Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 64–67.
- CTS identifier
urn:cts:greekLit:tlg0251.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
πολλοῖς δ' ἀντιλέγειν (μέν) ἔθος περὶ παντὸς ὁμοίως,
ὀρθῶς δ' ἀντιλέγειν, οὐκέτι τοῦτ' ἐν ἔθει.
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός·
“σοὶ μὲν ταῦτα δοκοῦντ' ἔστω, ἐμοὶ δὲ τάδε.”
τοὺς ξυνετοὺς δ' ἄν τις πείσειε τάχιστα λέγων εὖ,
οἵπερ καὶ ῥήιστης εἰσὶ διδασκαλίης.
2
Βάκχου μέτρον ἄριστον ὃ μὴ πολὺ μηδ' ἐλάχιστον·
ἔστι γὰρ ἢ λύπης αἴτιος ἢ μανίης.
χαίρει κιρνάμενος δὲ τρισὶν Νύμφαισι τέταρτος·
τῆμος καὶ θαλάμοις ἐστὶν ἑτοιμότατος.
εἰ δὲ πολὺς πνεύσειεν, ἀπέστραπται μὲν ἔρωτας,
βαπτίζει δ' ὕπνωι, γείτονι τοῦ θανάτου.
3
ἡγοῦμαι σοφίης εἶναι μέρος οὐκ ἐλάχιστον
ὀρθῶς γινώσκειν οἷος ἕκαστος ἀνήρ.
4
πρὸς σοφίηι μὲν ἔχειν τόλμαν μάλα σύμφορόν ἐστιν·
χωρὶς δὲ βλαβερή, καὶ κακότητα φέρει.
5
πολλάκις ἀνθρώπων ὀργὴ νόον ἐξεκάλυψεν
κρυπτόμενον· μανίης †πολὺ χειρότερον.
6
ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον.
7
ἥτις κερδαίνους' οὐδὲν ὅμως ἀδικεῖ.
8
πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ' ἀνιηρὸν ἔφυ.
9
φημὶ πολυχρόνιον μελέτην ἔμεναι φίλε, καὶ δὴ
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.
9a
σοφώτατόν τοι κἀμαθέστατον χρόνος.