The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 96.
CTS identifier
urn:cts:greekLit:tlg0259.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

ἁρμόζεται

Ζηνὸς εὐειδὴς Ἀπόλλων πᾶσαν, ἀρχὴν καὶ τέλος

συλλαβών, ἔχει δὲ λαμπρὸν πλῆκτρον ἡλίου φάος.

2

ὕστατον πρῶτόν τε πάντων ἔν θ' ἑαυτῶι πάντ' ἔχων,

εἷς ἀεὶ κοὐχ 〈εἷς· πάλιν γὰρ〉 εἶσιν ὃς παροίχεται

ἐξ ἐόντος 〈αὐτὸς〉 αὑτῶι 〈τὴν〉 ἐναντίην ὁδὸν

παρ' ἐνιαυτόν ... τὸ δ' αὔριον

ἤματι τρίτωι χθές ἐστιν, 〈τοῦ〉το δὲ χθὲς αὔριον.

STEPH. BYZ. s. Τέως· πόλις Ἰωνίας ... ἀφ' οὗ ‘Πρωταγόραςὁ Τήιος’ (Eupolis I 297, 146 K), καὶ ‘Σκυθῖνος ἰάμβων ποιητὴς Τήιος’. DIOG. LAERT. IX 16: Ἱερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸντῶν ἰάμβων ποιητὴν ἐπιβαλέσθαι τὸν ἐκείνου (sc. Ἡρακλείτου) λόγον διὰμέτρου ἐκβάλλειν. ATHENAI. XI 461 E: ... οὐ τῶν Κυλικράνων εἷς ὑπάρχων, οὓςχλευάζων Ἕρμιππος ὁ κωμωιδοποιὸς ἐν τοῖς Ἰάμβοις (I 246, 70 K)φησίν· ‘εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· εἶδον οὖν τὴνἩράκλειαν καὶ μάλ' ὡραίαν πόλιν’. Ἡρακλεῶται δ' εἰσὶν οὗτοι οἱ ὑπὸτῆι Οἴτηι κατοικοῦντες, ὥς φησι Νίκανδρος ὁ Θυατειρηνός (III), ὀνομασθῆ-ναι φάσκων αὐτοὺς ἀπό τινος Κύλικος γένος Λυδοῦ, ἑνὸς τῶν Ἡρακλεῖσυστρατευσαμένων. μνημονεύει δ' αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος ἐν τῆιἐπιγραφομένηι Ἱστορίηι λέγων οὕτως· <«Ἡρακλῆς λαβὼν Εὔρυτονκαὶ τὸν υἱὸν ἔκτεινε φόρους πρήσσοντας παρ' Εὐβοέων.〈καὶ〉 Κυλικρῆνας ἐξεπόρθησε ληιζομένους, καὶ αὐτόθιπόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην»>.Πολέμων δ' ἐν τῶι πρώτωι τῶν πρὸς Ἀδαῖον καὶ Ἀντίγονόν (IV) φησινοὕτως· ‘τῆς δ' Ἡρακλείας τῆς ὑπὸ τὴν Οἴτην καὶ Τραχῖνος τῶν οἰκητόρωνμεθ' Ἡρακλέους τινὲς ἀφικόμενοι ἐκ Λυδίας Κυλικρᾶνες, οἳ δ' Ἀθαμᾶνες,ἀφ' ὧν οἱ τόποι διαμένουσιν· οἷς οὐδὲ πολιτείας μετέδοσαν οἱ Ἡρακλεῶ-ται συνοικοῦσιν, ἀλλοφύλους ὑπολαβόντες. Κυλικρᾶνες δὲ λέγονται, ὅτιτοὺς ὤμους κεχαραγμένοι κύλικας ἦσαν’.