Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 149.
- CTS identifier
urn:cts:greekLit:tlg0265.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
7
πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.
9
ὧι ξυμβουλεύειν χὲρς ἄπο, νοῦς δὲ πάρα.
10
Κηΐα με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα·
οὐ θέλοντά με προσῆλθε Κηΐα φλυαρία.
ἀλλ' εἰ τύ γε Παυσανίαν ἢ καὶ τύ γε Ξάνθιππον αἰνεῖς,ἢ τύ γε Λευτυχίδαν, ἐγὼ δ' Ἀριστείδαν ἐπαινέωἄνδρ' ἱερᾶν ἀπ' Ἀθανᾶνἐλθεῖν ἕνα λῶιστον, ἐπεὶ Θεμιστοκλῆν ἤχθαρε Λατώ, ψεύσταν ἄδικον προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόνταἀργυρίοισι κοβαλικοῖσι πεισθεὶς οὐ κατᾶγενπατρίδ' Ἰαλυσὸν εἴσ〈ω〉,λαβὼν δὲ τρί' ἀργυρίου τάλαντ' ἔβα πλέων εἰς ὄλεθρον, τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ' ἐκδιώκων, τοὺς δὲ καίνων·ἀργυρίων δ' ὑπόπλεως Ἰσθμοῖ γελοίως πανδόκευεψυχρὰ 〈τὰ〉 κρεῖα παρίσχων·οἱ δ' ἤσθιον κηὔχοντο μὴ ὤραν Θεμιστοκλέος γενέσθαι.Μοῦσα τοῦδε τοῦ μέλεοςκλέος ἀν' Ἕλλανας τίθει,ὡς ἐοικὸς καὶ δίκαιον.οὐκ ἆρα Τιμοκρέων μόνοςΜήδοισιν ὁρκιατομεῖ·ἀλλ' ἐντὶ κἄλλοι δὴ πονη-ροὶ κοὐκ ἐγὼ μόνα κόλου-ρις· ἐντὶ κἄλλαι 'λώπεκες. λό[γ]ον δέ σοι λ?ε?[ |!!!]!ον ταυτ?α?σοι? π!![ |!!τ]ῶν τριῶν ταλ[άντων |!!!!!!!]ωνξένος [ (fin. col.)ὤφελέν ς' ὦ τυφλὲ Πλοῦτε μήτε γῆι μήτ' ἐν θαλάσσηιμήτ' ἐν ἠπείρωι φανῆμεν, ἀλλὰ Τάρταρόν τε ναίεινκἈχέροντα· διὰ σὲ γὰρ πάντ' αἰὲν ἀνθρώποις κακά.Σικελὸς κομψὸς ἀνὴρποτὶ τὰν ματέρ' ἔφα{ΤΙΜΟΚΡΕΟΝΤΟΣ ΡΟΔΙΟΥ}Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα.οὐκ ἐθέλοντά με προσῆλθε Κηία φλυαρία.