The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 150–163.
CTS identifier
urn:cts:greekLit:tlg0266.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

. ]!!!υ?ι?!![

. ]!!ε? θ?εοπρο[π

. ]!!φ?!!ενακ[

. ]!μ?α?ντει?ασ?αν?[

. ]τ?ε?ιδε?τ?αθ?ἡ?![

. ]π?άντ' εἰδεν![

. ἄ]ν?δρα?ς ἀνιστ[αμεν

. ]ι?[!]ηγ?αλ?α[

. ]!![!!!]θ?ε?οῖσι φί[λ

. ]ω? πε?ι?θ?ώμε?θα κ[

. ]α?ν? ἐ?γ?γύτεροι γ?έν[εος·

αὐτὸς γὰρ Κρονίων⸥ καλλιστεφάνου ⸤πόσις Ἥρης

Ζεὺς Ἡρακλείδαις⸥ ἄστυ δέδωκε τό?⸤δε,

οἷσιν ἅμα προλιπ⸥όντες Ἐρινεὸν ⸤ἠνεμόεντα

εὐρεῖαν Πέλοπ⸥ο⸤ς⸥ νῆσον ἀφικόμ⸤εθα

[ ]γ?λ?αυκώπ[ι]δος[

4

Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ' ἔνεικαν

μαντείας τε θεοῦ καὶ τελέεντ' ἔπεα·

ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,

οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,

πρεσβυγενέ͜α͜ς τε γέροντας· ἔπειτα δὲ δημότας ἄνδρας

εὐθείαις ῥήτραις ἀνταπαμειβομένους

μυθεῖσθαί τε τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια,

μηδέ τι βουλεύειν τῆιδε πόλει 〈σκολιόν〉·

δήμου τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι.

Φοῖβος γὰρ περὶ τῶν ὧδ' ἀνέφηνε πόλει.

5

ἡμετέρωι βασιλῆϊ, θεοῖσι φίλωι Θεοπόμπωι,

ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον,

Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν·

ἀμφ' αὐτὴν δ' ἐμάχοντ' ἐννέα καὶ δέκ' ἔτη

νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες

αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες·

εἰκοστῶι δ' οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες

φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.

6

ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι,

δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς

ἥμισυ πάνθ' ὅσσων καρπὸν ἄρουρα φέρει.

7

δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί,

εὖτέ τιν' οὐλομένη μοῖρα κίχοι θανάτου.

10

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα

ἄνδρ' ἀγαθὸν περὶ ἧι πατρίδι μαρνάμενον·

τὴν δ' αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς

πτωχεύειν πάντων ἔστ' ἀνιηρότατον,

πλαζόμενον σὺν μητρὶ φίληι καὶ πατρὶ γέροντι

παισί τε σὺν μικροῖς κουριδίηι τ' ἀλόχωι.

ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται οὕς κεν ἵκηται,

χρησμοσύνηι τ' εἴκων καὶ στυγερῆι πενίηι,

αἰσχύνει τε γένος, κατὰ δ' ἀγλαὸν εἶδος ἐλέγχει,

πᾶσα δ' ἀτιμίη καὶ κακότης ἕπεται.

†εἶθ' οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμί' ὤρη

γίνεται οὔτ' αἰδὼς οὔτ' ὀπίσω γένεος.

θυμῶι γῆς πέρι τῆσδε μαχώμεθα καὶ περὶ παίδων

θνήσκωμεν ψυχέ͜ω͜ν μηκέτι φειδόμενοι.

ὦ νέοι, ἀλλὰ μάχεσθε παρ' ἀλλήλοισι μένοντες,

μηδὲ φυγῆς αἰσχρῆς ἄρχετε μηδὲ φόβου,

ἀλλὰ μέγαν ποιεῖτε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,

μηδὲ φιλοψυχεῖτ' ἀνδράσι μαρνάμενοι·

τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ' ἐλαφρά,

μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.

αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα

κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,

ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,

θυμὸν ἀποπνείοντ' ἄλκιμον ἐν κονίηι,

αἱματόεντ' αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα—

αἰσχρὰ τά γ' ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν,

καὶ χρόα γυμνωθέντα· νέοισι δὲ πάντ' ἐπέοικεν,

ὄφρ' ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχηι,

ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶ

ζωὸς ἐών, καλὸς δ' ἐν προμάχοισι πεσών.

ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι

στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

11

ἀλλ', Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ,

θαρσεῖτ'· οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει·

μηδ' ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε,

ἰθὺς δ' ἐς προμάχους ἀσπίδ' ἀνὴρ ἐχέτω,

ἐχθρὴν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας

κῆρας 〈ὁμῶς〉 αὐγαῖς ἠελίοιο φίλας.

ἴστε γὰρ ὡς Ἄρεος πολυδακρύου ἔργ' ἀΐδηλα,

εὖ δ' ὀργὴν ἐδάητ' ἀργαλέου πολέμου,

καὶ μετὰ φευγόντων τε διωκόντων τ' ἐγέ〈νε〉σθε

ὦ νέοι, ἀμφοτέρων δ' ἐς κόρον ἠλάσατε.

οἳ μὲν γὰρ τολμῶσι παρ' ἀλλήλοισι μένοντες

ἔς τ' αὐτοσχεδίην καὶ προμάχους ἰέναι,

παυρότεροι θνήσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω·

τρεσσάντων δ' ἀνδρῶν πᾶς' ἀπόλωλ' ἀρετή.

οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα,

ὅσς', ἢν αἰσχρὰ μάθηι, γίνεται ἀνδρὶ κακά·

ἀργαλέον γὰρ ὄπισθε μετάφρενόν ἐστι δαΐζειν

ἀνδρὸς φεύγοντος δηΐωι ἐν πολέμωι·

αἰσχρὸς δ' ἐστὶ νέκυς κατακείμενος ἐν κονίηισι

νῶτον ὄπισθ' αἰχμῆι δουρὸς ἐληλάμενος.

ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισι

στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών,

μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους

ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος·

δεξιτερῆι δ' ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος,

κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς·

ἔρδων δ' ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν,

μηδ' ἐκτὸς βελέων ἑστάτω ἀσπίδ' ἔχων,

ἀλλά τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχεϊ μακρῶι

ἢ ξίφει οὐτάζων δήϊον ἄνδρ' ἑλέτω,

καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ' ἀσπίδος ἀσπίδ' ἐρείσας,

ἐν δὲ λόφον τε λόφωι καὶ κυνέην κυνέηι

καὶ στέρνον στέρνωι πεπλημένος ἀνδρὶ μαχέσθω,

ἢ ξίφεος κώπην ἢ δόρυ μακρὸν ἔχων.

ὑμεῖς δ', ὦ γυμνῆτες, ὑπ' ἀσπίδος ἄλλοθεν ἄλλος

πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις

δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς,

τοῖσι πανόπλοισιν πλησίον ἱστάμενοι.

12

οὔτ' ἂν μνησαίμην οὔτ' ἐν λόγωι ἄνδρα τιθείην

οὔτε ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης,

οὐδ' εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε,

νικώιη δὲ θέων Θρηΐκιον Βορέην,

οὐδ' εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη,

πλουτοίη δὲ Μίδε͜ω͜ καὶ Κινύρε͜ω͜ μάλιον,

οὐδ' εἰ Τανταλίδε͜ω͜ Πέλοπος βασιλεύτερος εἴη,

γλῶσσαν δ' Ἀδρήστου μειλιχόγηρυν ἔχοι,

οὐδ' εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς·

οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμωι

εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα,

καὶ δηίων ὀρέγοιτ' ἐγγύθεν ἱστάμενος.

ἥδ' ἀρετή, τόδ' ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον

κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ νέωι.

ξυνὸν δ' ἐσθλὸν τοῦτο πόληΐ τε παντί τε δήμωι,

ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένηι

νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται,

ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος,

θαρσύνηι δ' ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς·

οὗτος ἀνὴρ ἀγαθὸς γίνεται ἐν πολέμωι.

αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας

τρηχείας· σπουδῆι δ' ἔσχεθε κῦμα μάχης,

αὐτὸς δ' ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμόν,

ἄστυ τε καὶ λαοὺς καὶ πατέρ' εὐκλεΐσας,

πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης

καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος.

