Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 34–36.
- CTS identifier
urn:cts:greekLit:tlg0238.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
t1-4
{TRIMETRI}
1
Ἄπολλον, ὅς που Δῆλον ἢ Πυθῶν' ἔχεις
ἢ Νάξον ἢ Μίλητον ἢ θείην Κλάρον,
ἵκε͜ο͜ †καθ' ἱέρ' ἢ† Σκύθας ἀφίξεαι.
2
χρυσὸν λέγει Πύθερμος ὡς οὐδὲν τἆλλα.
3
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολὺν
καὶ σῦκα βαιὰ καὶ δύ' ἢ τρεῖς ἀνθρώπους,
γνοίη χ' ὅσωι τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
4
καὶ σὲ πολλὸν ἀνθρώπων
ἐγὼ φιλέ͜ω͜ μάλιστα, ναὶ μὰ τὴν κράμβην.
t5
{TETRAMETRI}
5
ἔ͜α͜ρι μὲν χρόμιος ἄριστος, ἀνθίης δὲ χειμῶνι·
τῶν καλῶν δ' ὄψων ἄριστον καρὶς ἐκ συκέ͜η͜ς φύλλου.
ἡδὺ δ' ἐσθίειν χιμαίρης †φθινοπωρισμῶι κρέας·
δέλφακος δ' ὅταν τραπέ͜ω͜σιν καὶ πατέ͜ω͜σιν ἐσθίειν,
καὶ κυνῶν αὑτὴ τόθ' ὥρη καὶ λαγῶν κἀλωπέκων.
οἰὸς αὖθ', ὅταν θέρος τ' ἦι κἠχέται βαβράζωσιν·
εἶτα δ' ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυσσωτῶι.
βοῦς δὲ πιανθείς, δοκέ͜ω͜ μέν, καὶ μεσέ͜ω͜ν νυκτῶν ἡδὺς
κἠμέρης.