Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 83–90.
- CTS identifier
urn:cts:greekLit:tlg0255.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης;
τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι,
κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή,
οἷ' ἥβης ἄνθε͜α͜ γίνεται ἁρπαλέα
ἀνδράσιν ἠδὲ γυναιξίν· ἐπεὶ δ' ὀδυνηρὸν ἐπέλθηι
γῆρας, ὅ τ' αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ,
αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,
οὐδ' αὐγὰς προσορῶν τέρπεται ἠελίου,
ἀλλ' ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν·
οὕτως ἀργαλέον γῆρας ἔθηκε θεός.
2
ἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη
ἔ͜α͜ρος, ὅτ' αἶψ' αὐγῆις αὔξεται ἠελίου,
τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης
τερπόμεθα, πρὸς θε͜ῶ͜ν εἰδότες οὔτε κακὸν
οὔτ' ἀγαθόν· Κῆρες δὲ παρεστήκασι μέλαιναι,
ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,
ἡ δ' ἑτέρη θανάτοιο· μίνυνθα δὲ γίνεται ἥβης
καρπός, ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος.
αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,
αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος·
πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται· ἄλλοτε οἶκος
τρυχοῦται, πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει·
ἄλλος δ' αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα
ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην·
ἄλλος νοῦσον ἔχει θυμοφθόρον· οὐδέ τίς ἐστιν
ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ.
3
τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὥρη,
οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος.
4
Τιθωνῶι μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον 〈 〉
γῆρας, ὃ καὶ θανάτου ῥίγιον ἀργαλέου.
5
αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ' ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν· ἐπὶ πλέον ὤφελεν εἶναι·
ἀλλ' ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα· τὸ δ' ἀργαλέον καὶ ἄμορφον
γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ' ὑπερκρέμαται,
ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, ὅ τ' ἄγνωστον τιθεῖ ἄνδρα,
βλάπτει δ' ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.
6
αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέ͜ω͜ν
ἑξηκονταέτη μοῖρα κίχοι θανάτου,
7
σὴν αὐτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτέ͜ω͜ν
ἄλλός τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.
8
ἀληθείη δὲ παρέστω
σοὶ καὶ ἐμοί, πάντων χρῆμα δικαιότατον.
9
Αἰπὺ 〈 〉 τε Πύλον Νηλήϊον ἄστυ λιπόντες
ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα,
ἐς δ' ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες
ἑζόμεθ', ἀργαλέης ὕβριος ἡγεμόνες·
κεῖθεν †διαστήεντος ἀπορνύμενοι ποταμοῖο
θε͜ῶ͜ν βουλῆι Σμύρνην εἵλομεν Αἰολίδα.
11
οὐδέ κοτ' ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων
ἐξ Αἴης τελέσας ἀλγινόεσσαν ὁδόν,
ὑβριστῆι Πελίηι τελέων χαλεπῆρες ἄεθλον,
οὐδ' ἂν ἐπ' Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον.
11a
Αἰήταο πόλιν, τόθι τ' ὠκέος Ἠελίοιο
ἀκτῖνες χρυσέ͜ω͜ι κείαται ἐν θαλάμωι
Ὠκεανοῦ παρὰ χεῖλος, ἵν' ὤιχετο θεῖος Ἰήσων.
12
Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα,
οὐδέ ποτ' ἄμπαυσις γίνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῶι, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς
Ὠκεανὸν προλιποῦς' οὐρανὸν εἰσαναβῆι.
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
ποικίλη, Ἡφαίστου χερσὶν ἐληλαμένη,
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ' ὕδωρ
εὕδονθ' ἁρπαλέως χώρου ἀφ' Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
ἑστᾶς', ὄφρ' Ἠὼς ἠριγένεια μόληι·
ἔνθ' ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
13a
ὣς οἳ πὰρ βασιλῆος, ἐπε[ί ῥ'] ἐ[ν]εδέξατο μῦθο?ν?,
ἤ[ϊξ]α?ν κοίληι[ς ἀ]σπίσι φραξάμενοι.
14
οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν
τοῖον ἐμέ͜ο͜ προτέρων πεύθομαι, οἵ μιν ἴδον
Λυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας
Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην·
τοῦ μὲν ἄρ' οὔ ποτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη
δριμὺ μένος κραδίης, εὖθ' ὅ γ' ἀνὰ προμάχους
σεύαιθ' αἱματόεν〈τος ἐν〉 ὑσμίνηι πολέμοιο,
πικρὰ βιαζόμενος δυσμενέων βέλεα·
οὐ γάρ τις κείνου δηίων ἔτ' ἀμεινότερος φὼς
ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆς
ἔργον, ὅτ' αὐγῆισιν φέρετ' ὠκέος ἠελίοιο
15
καί μιν ἐπ' ἀνθρώπους βάξις ἔχει χαλεπή.
16
ἀργαλέης αἰεὶ βάξιος ἱέμενοι.
