The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 47–49.
CTS identifier
urn:cts:greekLit:tlg0243.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

μέχρις τέ͜ο͜ κατάκεισθε; κότ' ἄλκιμον ἕξετε θυμόν,

ὦ νέοι; οὐδ' αἰδεῖσθ' ἀμφιπερικτίονας

ὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε

ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει

......... καί τις ἀποθνήσκων ὕστατ' ἀκοντισάτω.

τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι

γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχου

δυσμενέσιν· θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ

Μοῖραι ἐπικλώσως'. ἀλλά τις ἰθὺς ἴτω

ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ

ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου.

οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν

ἄνδρ', οὐδ' εἰ προγόνων ἦι γένος ἀθανάτων.

πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων

ἔρχεται, ἐν δ' οἴκωι μοῖρα κίχεν θανάτου,

ἀλλ' ὁ μὲν οὐκ ἔμπης δήμωι φίλος οὐδὲ ποθεινός·

τὸν δ' ὀλίγος στενάχει καὶ μέγας ἤν τι πάθηι·

λαῶι γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς

θνήσκοντος, ζώων δ' ἄξιος ἡμιθέων·

ὥσπερ γάρ μιν πύργον ἐν ὀφθαλμοῖσιν ὁρῶσιν·

ἔρδει γὰρ πολλὼν ἄξια μοῦνος ἐών.

2

Σμυρναίους δ' ἐλέησον,

2a

μνῆσαι δ', εἴ κοτέ τοι μηρία καλὰ βοῶν

〈Σμυρναῖοι κατέκηαν〉.

4

Τρήερας ἄνδρας ἄγων.

5a

νῦν δ' ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,