τὸν δ' ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες,

ἀργαλέωι δὲ πόθωι πᾶσα κέκηδε πόλις,

καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι

καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω·

οὐδέ ποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ' ὄνομ' αὐτοῦ,

ἀλλ' ὑπὸ γῆς περ ἐὼν γίνεται ἀθάνατος,

ὅντιν' ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε

γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσηι.

εἰ δὲ φύγηι μὲν κῆρα τανηλεγέος θανάτοιο,

νικήσας δ' αἰχμῆς ἀγλαὸν εὖχος ἕληι,

πάντες μιν τιμῶσιν, ὁμῶς νέοι ἠδὲ παλαιοί,

πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀΐδην,

γηράσκων δ' ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν

βλάπτειν οὔτ' αἰδοῦς οὔτε δίκης ἐθέλει,

πάντες δ' ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ' αὐτὸν

εἴκους' ἐκ χώρης οἵ τε παλαιότεροι.

ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι

πειράσθω θυμῶι μὴ μεθιεὶς πολέμου.

13

αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.

14

πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου.

17

–⏑⏑ ἥρω̆ες –⏑⁝⏑–⏑⏑–⏑⏑––

18

[ α]γ?αλλομένη

[ ]α? κα?ι? κροκόεντα

desunt versus tres

[ ]π?υ?[!!₍!₎]![!]ν?

[ τερ]άεσσι Διός

19

[ ]![!₍!₎]!οσ[

. –τ]ῆράς τε λίθων κα?[ὶ

. ]ν ἔθνεσιν εἰδομ[ένους

. βρ]οτολοιγὸς Ἄρης ακ[

. ]ι?θείηι, τοὺς δ' ὑπερα?[

. ]![!]ν ἐοικότες η?[

!!!!!!!]α?ι? κοίληις ἀσπίσι φραξά?μ?[ενοι,

χωρὶς Πάμφυλοί τε καὶ Ὑλλεῖς ἠδ?[ὲ Δυμᾶνες,

ἀνδροφόνους μελίας χερσὶν ἀν[ασχόμενοι.

!!!!]δ' ἀθανάτοισι θεοῖς ἐπὶ πάντ?[α τρέποντες

!!!!]ατερμ!!ιηι πεισόμεθ' ἡγεμ[ό

ἀλλ' εὐθὺς σύμπαντες ἀλοιησέ͜ο͜[μεν

ἀ]ν?δ?ρ?άσι?ν? αἰχμηταῖς ἐγγύθεν ἱσ[τάμενοι.

δεινὸς δ' ἀμφοτέρων ἔσται κτύπος?[

ἀ?σ?πίδα?ς? εὐκύκλους ἀσπίσι τυπτ[

. ]ή?σουσιν ἐπ' ἀλλήλοισι π[εσόντες·

θώρηκε]ς? δ' ἀνδρῶν στήθεσιν ἀμ[φι

λοιγὸ]ν? ἐρωήσ?ουσιν ἐρεικόμενο[ι

αἱ δ' ὑπὸ] χερμαδίων βαλλόμεναι μ[εγάλων

χάλκεια]ι? κ?[όρυ]θ?ες? κανα?χὴ?ν ἕξου[σι

20

[ Διωνύσο]ι?ο τιθήνηι?

[ –κό]μου Σεμέλης[]

[ ]ω?ε?μψ?![!!!]σει

[ ]

[ ]![ ]

[ ]με?ν?η?[ ]

[ ]![!]![!₍!₎]ε?ι?κε?λ?ο?ν?[!!]!![ ]

[ ]α? φέρειν

[ ἀ]ε?θλ?ο?φ?[ό]ροι περὶ νίκης

[ τέ]ρμ' ἐπιδερκόμενοι

[ καλ]λ?ί?τροχον ἅρμα φέροντες

[ ]όμενοι

[ ]εύοντας ὄπισ?θεν

[ ]χ?αίτα?ς? ὑ?πὲρ κεφαλῆς

[ ]συνοίσομεν ὀξὺν ἄρηα

[ ]!θεσ?ι?ν?![!]![ ]

[ ο]ὐδὲ λο?γήσει

[ ]σ?έχων?[

21

χαλκ?[

ουδεμ?[

πιπτ[

μαρνα?[

Ἀργέσ[τ

ὅσσουσ[

Ἀργέσ[τ

ἀλλαρ?[

εστη?!![

[

ω?[

ημελ?[

ουταρ[

ἀλλὰ θ?εο?ι?![

οἷσι μέλει Σ?[πάρτης ἱμερόεσσα πόλις

![!!!]![

φο?ι?[

22

[]!ι?ο?ν

[ ]

[ ]

[ ]

[]α?ι?

23

ο?![!!]σ?τευ?ο?[

ἑξείης πα[

τ?εῖχος α![!]ο?σ?τ?η?[

οισ?!μ?παλλο?μ?ε?[

κλῆ?ρος καὶ ταφ[

Μεσσηνί͜ω͜ν[

τεῖχος τερυ?[

οἱ μὲν γὰρ β[

ἀντίοι ἱστ[α

οἱ δ' ἐκτὸς? [βελέων

ἐν δὲ μέσοις ἡμεῖς σ?![

πύργου δυ[

λείψους' ἰλη?[δὸν

οἱ δ' ὡς ἐκ πο[

κυ[!]αδ?[

τοῖς ἴκελοι μ[

Ἥρης αἰδοίης? [

εὖτ' ἂν Τυνδ?α?ρ?ί?[δαι

24

Τυρταίου δὲ Λάκαιναν ἐνὶ στέρνοισι φυλάσσων

ῥῆσιν, τὰν ἀρετὰν εἵλετο πρόσθε βίου.

ARISTOT. Pol. 5, 6 p. 1306b 22: ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στά-σεις αἱ μὲν διὰ τὸ ὀλίγους τῶν τιμῶν μετέχειν, ὅπερ εἴρηται κινεῖν καὶ τὰς ὀλιγαρχίας ....μάλιστα δὲ τοῦτο συμβαίνειν ἀναγκαῖον, ὅταν ἦι τι πλῆθος τῶν πεφρονηματισμένων ὡςὁμοίων κατ' ἀρετήν, οἷον ἐν Λακεδαίμονι οἱ λεγόμενοι Παρθενίαι (ἐκ τῶν ὁμοίων γὰρ ἦσαν),οὓς φωράσαντες ἐπιβουλεύσαντας ἀπέστειλαν Τάραντος οἰκιστάς· (2) ἢ ὅταν τινὲς ἀτιμά-ζονται μεγάλοι ὄντες καὶ μηδενὸς ἥττους κατ' ἀρετὴν ὑπό τινων ἐντιμοτέρων, οἷον Λύσανδροςὑπὸ τῶν βασιλέων· ἢ ὅταν ἀνδρώδης τις ὢν μὴ μετέχηι τῶν τιμῶν, οἷον Κινάδων ὁ τὴνἐπ' Ἀγησιλάου συστήσας ἐπίθεσιν ἐπὶ τοὺς Σπαρτιάτας· ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν, οἱδ' εὐπορῶσιν—καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται. <συνέβη δὲ καὶ τοῦτο ἐνΛακεδαίμονι ὑπὸ τὸν Μεσσηνιακὸν πόλεμον· δῆλον δὲ [καὶ τοῦτο] ἐκ τῆςΤυρταίου ποιήσεως τῆς καλουμένης Εὐνομίας> (F 1 Bgk)· <θλιβόμενοι γάρτινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν.> ἔτι ἐάν τις μέγαςἦι καὶ δυνάμενος ἔτι μείζων εἶναι, ἵνα μοναρχῆι, ὥσπερ ἐν Λακεδαίμονι δοκεῖ Παυσανίαςὁ στρατηγήσας κατὰ τὸν Μηδικὸν πόλεμον καὶ ἐν Καρχηδόνι Ἄννων. STRABON 8, 4, 10 p. 362: πλεονάκις δ' ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσση-νίων. <τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος> (F 8 Bgk) <ἐν τοῖςποιήμασιν αὐτοῦ κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι·> τὴν δὲ δευτέραν,καθ' ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ † Ἠλείους καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδωνμὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Παντα-λέοντα τὸν Ὀμφαλίωνος, <ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖςΛακεδαιμονίοις· καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῆι ἐλεγείαι, ἣν ἐπιγρά-φουσιν Εὐνομίαν> (F 2 Diehl)· «αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης /Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν, / οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα /εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα». ὥστ' ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, ἢ Φιλοχόρωι (328F 215) ἀπιστητέον τῶι φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον καὶ Καλλισθένει (124 F 24)καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων κατὰχρησμόν, ὃς ἐπέταττε παρ' Ἀθηναίων λαβεῖν ἡγεμόνα. ἐπὶ μὲν οὖν τοῦ Τυρταίου ὁ δεύτεροςὑπῆρξε πόλεμος. PLUTARCH. Lykurg. 6, 7: ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσειτὰς γνώμας διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖςτάδε τῆι ῥήτραι παρενέγραψαν· (8) «αἰ δὲ σκολιὰν ὁ δᾶμος ἔροιτο, τοὺς πρεσβυγενέας καὶἀρχαγέτας ἀποστατῆρας ἦμεν» ... (9) <ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν, ὡς τοῦθεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος (F 3b D) ἐπιμέμνηται διὰ

