The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 172–227, 232, 234.
CTS identifier
urn:cts:greekLit:tlg0237.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

50

καταβάντι μὴ ἀναβῆναι.

51

φέρ' ὕδωρ φέρ' οἶνον ὦ παῖ φέρε 〈δ'〉 ἀνθεμόεντας ἡμὶν

στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω.

52

πλεκτὰς

δ' ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.

53

ἀστραγάλαι δ' Ἔρωτός εἰσιν

μανίαι τε καὶ κυδοιμοί

54

ἐκδῦσα κιθῶνα δωριάζειν

55

παρὰ δηὖτε Πυθόμανδρον

κατέδυν Ἔρωτα φεύγων.

56

διὰ δηὖτε Καρικουργέος

ὀχάνου χεῖρα †τιθέμενοι†

57a

ἔραμαι 〈δέ〉 τοι συνηβᾶν

χαρίεν γὰρ †ἔχεις ἦθος.†

57b

καλὸν εἶναι τῶι Ἔρωτι τὰ δίκαιά φησιν.

57c

ἐμὲ γὰρ †λόγων εἵνεκα παῖδες ἂν φιλέοιεν·

χαρίεντα μὲν γὰρ ἄιδω, χαρίεντα δ' οἶδα λέξαι.

58

ἀσήμων

ὑπὲρ ἑρμάτων φορέομαι.

59

νεότης τε κὐγιείη

60

χθόνιον δ' ἐμαυτὸν † ἦρεν.

61

ἀπὸ δ' ἐξείλετο θεσμὸν μέγαν,

62

ἀλλὰ πρόπινε

ῥαδινοὺς ὦ φίλε μηρούς,

63

ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα

γαλαθηνὸν ὅς τ' ἐν ὕληι κεροέσσης

ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.

64

καθαρῆι δ' ἐν κελέβηι πέντε 〈τε〉 καὶ τρεῖς ἀναχείσθω.

65

ἐπὶ δ' ὀφρύσιν σελίνων στεφανίσκους

θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν

Διονύσωι

66a

ἀπό μοι θανεῖν γένοιτ'· οὐ γὰρ ἂν ἄλλη

λύσις ἐκ πόνων γένοιτ' οὐδάμα τῶνδε,

66b

Διονύσου σαῦλαι Βασσαρίδες

67

οὐ δηὖτέ μ' ἐάσεις μεθύοντ' οἴκαδ' ἀπελθεῖν

68

μεγάλωι δηὖτέ μ' Ἔρως ἔκοψεν ὥστε χαλκεὺς

πελέκει, χειμερίηι δ' ἔλουσεν ἐν χαράδρηι.

69

ἀπέκειρας δ' ἁπαλῆς κόμης ἄμωμον ἄνθος·

70

Σικελὸν κότταβον ἀγκύληι †δαΐζων†

71

ἐγὼ δὲ μισέω

πάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺς

καὶ χαλεπούς· μεμάθηκά ς', ὦ Μεγιστῆ,

τῶν ἀβακιζομένων,

72

πῶλε Θρηικίη, τί δή με λοξὸν ὄμμασι βλέπουσα

νηλέως φεύγεις, δοκεῖς δέ μ' οὐδὲν εἰδέναι σοφόν;

ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι,

ἡνίας δ' ἔχων στρέφοιμί ς' ἀμφὶ τέρματα δρόμου·

νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις,

δεξιὸν γὰρ ἱπποπείρην οὐκ ἔχεις ἐπεμβάτην.

73

κλῦθί μεο γέροντος εὐέθειρα χρυσόπεπλε κοῦρα

74

ἀλκίμων ς' ὦ 'ριστοκλείδη πρῶτον οἰκτίρω φίλων·

ὤλεσας δ' ἥβην ἀμύνων πατρίδος δουληΐην.

75

εὖτέ μοι λευκαὶ μελαίνηις' ἀναμεμείξονται τρίχες,

76

αἱ δέ μεο φρένες

ἐκκεκωφέαται·

77

Θρηικίην σίοντα χαίτην

78

κοίμισον δέ, Ζεῦ, σόλοικον φθόγγον

79

καὶ θάλαμος ἐν †ὧι κεῖνος οὐκ ἔγημεν ἀλλ' ἐγήματο.

80

ξείνοισίν ἐστε μειλίχοισιν ἐοικότες

στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις.

81

πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.

82

μηδ' ὥστε κῦμα πόντιον

λάλαζε, τῆι πολυκρότηι

σὺν Γαστροδώρωι καταχύδην

πίνουσα τὴν ἐπίστιον.

