The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 21–23.
CTS identifier
urn:cts:greekLit:tlg0220.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{Mnemosyne}

Ζεὺς δ' ἄρ' ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ' ἄρα τίς νιν

ἠείδει μακάρων· ὁ δ' ἀέξετο πᾶσι μέλεσσι.

Τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ

ἀμβροσίην φορέουσαι ἀπ' Ὠκεανοῖο ῥοάων·

νέκταρ δ' ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων

γαμφηλῇς φορέεσκε ποτὸν Διὶ μητιόεντι.

Τῷ καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς

ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν.

Ὣς δ' αὔτως τρήρωσι πελειάσιν ὤπασε τιμήν,

αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσιν.

t2-3

{Ἐλεγεῖα}

2

Κεῖσαι δὴ χρυσέας ὑπὸ παστάδι τᾷδ' Ἀφροδίτας

βότρυ, Διωνύσου πληθόμενος σταγόνι·

οὐδ' ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα

φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον.

3

Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη

ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,

χαίρετε, καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ

εἵσαθ' ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.

4

{Ἀραί}

5

{Ὕμνος εἰς Ποσειδῶνα}

{ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ}

2

Κεῖσαι δὴ χρυσέαν ὑπὸ παστάδα τὰν Ἀφροδίτας,

βότρυ, Διωνύσου πληθόμενος σταγόνι,

οὐδ' ἔτι τοι μάτηρ ἐρατὸν περὶ κλῆμα βαλοῦσα

φύσει ὑπὲρ κρατὸς νεκτάρεον πέταλον.

{ΜΟΙΡΟΥΣ ΒΥΖΑΝΤΙΑΣ}

3

Νύμφαι Ἀνιγριάδες, ποταμοῦ κόραι, αἳ τάδε βένθη

ἀμβρόσιαι ῥοδέοις στείβετε ποσσὶν ἀεί,

χαίρετε καὶ σῴζοιτε Κλεώνυμον, ὃς τάδε καλὰ

εἵσαθ' ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα.