Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elegi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 164–170.
- CTS identifier
urn:cts:greekLit:tlg0267.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
B1
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες· πλεκτοὺς δ' ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ' εὐῶδες μύρον ἐν φιάληι παρατείνει·
κρητὴρ δ' ἕστηκεν μεστὸς ἐυφροσύνης·
ἄλλος δ' οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος·
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησιν,
ψυχρὸν δ' ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν·
παρκέαται δ' ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
βωμὸς δ' ἄνθεσιν ἂν τὸ μέσον πάντηι πεπύκασται,
μολπὴ δ' ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις,
σπείσαντάς τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν· ταῦτα γὰρ ὦν ἐστι προχειρότερον,
οὐχ ὕβρεις· πίνειν δ' ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ' ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ' αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει,
ὡς ἦι μνημοσύνη καὶ τόνος ἀμφ' ἀρετῆς,
οὔ τι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
οὐδὲ 〈 〉 Κενταύρων, πλάσμα〈τα〉 τῶν προτέρων,
ἢ στάσιας σφεδανάς· τοῖς οὐδὲν χρηστὸν ἔνεστιν·
θε͜ῶ͜ν 〈δὲ〉 προμηθείην αἰὲν ἔχειν ἀγαθήν.
2
ἀλλ' εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῆις ἐν Ὀλυμπίηι, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων
εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσίν κ' εἴη κυδρότερος προσορᾶν,
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο,
καί κεν σῖτ' εἴη δημοσίων κτεάνων
ἐκ πόλεως, καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη—
εἴτε καὶ ἵπποισιν· ταῦτά κε πάντα λάχοι,
οὐκ ἐ͜ὼ͜ν ἄξιος ὥσπερ ἐγώ· ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδ' ἵππων ἡμετέρη σοφίη.
ἀλλ' εἰκῆι μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης·
οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη
οὔτ' εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον,
ῥώμης ὅσς' ἀνδρῶν ἔργ' ἐν ἀγῶνι πέλει,
τούνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίηι πόλις εἴη·
σμικρὸν δ' ἄν τι πόλει χάρμα γένοιτ' ἐπὶ τῶι,
εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρ' ὄχθας·
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
3
ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρε' ἔχοντες,
οὐ μείους ὥσπερ χείλιοι ὡς ἐπίπαν,
αὐχαλέοι, χαίτηισιν †ἀγαλλομεν εὐπρεπέεσσιν,
ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.
5
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέ͜α͜ς, ἀλλ' ὕδωρ καὶ καθύπερθε μέθυ.
6
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἀφίξεται, οὐδ' ἀπολήξει,
ἔστ' ἂν ἀοιδάων ἦι γένος Ἑλλαδικόν.
7
{⊗} νῦν αὖτ' ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
7a
καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·
“παῦσαι, μηδὲ ῥάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀϊών”.
8
ἤδη δ' ἑπτά τ' ἔασι καὶ ἑξήκοντ' ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδ' ἀν' Ἑλλάδα γῆν·
ἐκ γενετῆς δὲ τότ' ἦσαν ἐείκοσι πέντέ τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδ' οἶδα λέγειν ἐτύμως.
9
ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.
A14
οὐκ ἴση πρόκλησις αὕτη, ἀσεβεῖ πρὸς εὐσεβῆ.