83

ἐρέω τε δηὖτε κοὐκ ἐρέω

καὶ μαίνομαι κοὐ μαίνομαι.

84

ὁ μὲν θέλων μάχεσθαι,

πάρεστι γάρ, μαχέσθω.

85

λίην δὲ δὴ λιάζεις

86

κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν

ἥσυχος κατεύδει.

87

κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι

σὴν διὰ μαργοσύνην.

88

ἐγὼ δ' ἔχων σκύπφον Ἐρξίωνι

τῶι λευκολόφωι μεστὸν ἐξέπινον,

89

στεφάνους δ' ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,

τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην·

90

κατηρεφέες παντοίων ἀγαθῶν

91

χεῖρά τ' ἐν ἠγάνωι βαλεῖν

92

ἐγὼ δ' ἀπ' αὐτῆς †φεύγω† ὥστε κόκκυξ.

93

βούλεται †ἀπεροπὸς† ἡμὶν εἶναι·

94

πλέξαντες μηροῖσι† πέρι μηρούς

95

†ὁρᾶν ἀεὶ† λίην πολλοῖσι γὰρ μέλεις.

96a

διὰ δὲ δειρὴν ἔκοψε μέσην

96b

κὰδ δὲ λῶπος ἐσχίσθη

97

κωμάζει †δὲ ὡς ἂν δεῖ† Διόνυσος,

98

†μελαμφύλλωι δάφναι χλωρᾶι τ' ἐλαίαι τανταλίζει†

100

ὑβρισταὶ καὶ ἀτάσθαλοι καὶ οὐκ εἰδότες

ἐφ' οὓς τὰ βέλη κυκλώσεσθε.

102

ἁλιπόρφυρον ῥέγος·

103

ἄστυ Νυμφέων

104

ἐπίσταται τυραννικά,

105

ἔρωτα πίνων

106

ἥλιε καλλιλαμπέτη

107

κόρωνα βαίνων

108

κωτίλη χελιδών

109

οἰνηρὸς θεράπων

110

οἰνοπότις γυνή,

111

ῥαδινοὺς πώλους

112

ῥεραπισμένωι νώτωι

113

σαῦλα βαίνειν,

114

τακερὸς δ' Ἔρως

115

φόρτον Ἔρωτος,

116

ἁβρός·

118

Ἀθαμαντίδα

120

τὠκινάκηι,

121

ἀκταινῶσαι·

122

ἀμιθά〈ς〉·

123

ἀνήλατος,

125

αὐτάγητοι·

126

Βάθυλλος

128

γονυκρότους

129

δίτοκον

130

ἐξυνῆκεν,

131

ἧσε

133

ἱρωστί,

134

κάλυκας

135

καταπτύστην

136

λυδοπαθεῖς,

138

Πολυκράτης

139

σαλαΐζειν

140

ὕμνον

141

Φίλλος·

142

χαριτόεις

156

. . . . .[ ]ας?[

[ ]ε?λ?ι![!!!]!αν?[

[ ἀμφο]τερα[!!!]σχερ?[

[ ]!στ?ο?π?[!!]ο?να[

το δόρυ ουσ?[!]κ?α?ι?!α?[!]α?νακ?[

ἐν? Παρθενείοις· πα[ῖς δ'] Ἀστερ[οπαίου γε-

γένημαι, ὅς πο?[!]!<θ?>ια!<ν>[!!]ας ἀμ[φοτέραι-

σι χερσὶ ῥῖπτεν καὶ [!!]α?μ?[

ὁ? δὲ χαλκέοις θ?ρασυ?[

π?εη<ν?>⟦ν?⟧ χὠμοπτο?λι[

μάχαι θαυμαινετ?!![

λεων ἱέντα ῥόμ[βον

{κτλ.}

160a

Ἄβδηρα καλὴ Τηίων ἀποικίη.

160b

ἕκητι Συλοσῶντος εὐρυχωρίη.

