The Greek Library Catalogue

Anonymous

Fragmentum elegiacum

Edition reference
Fragmentum elegiacum, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 46.
CTS identifier
urn:cts:greekLit:tlg0242.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

χωλός, στιγματίης, πολυγήραος, ἶσος ἀλήτηι

2

ἦλθε κνισοκόλαξ, εὖτε Μέλης ἐγάμει,

3

ἄκλητος, ζωμοῦ κεχρημένος· ἐν δὲ μέσοισιν

4

ἥρως εἱστήκει βορβόρου ἐξαναδύς·

{ΕΠΗ}Ἀντιόπη δ' ἔτεκε Ζῆθον κἀμφίονα δῖονἈσωποῦ κούρη ποταμοῦ βαθυδινήεντος,Ζηνί τε κυσαμένη καὶ Ἐπωπέι ποιμένι λαῶν.Δίου ἐνὶ μεγάροις τέκεν εὐειδὴς Μελανίππη.ἀντίθεον δὲ Πελασγὸν ἐν ὑψικόμοισιν ὄρεσσιγαῖα μέλαιν' ἀνέδωκεν, ἵνα θνητῶν γένος εἴη.κοῦραί τ' Ἰκαρίοιο Μέδη καὶ Πηνελόπεια.οἳ δ' αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντοεἰς Ἥρης τέμενος, πεπυκασμένοι εἵμασι καλοῖς,χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἶχον·χαῖται δ' ἠιωρεῦντ' ἀνέμωι χρυσέ͜ο͜ι͜ς ἐνὶ δεσμοῖς,χρύσειαι δὲ κορύμβαι ἐπ' αὐτῶν τέττιγες ὥς·δαιδαλέας δὲ χλιδῶνας ἄρ' ἀμφὶ βραχίος' ἕσαντες〈–⏔–⏔–〉τες ὑπασπίδιον πολεμιστήν.