B14
ἀλλ' οἱ βροτοὶ δοκέ͜ο͜υ͜σι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δ' ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε,
45
ἐγὼ δὲ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων ἐβλήστριζον,
{ΣΙΛΛΩΝ ΒΙΒΛΙΑ Ε̅}ἐξ ἀρχῆς καθ' Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες ...πάντα θεοῖς' ἀνέθηκαν Ὅμηρός θ' Ἡσίοδός τε,ὅσσα παρ' ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.ὡς πλεῖστ' ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.ἀλλ' εἰ χεῖρας ἔχον βόες 〈ἵπποι τ'〉 ἠὲ λέοντεςἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίαςκαί 〈κε〉 θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουντοιαῦθ', οἷόν περ καὐτοὶ δέμας εἶχον 〈ἕκαστοι〉.Αἰθίοπές τε 〈θεοὺς σφετέρους〉 σιμοὺς μέλανάς τεΘρῆικές τε γλαυκοὺς καὶ πυρρούς 〈φασι πέλεσθαι〉.ἑστᾶσιν δ' ἐλάτη〈ς βάκχοι〉 πυκινὸν περὶ δῶμα.οὔ τοι ἀπ' ἀρχῆς πάντα θεοὶ θνητοῖς' ὑπέδειξαν,ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.καί 〈κ'〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηιἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα,πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ' ἐρεβίνθους·‘τίς πόθεν εἷς ἀνδρῶν; πόσα τοι ἔτε' ἐστί, φέριστε;πηλίκος ἦσθ', ὅθ' ὁ Μῆδος ἀφίκετο;’{ΕΠΗΠΕΡΙ ΦΥΣΙΟΣ}
2
εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ' ἀκούει.ἀλλ' ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει.αἰεὶ δ' ἐν ταὐτῶι μίμνει κινεύμενος οὐδέν,οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι.
2
ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι.
γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶταιἠέρι προσπλάζον, τὸ κάτω δ' ἐς ἄπειρον ἱκνεῖται.γῆ καὶ ὕδωρ πάντ' ἔσθ' ὅσα γίνοντ(αι) ἠδὲ φύονται.πηγὴ δ' ἐστὶ θάλασς' ὕδατος, πηγὴ δ' ἀνέμοιο·οὔτε γὰρ ἐν νέφεσιν 〈πνοιαί κ' ἀνέμοιο φύοιντο〉〈ὀμβροφυέσσιν〉 ἔσωθεν ἄνευ πόντου μεγάλοιοοὔτε ῥοαὶ ποταμῶν οὔτ' αἰ〈θέρος〉 ὄμβριον ὕδωρ,ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τεκαὶ ποταμῶν.ἠέλιός θ' ὑπεριέμενος γαῖάν τ' ἐπιθάλπων.ἥν τ' Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.καὶ τὸ μὲν οὖν σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐδέ τις ἔσταιεἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ' ἐπὶ πᾶσι τέτυκται.ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι.ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι,καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκονγλύσσονα σῦκα πέλεσθαι.{ΞΕΝΟΦΑΝΟΥΣ}
7a
Καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτεῖραι καὶ τόδε φάσθαι ἔπος·
„Παῦσαι, μηδὲ ῥάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶ
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων.“
DIOG. LAERT. 9, 20: ἐποίησε δὲ καὶ Κολοφῶνος κτίσιν καὶ τὸν εἰς Ἐλέαν τῆςἸταλίας ἀποικισμόν, ἔπη δισχίλια. DIOG. IX 18ff. (18) Ξενοφάνης Δεξίου ἤ, ὡς Ἀπολλόδωρος [F GrHist.244 F 68a II 1039], Ὀρθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος· φησὶγοῦν [fr. 60 Diels; vgl. 21 A 35]· ‘Ξεινοφάνη θ' ὑπάτυφον Ὁμηραπάτην ἐπικόπτην’.οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκληι τῆς Σικελίας 〈διέτριβε καὶ τῆς εἰς Ἐλέανἀποικίας κοινωνήσας ἐδίδασκεν ἐκεῖ〉, διέτριβε δὲ καὶ ἐν Κατάνηι. διήκουσε δὲκατ' ἐνίους μὲν οὐδενός, κατ' ἐνίους δὲ Βότωνος Ἀθηναίου ἤι, ὥς τινες, Ἀρχελάου.καί, ὡς Σωτίων φησί, κατ' Ἀναξίμανδρον ἦν. γέγραφε δὲ ἐν ἔπεσι καὶ ἐλεγείαςκαὶ ἰάμβους καθ' Ἡσιόδου καὶ Ὁμήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα.ἀλλὰ καὶ αὐτὸς ἐρραψώιδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῆι [21 B 19]καὶ Πυθαγόραι [B 7], καθάψασθαι δὲ καὶ Ἐπιμενίδου [B 20], μακροβιώτατός τε