The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 56–58.
CTS identifier
urn:cts:greekLit:tlg0245.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Μιλήσιοι ἀξύνετοι μὲν

οὔκ εἰσιν, δρῶσιν δ' οἷά περ ἀξύνετοι.

2

{⊗} καὶ τόδε Δημοδόκου. Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δ' οὔ·

πάντες, πλὴν Προκλέους—καὶ Προκλέης Λέριος. {⊗}

3

{⊗} πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν

εἷς ἀγαθὸς Κινύρης—καὶ Κινύρης δὲ Κίλιξ. {⊗}

4

{⊗} Καππαδόκην ποτ' ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ

κάτθανε γευσαμένη αἵματος ἰοβόλου. {⊗}

5

{⊗} Καππαδόκαι φαῦλοι μὲν ἀεί· ζώνης δὲ τυχόντες

φαυλότεροι· κέρδους δ' εἵνεκα φαυλότατοι·

ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,

δή ῥα τότ' εἰς ὥρας φαυλεπιφαυλότεροι.

μή, λίτομαι βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς

κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος. {⊗}

6

ἢν τύχηις †τήνων δικάζε͜ο͜ τὴν Πριηνίην δίκην.

{ΔΗΜΟΔΟΚΟΥ}Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί, οὐχ ὁ μέν, ὃς δ' οὔ,

2

πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος.

{ΤΟΥ ΑΥΤΟΥ}

3

Πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν

εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.

{ΤΟΥ ΑΥΤΟΥ}

4

Καππαδόκην ποτ' ἔχιδνα κακὴ δάκεν, ἀλλὰ καὶ αὐτὴ

κάτθανε γευσαμένη αἵματος ἰοβόλου.

{[ΤΟΥ ΑΥΤΟΥ]}

5

Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες

φαυλότεροι, κέρδους δ' εἵνεκα φαυλότατοι.

ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,

δὴ τότε γίνονται φαυλεπιφαυλότατοι.

5

μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς

κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.