The Greek Library Catalogue

Anonymous

Fragmenta lyrica

Edition reference
Fragmenta lyrica, ed. D. L. Page, Supplementum lyricis Graecis, Oxford: Clarendon Press, 1974: 151–154.
CTS identifier
urn:cts:greekLit:tlg0232.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

S478a

εἶδος ἄμωμον ἔχειν·

〈⸏〉τὴν δὴ σὺ πένθ?[

τοσαῦτ' ἐφώνει· τὴν δ' ἐγὼ ἀνταμει[βόμην·

“Ἀμφιμεδοῦς θύγατερ

〈⸏〉ἐσθλῆς τε καὶ [περίφρονος

γυναικός, ἣν? νῦν γῆ κατ' εὐρώεσς' ἔ[χει,

τ]έρψιές εἰσι θεῆς

〈⸏〉πολλαὶ νέοισιν ἀνδ[ράσιν

π?αρὲξ τὸ θεῖον χρῆμα· τῶν τ?ι?ς ἀρκέσε[ι.

τ]αῦτα δ' ἐπ' ἡσυχίης

〈⸏〉εὖτ' ἂν μελανθη[

ἐ]γώ τε καὶ σὺ σὺν θεῶι βουλεύσομεν?·

π]είσομαι ὥς με κέλεαι·

〈⸏〉πολλόν μ' ε[

θρ]ιγκοῦ δ' ἔνερθε καὶ πυλέων ὑποφ?[

μ]ή τι μέγαιρε, φίλη·

〈⸏〉σχήσω γὰρ ἐς π?ο?η[φόρους

κ]ή?πους. τὸ δὴ νῦν γνῶθι· Νεοβού?λη[

ἄ]λλος ἀνὴρ ἐχέτω·

〈⸏〉αἰαῖ πέπειρα δ ![

ἄν]θος δ' ἀπερρύηκε παρθενήιον

κ]α?ὶ χάρις ἣ πρὶν ἐπῆν·

〈⸏〉κόρον γὰρ οὐκ?[

!!]ης δὲ μέτρ' ἔφηνε μαινόλ?ι?ς? γ?υνή·

ἐς] κόρακας ἄπεχε·

〈⸏〉μὴ τοῦτ' ἐ?φ?ο?ῖ?τ?' α?ν?[

ὅ]π?ως ἐγὼ γυναῖκα τ[ο]ι?αύτην ἔχων

γεί]τοσι χάρμ' ἔσομαι·

〈⸏〉πολλὸν σὲ βούλο?[μαι πάρος·

σὺ] μ?ὲν γὰρ οὔτ' ἄπιστος οὔτε διπλ?ό?η,

ἡ δ]ὲ? μάλ' ὀξυτέρη,

〈⸏〉πολλοὺς δὲ ποιεῖτα[ι

δέ]δ?οιχ' ὅπως μὴ τυφλὰ κἀλιτήμερα

σπ]ο?υδῆι ἐπειγόμενος

〈⸏〉τὼς ὥσπερ ἡ κ[ύων τέκω.”

τοσ]αῦτ' ἐφώνεον· παρθένον δ' ἐν ἄνθε[σιν

τηλ]εθάεσσι λαβὼν

〈⸏〉ἔκλινα, μαλθακῆι δ?[έ μιν

χλαί]νηι καλύψας, αὐχέν' ἀγκάληις ἔχω[ν,

δεί]μ?ατι π!![!]!μ?έ?ν?ην

〈⸏〉τὼς ὥστε νέβρ?[

μαζ]ῶν τε χ?ερσὶν ἠπίως ἐφηψάμη?ν

ἧιπε]ρ? ἔφην?ε νέον

〈⸏〉ἥβης ἐπήλυ?σις χρόα?·

ἅπαν τ]ε? σῶμ?α καλὸν ἀμφαφώμενος

λευκ]ὸν ἀφῆκα μένος

〈=〉ξανθῆς ἐπιψαύ[ων τριχός.

S478b

οὐκέ]θ' ὁμῶς θάλλεις ἁπαλὸν χρόα, κάρφετα[ι γὰρ ἤδη

ὄγμοι]ς, κακοῦ δὲ γήραος καθαιρεῖ

!!!!!], ἀ?φ' ἱμερτοῦ δὲ θο?ρὼν γλυκὺ?ς? ἵμερος π?[ροσώπου

πέπτω]κ?εν· ἦ γὰρ πολλὰ δή ς' ἐ?πῆι?ξ?εν

πνεύμ]α?τα χειμερί?ων ἀνέμων 〈 〉 π?ο?λλάκις δε[

{ΑΡΧΙΛΟΧΟΥ}Ἀλκιβίη πλοκάμων ἱερὴν ἀνέθηκε καλύπτρην Ἥρῃ, κουριδίων εὖτ' ἐκύρησε γάμων.{ΑΡΧΙΛΟΧΟΥ}Ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου κίονας, ὦ μεγάλη γαῖ', ὑπένερθεν ἔχεις.