17
Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων.
t22-6
{DUBIA ET SPURIA}
22
Τροιζηνίας δὲ τραῦμα φοιτάδος πλάνης
ἔσται κακῶν τε πημάτων παραίτιον,
ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
πρὸς λέκτρα· τύμβος δ' αὐτὸν ἐκσώσει μόρου
Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
κολοσσοβάμων δ' ἐν πτυχαῖσιν Αὐσόνων κτλ.
24
οἷα δὴ φιλοῦσιν {οἱ} ἰατροὶ λέγειν
τὰ φαῦλα μείζω καὶ τὰ δείν' ὑπὲρ φόβον,
πυργοῦντες αὑτούς.
25
δεινοὶ γὰρ ἀνδρὶ πάντες ἐσμὲν εὐκλεεῖ
ζῶντι φθονῆσαι, κατθανόντα δ' αἰνέσαι.
26
ὦ Ζεῦ πολυτίμητ', ὡς καλαὶ νῷν αἱ γυναῖ
{ΜΙΜΝΕΡΜΟΥ}
7
Τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.
SCHOL. ANTIMACH. (P. Cair. 65741; P. Mil. I no. 17 col. II 27) p. 83 Wyss:Μίμνερμ[ος] δ' [ἐν] τῆι Σμυρν[η]ίδι· «ὣς οἱ πὰρ βασιλῆος, ἐπε[ὶ ρ'] ἐνεδέξατο μῦθον, /ἤ[ιξα]ν κοίληις' ἀσπίσι φραξάμενοι». STRABON 14, 1, 3 p. 633: Κολοφῶνα δ' Ἀνδραίμων Πύλιος (scil. κτίζει), ὥςφησι καὶ Μίμνερμος ἐν Ναννοῖ (F 10 Bgk). STRABON 14, 1, 4 p. 634: ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρα-τεύουσι ἐπὶ τόπον, ἐν ὧι νῦν ἐστιν ἡ Σμύρνα, Λελέγων κατεχόντων, ἐκβαλόντες δ' αὐτοὺςἔκτισαν τὴν παλαιὰν Σμύρναν, διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους. ὕστερον δὲ ὑπὸΑἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέρανἀπέλαβον, καθάπερ καὶ Μίμνερμος ἐν τῆι Ναννοῖ (F 12 Diehl) φράζει, μνησθεὶς τῆς Σμύρ-νης ὅτι περιμάχητος ἀεί· «ἐπείτε Πύλον Νηλήιον ἄστυ λιπόντες, / ἱμερτὴν Ἀσίην νηυσὶν
9
ἀφικόμεθα, / ἐς δ' ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες / ἑζόμεθ' ἀργαλέης ὕβριος
ἡγεμόνες· / κεῖθεν † διαστήεντος ἀπορνύμενοι ποταμοῖο / θεῶν βουλῆι Σμύρνην εἵλομενΑἰολίδα».
17
SCHOL. T HOM. Il. Π 287: Μίμνερμος (F 14 D) «Παίονας ἄνδρας ἄγων, ἵνατε κλειτὸν γένος ἵππων».
PAUSAN. 9, 29, 4: Μίμνερμος (F 13 Bgk) δὲ ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴνΣμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῶι προοιμίωι θυγατέρας Οὐρανοῦ τὰςἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.
14
STOB. Flor. 3, 7, 11: Μίμνερμος (F 13 D)· «οὐ μὲν δὴ κείνου γε μένος καὶἀγήνορα θυμὸν / τοῖον ἐμεῦ προτέρων πεύθομαι, οἵ μιν ἴδον / Λυδῶν ἱππομάχων πυκινὰς
κλονέοντα φάλαγγας / Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην κτλ.». ATHEN. 4, 74 p. 174 A: ὁ δ' αὐτὸς (Demetrios von Skepsis F 14 Gaede) ...Δαίτην ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον (F 18 Bgk). SCHOL. LYKOPHR. Al. 610: ἡ δὲ Ἀφροδίτη, καθά φησιν Μίμνερμος (F 22 Bgk),ὑπὸ Διομήδους τρωθεῖσα παρεσκεύασε τὴν Αἰγιαλείαν πολλοῖς μὲν μοιχοῖς συγκοιμηθῆναι,ἐρασθῆναι δὲ καὶ [Ἱππολύτου] Κομήτου τοῦ Σθενέλου υἱοῦ. τοῦ δὲ Διομήδους παραγενομένουεἰς τὸ Ἄργος, ἐπιβουλεῦσαι αὐτῶι· τὸν δὲ καταφυγόντα εἰς τὸν βωμὸν τῆς Ἥρας, διὰνυκτὸς φυγεῖν σὺν τοῖς ἑταίροις, καὶ ἐλθεῖν εἰς Ἰταλίαν πρὸς Δαῦνον βασιλέα, ὅστις αὐτὸν〈δόλωι〉 ἀνεῖλεν. AELIAN. V. H. 12, 36: ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβηςπαίδων μὴ συνάιδειν ἀλλήλοις. Ὅμηρος (Il. Ω 602 ff.) μὲν ἓξ λέγει 〈ἄρρενας〉 καὶ τοσαύταςκόρας, Λάσος (F 2 Bgk) δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος (F 34 Rz) δὲ ἐννέα καὶ δέκα ....