Fragmenta
- Edition reference
- Fragmenta, FGrH #580: 3B:690–692.
- CTS identifier
urn:cts:greekLit:tlg0266.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3b,580,F
7
τροφῶν σφισιν ἀπέφερον ἐς Σπάρτην πάντων τὰ ἡμίσεα. προείρητο δὲ καὶ ἐπὶ τὰς ἐκφορὰς
τῶν βασιλέων καὶ ἄλλων τῶν ἐν τέλει καὶ ἄνδρας ἐκ τῆς Μεσσηνίας καὶ τὰς γυναῖκας ἐν
ἐσθῆτι ἥκειν μελαίνηι· καὶ τοῖς παραβᾶσιν ἐπέκειτο ποινή. 〈ἐς〉 τιμωρίας δὲ ἃς ὕβριζον ἐς
τοὺς Μεσσηνίους, Τυρταίωι (F 5 D) πεποιημένα ἐστιν «ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι
τειρόμενοι, / δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς / ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα
φέρει». ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῶιδε· «δεσπότας
οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, / εὖτε τιν' οὐλομένη μοῖρα κίχοι θανάτου».