The Greek Library Catalogue

Anonymous

Hymnus Curetum

Edition reference
Hymnus Curetum, ed. J. U. Powell, Collectanea Alexandrina, Oxford: Clarendon Press, 1925 (repr. 1970): 160–161. Epigr: 205: Hymn., Lyr.
CTS identifier
urn:cts:greekLit:tlg0227.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ἰώ, μέγιστε Κοῦρε,

2

χαῖρέ μοι, Κρόνειε,

3

παγκρατὲς γάνος, βέβακες

4

δαιμόνων ἁγώμενος·

5

Δίκταν εἰς ἐνιαυτὸν

6

ἕρπε καὶ γέγαθι μολπᾷ,

7

τάν τοι κρέκομεν πακτίσι

8

μείξαντες ἅμ' αὐλοῖσιν,

9

καὶ στάντες ἀείδομεν τεὸν

10

ἀμφὶ βωμὸν οὐερκῆ.

11

Ἰώ, μέγιστε Κοῦρε,

12

χαῖρέ μοι Κρόνειε,

13

παγκρατὲς γάνος, βέβακες

14

δαιμόνων ἁγώμενος·

15

Δίκταν εἰς ἐνιαυτὸν

16

ἕρπε καὶ γέγαθι μολπᾷ.

17

Ἔνθα γὰρ σέ, παῖδ' ἄμβροτον,

18

ἀσπιδ[ηφόροι τροφῆες]

19

παρ' Ῥέας λαβόντες πόδα

20

κ[ρούοντες ἀντάχον.]

21

Ἰώ, μέγιστε Κοῦρε,

22

χαῖρέ μοι Κρόνειε,

23

παγκρατὲς γάνος, βέβακες

24

δαιμόνων ἁγώμενος·

25

Δίκταν εἰς ἐνιαυτὸν

26

ἕρπε καὶ γέγαθι μολπᾷ·

27

Desunt duo versus.

30

–⏑ τᾶ]ς καλᾶς Ἀός.

31

Ἰώ, μέγιστε Κοῦρε,

32

χαῖρέ μοι Κρόνειε,

33

παγκρατὲς γάνος, βέβακες

34

δαιμόνων ἁγώμενος·

35

Δίκταν εἰς ἐνιαυτὸν

36

ἕρπε καὶ γέγαθι μολπᾷ.

37

[Ὧραι δὲ βρ]ύον κατῆτος,

38

καὶ βροτὸς Δίκα κατῆχε,

39

[καὶ πάντα δι]ῆ?πε ζώ〈ι〉'

40

ἁ φίλολβος Εἰρήνα.

41

Ἰώ, μέγιστε Κοῦρε,

42

χαῖρέ μοι, Κρόνειε,

43

παγκρατὲς γάνος, βέβακες

44

δαιμόνων ἁγώμενος·

45

Δίκταν εἰς ἐνιαυτὸν

46

ἕρπε καὶ γέγαθι μολπᾷ.

47

Ἁ[μῖν θόρε, κἐς στα]μνία,

48

καὶ θόρ' εὔποκ' ἐ[ς ποίμνια,

49

κἐς λάϊ]α καρπῶν θόρε,

50

κἐς τελεσ[φόρος ἀγρός.

51

Ἰώ, μέγιστε Κοῦρε,

52

χαῖρέ μοι, Κρόνειε,

53

παγκρατὲς γάνος, βέβακες

54

δαιμόνων ἁγώμενος·

55

Δίκταν εἰς ἐνιαυτὸν

56

ἕρπε καὶ γέγαθι μολπᾷ.

57

Θόρε κἐς] πόληας ἁμῶν

58

θόρε κἐς ποντοπόρος νᾶας,

59

θόρε κἐς ν?[έος πολ]είτας,

60

θόρε κἐς Θέμιν κλ[ειτάν.

61

Ἰώ, μέγιστε Κοῦρε,

62

χαῖρέ μοι Κρόνειε,

63

παγκρατὲς γάνος, βέβακες

64

δαιμόνων ἁγώμενος·

65

Δίκταν εἰς ἐνιαυτὸν

66

ἕρπε καὶ γέγαθι μολπᾷ.