίας, ἀπὸ Ἐθνέστου τῶνΝεοπτολέμου παίδων ἑνός, ὡς Ῥιανὸς δ̅ καὶ ε̅ (F 20). —s. Ἀρκτᾶνες· .... ἔθνος Ἠπειρωτικόν· Ῥιανὸς ἐν δ̅ Θεσσαλικῶν. —s. Γενοαῖοι· ἔθνος Μολοσσίας, ἀπὸ Γενόου ἄρχοντος αὐτῶν· Ῥι-ανὸς δ̅ Θεσσαλικῶν. —s. Δωνεττῖνοι· ἔθνος Μολοσσικόν· Ῥιανὸς δ̅ Θεσσαλικῶν <«αὐ-τὰρ Δωνεττῖνοι ἰδ' ὀτρηροὶ Κεραῖνες»>. καὶ ἐν τῆι ζ̅ (F 21) .... —s. Ὑπαιλόχιοι· ἔθνος Μολοσσικόν· Ῥιανὸς ἐν δ̅ Θεσσαλικῶν. STEPH. BYZ. s. Ἐλινοί· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς δ̅ Θεσσαλικῶν.καὶ Ἐλινία ἡ χώρα. —s. Χαῦνοι· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς δ̅ Θεσσαλικῶν<«Κεστρῖνοι Χαῦνοί τε καὶ αὐχήεντες Ἐλινοί».> —s. Κέλαιθοι· ἔθνος Θεσπρωτικὸν προσεχὲς τῆι Θετταλίαι· Ῥιανὸςδ̅. λέγονται καὶ Κελαιθεῖς. —s. Παραυαῖοι· ἔθνος Θεσπρωτικόν· Ῥιανὸς ἐν δ̅ Θεσσαλικῶν <«σὺνδὲ Παραυαίους καὶ ἀμύμονας Ὀμφαλιῆας».> καλοῦνται δὲ ἀπὸ τοῦπαρὰ τὸν Αὖον ποταμὸν οἰκεῖσθαι. —s. Συλίονες· ἔθνος Χαονίας, ὡς Ῥιανὸς ἐν δ̅ Θεσσαλικῶν <«Συ-λίονες δ' ἕσποντο ὁμοῦ».> STEPH. BYZ. s. Δωνεττῖνοι· (F 15) καὶ ἐν τῆι ζ̅ <«ἑπτὰ δὲ Δω-νεττῖνοι, ἀτὰρ (δυο)καίδεκα Κᾶρες».> STEPH. BYZ. s. Ἀρτεμίτα· ⟦νῆσος Τυρρηνικὴ παρὰ τὴν 〈Αἰ〉θάλειαννῆσον, ὡς Φίλων .... ὁ δὲ Ἀρτεμίδωρός (V) φησιν ὅτι χερρόνησος περὶ τὴν ἐκβολὴν τοῦἈχελώιου ποταμοῦ λεγομένη Ἀρτεμίτα ....⟧ ἔστι καὶ πλησίον τῶν Ὀξειῶν νήσων νῆσοςἈρτεμίτα· Ῥιανὸς η̅ Θεσσαλικῶν <«νήσοις Ὀξείηισι καὶ Ἀρτεμί〈τ〉ηιἐπέβαλλον».> —s. Ὀνθύριον· πόλις Θεσσαλικὴ περὶ τὴν Ἄρνην. τὸ ἐθνικὸνὈνθυριεύς· Ῥιανὸς η̅. STEPH. BYZ. s. Φύλλος· πόλις ἐν Θετταλίαι· Στράβων θ̅ (5,14).Ῥιανὸς δὲ Φύλλον θηλυκῶς λέγει ἐν θ̅ Θεσσαλικῶν <«οἳ δ' ἄφαρ ὁπλισθέντεςἴσαν κραναὴν ποτὶ Φύλλον».> οἱ οἰκοῦντες Φυλλεῖς. STEPH. BYZ. s. Θαμία· πόλις Θεσσαλίας· Ῥιανὸς ι̅δ̅ Θεσσαλικῶν.καὶ Θαμίεια. STEPH. BYZ. s. Τριπόλισσοι· ἔθνος Θεσπρωτικόν, οὓς καὶ Τρι-πολισσίους καλεῖ Ῥιανὸς ἐν τῶι ι̅ε̅. STEPH. BYZ. s. Αἰγώνεια· πόλις Μηλιέων· Λυκόφρων (Alex. 903)«ὧν οἱ μὲν Αἰγώνειαν ἄθλιοι πάτραν»· καὶ Ἑκαταῖος (1 F 132). Ῥιανὸς ι̅Ϛ̅ Αἰγώνην αὐτὴνλέγει. SCHOL. A HOM. Il. Β 175: καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς