Epigrammata
- Edition reference
- Epigrammata, AG: 5.159; 6.2, 50, 52, 197, 212–217; 7.20, 24–25, 77, 177, 248–251, 253–254b, 258, 270, 296, 300–302, 344, 348–349, 431, 442–443, 496, 507, 508–516, 647, 650b, 677; 9.700, 757–758; 10.105; 13.11, 14, 19–20, 26, 28, 30; 16.2–3, 23–24, 26, 60, 82, 204, 232.
- CTS identifier
urn:cts:greekLit:tlg0261.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
258
κάλλιστον δ' ἀρετῆς μνῆμ' ἔλιπον φθίμενοι.
270
{ΣΙΜΩΝΙΔΟΥ}
Τούσδε ποτ' ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.
296
{[ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ]}
Ἐξ οὗ γ' Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετ' ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας· μέγα δ' ἔστεν〈εν Ἀσὶς ὑπ' αὐτῶν〉
πληγεῖς' ἀμφοτέραις χερσὶ κράτει πολέμου.
300
{ΣΙΜΩΝΙΔΟΥ}
Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε
γαῖ', ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.
μνῆμα δ' ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν
ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.
301
{[ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ]}
Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο
τῇδ' ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,
πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων
Μηδείων τ' ἀνδρῶν δεξάμενοι πολέμῳ.
302
{ΣΙΜΩΝΙΔΟΥ}
Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·
Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.
344
{ΣΙΜΩΝΙΔΟΥ}
Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δ' ὃν ἐγὼ νῦν
φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.
348
{ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ}
Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ' εἰπὼν
ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
349
{[ΣΙΜΩΝΙΔΟΥ]}
Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας
ὀψὲ μέν, ἀλλ' ἔθανον. ἔρρετε πάντες ὁμοῦ.
431
{ΑΔΗΛΟΝ [οἱ δὲ ΣΙΜΩΝΙΔΟΥ]}
Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον
ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
ἄρσενι δ' Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον
καρύσσει· „Θυρέα, Ζεῦ, Λακεδαιμονίων.“
αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπ' Ἀδράστου·
Σπάρτᾳ δ' οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.
442
{[ΣΙΜΩΝΙΔΟΥ]}
Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,
οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν
αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.
443
{ΣΙΜΩΝΙΔΟΥ}
Τῶνδέ ποτ' ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς
λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.
ἀντὶ δ' ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων
ἄψυχ' ἐμψύχων ἅδε κέκευθε κόνις.
496
{ΣΙΜΩΝΙΔΟΥ}
Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον
τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν
μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης
ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
νῦν δ' ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν
ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.
507
{ΣΙΜΩΝΙΔΟΥ}
Ἄνθρωπ', οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς
χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δ' ἱκανός.
508
{[ΣΙΜΩΝΙΔΟΥ]}
Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,
τόνδ' Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,
ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις
φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.
509
{ΤΟΥ ΑΥΤΟΥ}
Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μ' ἐπέθηκεν
Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.
510
{ΤΟΥ ΑΥΤΟΥ}
Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ,
Κλείσθενες, Εὐξείνῳ μοῖρ' ἔκιχεν θανάτου
πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου
ἤμπλακες οὐδ' ἵκευ Χῖον ἐπ' ἀμφιρύτην.
511
{ΤΟΥ ΑΥΤΟΥ}
Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτ' ἂν ἴδωμαι,
οἰκτείρω σε, τάλαν Καλλία, οἷ' ἔπαθες.
512
{ΤΟΥ ΑΥΤΟΥ}
Τῶνδε δι' ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς
αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,
οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν
παισὶ λιπεῖν, αὐτοὶ δ' ἐν προμάχοισι θανεῖν.
513
{ΤΟΥ ΑΥΤΟΥ}
Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,
ἡνίκ' ἀφ' ἱμερτὴν ἔπνεεν ἡλικίην·
”Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ
οὔτ' ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.”
514
{ΣΙΜΩΝΙΔΟΥ}
Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου
ἀενάου στονόεντ' ἤγαγεν εἰς θάνατον
Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν
Διφίλου αἰχμητὴς υἱὸς ἔθηκ' ὄνομα.
515
{ΣΙΜΩΝΙΔΟΥ}
Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις
ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;
ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας
ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
516
{ΤΟΥ ΑΥΤΟΥ}
Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,
Ζεῦ Ξένι'· οἱ δ' ὑπὸ γᾶν θέντες ὄναιντο βίου.
647
{[ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ] ΣΙΜΙΟΥ}
Ὕστατα δὴ τάδ' ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ
δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
„Αὖθι μένοις παρὰ πατρί, τέκοις δ' ἐπὶ λῴονι μοίρᾳ
ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.“
650b
{ΣΙΜΩΝΙΔΟΥ}
Τούσδ' ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.
677
{〈ΣΙΜΩΝΙΔΟΥ〉}
Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.
9
700
{ΣΙΜΩΝΙΔΟΥ}
Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
757
{ΣΙΜΩΝΙΔΟΥ}
Ἰφίων τόδ' ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος
χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.
758
{ΤΟΥ ΑΥΤΟΥ}
Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν,
τὴν δ' ἐξιόντων δεξιὰν Διονύσιος.
10
105
{ΣΙΜΩΝΙΔΟΥ}
Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπ' αὐτῷ
χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.
13
11
{[ΣΙΜΩΝΙΔΟΥ]}
Τίς εἰκόνα τάνδ' ἀνέθηκεν; —”Δωριεὺς ὁ Θούριος.” —
Οὐ Ῥόδιος γένος ἦν; —„Ναί, πρὶν φυγεῖν γε πατρίδα,
δεινᾷ γε χειρὶ πόλλ' ἔρξας ἔργα καὶ βίαια.“
14
{ΣΙΜΩΝΙΔΟΥ}
Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται
νίκαις ἱππόβοτον πατρίδ' ἐπευκλεΐσας
Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
δύω δ' ἐν Ἰσθμῷ, πεντεκαίδεκ' ἐν Νεμέᾳ·
τὰς δ' ἄλλας νίκας οὐκ εὐμαρές ἐστ' ἀριθμῆσαι.
19
{ΣΙΜΩΝΙΔΟΥ}
Ἄνθηκεν τόδ' ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
ἐν Δελφοῖς ποτε Νικολᾴδας
καὶ Παναθηναίοις στεφάνους λάβε πέντ' ἐπ' ἀέθλοις
ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
Ἰσθμῷ δ' ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ—οἶδεν ἑλόντα
ἀκτὰ Ποντομέδοντος ἆθλα—
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα
Πελλάνᾳ, δύο δ' ἐν Λυκαίῳ
καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ' Ἐπιδαύρῳ
καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,
ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας
ηὔφρανεν μεγάλαν Κόρινθον.
20
{ΣΙΜΩΝΙΔΟΥ}
Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης,
τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς
τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκ' Ἀφροδίτῃ
καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.
26
{ΣΙΜΩΝΙΔΟΥ}
Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδ' Ἀρχεναύτεω
κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν
Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθ' ὑψιπύργου
σήμαινε λαοῖς τέρμ' ἔχων Κορίνθου.
28
{[ΒΑΚΧΥΛΙΔΟΥ ἢ ΣΙΜΩΝΙΔΟΥ]}
Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις
σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων
ἔθηκαν· εὖ τούσδ' Ἀντιγένης ἐδίδασκεν ἄνδρας,
εὖ δ' ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων
Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος,
Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
αἵ οἱ ἐπ' ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν
θεοῦ θ' ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.
30
{ΣΙΜΩΝΙΔΟΥ}
Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.
υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.
16
2
{ΣΙΜΩΝΙΔΟΥ}
Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν
παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον,
κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δ' οὐ χείρονα μορφῆς,
ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.
3
{ΤΟΥ ΑΥΤΟΥ}
Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα
ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.
23
{ΣΙΜΩΝΙΔΟΥ}
Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δ' ἐνίκης; —
”Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.”
24
{ΤΟΥ ΑΥΤΟΥ}
Μίλωνος τόδ' ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ
ἑπτάκι νικήσας ἐς γόνατ' οὐκ ἔπεσεν.
26
{ΣΙΜΩΝΙΔΟΥ}
Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δ' ἐφ' ἡμῖν
ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
[οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα
τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.]
