Epigrammata
- Edition reference
- Epigrammata, AG: 6.134–145, 346; 7.160, 226, 263; 9.715–716; 11.47–48; 13.4.
- CTS identifier
urn:cts:greekLit:tlg0237.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
11
47
τὸ σήμερον μέλει μοι·
τὸ δ' αὔριον τίς οἶδεν;
48
{[ΤΟΥ ΑΥΤΟΥ]}
Τὸν ἄργυρον τορεύσας,
Ἥφαιστέ, μοι ποίησον
πανοπλίαν μὲν οὐχί,
ποτήριον δὲ κοῖλον,
ὅσον δύνῃ, βάθυνον.
ποίει δέ μοι κατ' αὐτοῦ
μηδ' ἄστρα μηδ' ἁμάξας,
μὴ στυγνὸν Ὠρίωνα,
ἀλλ' ἀμπέλους χλοώσας
καὶ βότρυας γελῶντας
σὺν τῷ καλῷ Λυαίῳ.
13
4
{ΑΝΑΚΡΕΟΝΤΟΣ}
Ἀλκίμων ς', Ὠριστοκλείδη, πρῶτον οἰκτίρω φίλων·
ὤλεσας δ' ἥβην ἀμύνων πατρίδος δουληίην.