Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 58–60.
- CTS identifier
urn:cts:greekLit:tlg0246.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
ἡμεῖς προστίθεμεν γυμνασίωι Βρομίου
κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
ἐς σφαίρας κυλίκων· καὶ πρὶν ἐκεῖνον ἰδεῖν,
ὄμματι βηματίσασθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτατέαι.
4
ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν·
τόν τε σὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
εἰρεσίηι γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
τοῦδ' ἐπὶ συμποσίου· δεξιότης τε λόγου
Φαίακος Μουσῶν ἐρέτας ἐπὶ σέλματα πέμπει.
2
ἀγγελίας ἀγαθῆς δεῦρ' ἴτε πευσόμενοι,
καὶ κυλίκων ἔριδας διαλύσατε, καὶ κατάθεσθε
τὴν ξύνεσιν παρ' ἐμοί, καὶ τάδε μανθάνετε
1
δέχου τήνδε προπινομένην
τὴν ἀπ' ἐμοῦ ποίησιν· ἐγὼ δ' ἐπιδέξια πέμπω
σοὶ πρώτωι, Χαρίτων ἐγκεράσας χάριτας.
καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος.
5
καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίαι Διονύσου,
συμποσίου ναῦται καὶ κυλίκων ἐρέται,
〈 〉 περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε.
6
τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;
ΑΘΗΝΑΙΟΥ ΝΑΥΚΡΑΤΙΤΟΥ ΔΕΙΠΝΟΣΟΦΙΣΤΩΝ ⁝Ι̅Ε̅⁝