160c

αἰνοπαθῆ πατρίδ' ἐπόψομαι

κοίμισον δέ, Ζεῦ, σόλοικον φθόγγονμή πως βάρβαρα βάξηιςτεράμοντος{ΑΝΑΚΡΕΟΝΤΟΣ}Ἡ τὸν θύρσον ἔχους' Ἑλικωνιὰς ἥ τε παρ' αὐτὴν Ξανθίππη Γλαύκη τ' εἰς χορὸν ἐρχόμεναιἐξ ὄρεος χωρεῦσι, Διωνύσῳ δὲ φέρουσι κισσὸν καὶ σταφυλήν, πίονα καὶ χίμαρον.{ΤΟΥ ΑΥΤΟΥ}Οὗτος Φειδόλα ἵππος ἀπ' εὐρυχόροιο Κορίνθου ἄγκειται Κρονίδᾳ μνᾶμα ποδῶν ἀρετᾶς.{ΤΟΥ ΑΥΤΟΥ}Πρηξιδίκη μὲν ἔρεξεν, ἐβούλευσεν δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δ' ἀμφοτέρων σοφίη.{ΤΟΥ ΑΥΤΟΥ}Πρόφρων, Ἀργυρότοξε, δίδου χάριν Αἰσχύλου υἱῷ Ναυκράτει, εὐχωλὰς τάσδ' ὑποδεξάμενος.{ΤΟΥ ΑΥΤΟΥ}Πρὶν μὲν Καλλιτέλης μ' ἱδρύσατο· τόνδε δ' ἐκείνου ἔκγονοι ἐστήσανθ', οἷς χάριν ἀντιδίδου.{ΤΟΥ ΑΥΤΟΥ}Πραξαγόρας τάδε δῶρα θεοῖς ἀνέθηκε, Λυκαίου υἱός· ἐποίησεν δ' ἔργον Ἀναξαγόρας.{ΤΟΥ ΑΥΤΟΥ}Παιδὶ φιλοστεφάνῳ Σεμέλας ἀνέθηκε Μέλανθος μνᾶμα χοροῦ νίκας, υἱὸς Ἀρηιφίλου.{ΤΟΥ ΑΥΤΟΥ}Ῥυσαμένα Πύθωνα δυσαχέος ἐκ πολέμοιο ἀσπὶς Ἀθηναίης ἐν τεμένει κρέμαται.{ΤΟΥ ΑΥΤΟΥ}Σάν τε χάριν, Διόνυσε, καὶ ἀγλαὸν ἄστεϊ κόσμον Θεσσαλίας μ' ἀνέθηκ' ἀρχὸς Ἐχεκρατίδας.{ΤΟΥ ΑΥΤΟΥ}Εὔχεο Τιμώνακτι θεῶν κήρυκα γενέσθαι ἤπιον, ὅς μ' ἐρατοῖς ἀγλαΐην προθύροιςἙρμῇ τε κρείοντι καθέσσατο· τὸν δ' ἐθέλοντα ἀστῶν καὶ ξείνων γυμνασίῳ δέχομαι.{[ΤΟΥ ΑΥΤΟΥ]}Στροίβου παῖ, τόδ' ἄγαλμα, Λεώκρατες, εὖτ' ἀνέθηκας Ἑρμῇ, καλλικόμους οὐκ ἔλαθες Χάριταςοὐδ' Ἀκαδήμειαν πολυγαθέα, τῆς ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω.{[ΤΟΥ ΑΥΤΟΥ]}Βωμοὺς τούσδε θεοῖς Σοφοκλῆς ἱδρύσατο πρῶτος, ὃς πλεῖστον Μούσης εἷλε κλέος τραγικῆς.{ΑΝΑΚΡΕΟΝΤΟΣ}Τελλίᾳ ἱμερόεντα βίον πόρε, Μαιάδος υἱέ, ἀντ' ἐρατῶν δώρων τῶνδε χάριν θέμενος.δὸς δέ μιν εὐθυδίκων Εὐωνυμέων ἐνὶ δήμῳ ναίειν αἰῶνος μοῖραν ἔχοντ' ἀγαθήν.{ΑΝΑΚΡΕΟΝΤΟΣ}Καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα· Ἄρης δ' οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν.{ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ}Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα πᾶς' ἐπὶ πυρκαϊῆς ἥδ' ἐβόησε πόλις.οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης.{ΑΝΑΚΡΕΟΝΤΟΣ ΤΗΙΟΥ}Καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ.ὥρη γάρ σε πέδησεν ἀνέγγυος, ὑγρὰ δὲ τὴν σὴν κύματ' ἀφ' ἱμερτὴν ἔκλυσεν ἡλικίην.{[ΑΝΑΚΡΕΟΝΤΟΣ]}Βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς.{[ΤΟΥ ΑΥΤΟΥ]}Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλ' ὑπὸ γήρως χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων.{[ΑΝΑΚΡΕΟΝΤΟΣ]}Οὔ μοι μέλει τὰ Γύγεω,τοῦ Σαρδίων ἄνακτος,οὔθ' αἱρέει με χρυσός,οὐ δὲ φθονῶ τυράννοις·ἐμοὶ μέλει μύροισικαταβρέχειν ὑπήνην·ἐμοὶ μέλει ῥόδοισικαταστέφειν κάρηνα.