60
{[ΣΙΜΩΝΙΔΟΥ]}
Τίς ἅδε; —„Βάκχα.“ —Τίς δέ νιν ξέσε; —”Σκόπας.” —
Τίς δ' ἐξέμηνε, Βάκχος ἢ Σκόπας; —„Σκόπας.“
82
{[ΣΙΜΩΝΙΔΟΥ]}
Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα
Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.
204
{[ΣΙΜΩΝΙΔΟΥ]}
Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω
οὐκέτι τοξεύων, ἀλλ' ἀτενιζόμενος.
232
{ΣΙΜΩΝΙΔΟΥ}
Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,
τὸν μετ' Ἀθηναίων στήσατο Μιλτιάδης.
SUID. s. Σιμωνίδης Κεῖος· θυγατριδοῦς κατά τινας τοῦ προτέ-ρου, ὃς ἐπεκλήθη Μελικέρτης. γέγονε δὲπρὸ τῶν Πελοποννησιακῶν· καὶ γέγραφε Γενεαλογίαν ἐν βιβλίοιςτρισίν· Εὑρήματα ἐν βιβλίοις τρισίν. ET. M. p. 479, 47 (TZETZ. Lyk. 355): Ἰτωνὶς καὶ Ἰτωνία ἡἈθηνᾶ εἴρηται παρὰ τοῖς Θεσσαλοῖς, ἀπό τινος πόλεως Ἴτωνος. φησὶ δὲὁ γενεαλόγος Σιμωνίδης Ἰτώνου θυγατέρας γενέσθαι δύο, Ἀθηνᾶν καὶἸοδάμαν, ἃς ἐζηλωκυίας τὴν ὁπλομαχικὴν εἰς ἔριν τὴν εἰς ἀλλήλας χωρῆ-σαι, ἀναιρεθῆναί τε τὴν Ἰοδάμαν ὑπὸ τῆς Ἀθηνᾶς. SCHOL. APOLL. RHOD. II 866: Ἀγκαίωι ... ὃν Ἰμβρασίοισιπαρ' ὕδασιν Ἀστυπάλαια τίκτε Ποσειδάωνι] ὅτι Ποσειδῶνος καὶ Ἀστυ-παλαίας τῆς Φοίνικος ὁ Σάμιος Ἀγκαῖος ἦν παῖς, ὃς ἐκυβέρνα τὴν ναῦνμετὰ τὴν Τίφυος τελευτήν, καὶ Σιμωνίδης ὁ γενεαλόγος ὁμοίως τῶι Ἀπολ-λωνίωι γενεαλογεῖ. SCHOL. APOLL. RHOD. I 763: Φρίξος Μινυήιος] Μινυήιος ὁ Ἰώλκιος· τὴν γὰρἸωλκὸν Μινύαι ὤικουν, ὥς φησι Σιμωνίδης ἐν Συμμίκτοις. δύναται δὲ καὶ ἀντὶ τοῦὈρχομένιος· πολλοὶ γάρ φασιν ἐν Ὀρχομενῶι οἰκῆσαι τὸν Ἀθάμαντα. PLUTARCH. Lykurg. I, 8 (Schol. PLAT. Resp. 599 D): ** ἐπεὶ καὶΣιμωνίδης ὁ ποιητὴς (F 217 Bgk) οὐκ Εὐνόμου λέγει τὸν Λυκοῦργον πατρός, ἀλλὰΠρυτάνιδος καὶ τὸν Λυκοῦργον καὶ τὸν Εὔνομον, οἱ πλεῖστοι σχεδὸν οὐχ οὕτω γενεαλο-γοῦσιν κτλ. GNOMOL. VAT. GR. 1144 (= Hesiod. T 18d Jac): Σιμωνίδης τὸνἩσίοδον κηπουρὸν ἔλεγε, τὸν δὲ Ὅμηρον στεφανηπλόκον, τὸν μὲν ὡς φυτεύσαντα τὰςπερὶ θεῶν καὶ ἡρώων μυθολογίας, τὸν δὲ ὡς ἐξ αὐτῶν συμπλέξαντα τὸν Ἰλιάδος καὶὈδυσσείας στέφανον.