4

τούτων·> «Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ' ἔνεικαν / μαντείας τε θεοῦ καὶ τελέεντ'ἔπεα· / ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, / οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις, /

πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας / εὐθείαις ῥήτραις ἀνταπαμειβομένους». DIODOR. 7, 12, 5: ὅτι ὁ αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαρ-γυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον «ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲοὐδέν». (6) ⟦ἡ Πυθία ἔχρησε τῶι Λυκούργωι περὶ τῶν πολιτικῶν οὕτως (F 3a D)·⟧«ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων / χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου· /ἄρχειν μὲν βουλῆι θεοτιμήτους βασιλῆας, / οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις, / [πρεσβυ-γενεῖς δὲ γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας / εὐθείην ῥήτρα〈ι〉ς ἀνταπαμειβομένους]· /

4

μυθεῖσθαι δὲ τὰ καλὰ καὶ ἔρδειν πάντα δίκαια / μήδε τι † ἐπιβουλεύειν τῆιδε πόλει· / δήμου

τε πλήθει νίκην καὶ κάρτος ἕπεσθαι· / Φοῖβος γὰρ περὶ τῶν ὧδ' ἀνέφηνε πόλει».

PAUSAN. 4, 6, 5: οὗτος δὲ ὁ Θεόπομπος ἦν καὶ ὁ πέρας ἐπιθεὶς τῶι πολέμωι·

10

μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα (F 4, 1—2 D) «ἡμετέρωι βασιλῆι,

θεοῖσι φίλωι Θεοπόμπωι, / ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον». SCHOL. PLAT. Legg. 1 p. 629 A: ἀφικόμενος δὲ οὗτος (Tyrtaios) εἰς Λακεδαί-

10

μονα καὶ ἐπίπνους γενόμενος, συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον,

7

προτρέπων παντοίως, ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος (F 4, 3 D) «Μεσσήνην ἀγαθὸν

μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν». STRABON 6, 3, 3 p. 279: (Ephoros 70 F 216) Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεα-καίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησι (F 4, 4—8 D)· «ἀμφ' αὐτὴν δ' ἐμάχοντ' ἐννεα-καίδεκ' ἔτη, / νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες, / αἰχμηταὶ πατέρων ἡμετέρων

5

πατέρες· / εἰκοστῶι 〈δ'〉 οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες / φεῦγον Ἰθωμαίων ἐκ μεγάλων

ὀρέων». PAUSAN. 4, 14, 4: τὰ δὲ ἐς αὐτοὺς Μεσσηνίους παρὰ Λακεδαιμονίων ἔσχεν οὕτως·πρῶτον μὲν αὐτοῖς ἐπάγουσιν ὅρκον μήτε ἀποστῆναί ποτε ἀπ' αὐτῶν μήτε ἄλλο ἐργάσασθαινεώτερον μηδέν, δεύτερα δὲ φόρον μὲν οὐδένα ἐπέταξαν εἰρημένον, οἳ δὲ τῶν γεωργουμένων