Fragmenta
- Edition reference
- Fragmenta, ed. Diels and Kranz, op. cit., 126–138.
- CTS identifier
urn:cts:greekLit:tlg0267.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
ATHEN. IX 368E Ξ. δ' ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί·
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ' ἀπολήξει,
ἔστ' ἂν ἀοιδάων ἦι γένος Ἑλλαδικῶν.
7
DIOG. VIII 36 περὶ δὲ τοῦ ἄλλοτε ἄλλον γεγενῆσθαι
Ξενοφάνης ἐν ἐλεγείαι προσμαρτυρεῖ, ἧς ἀρχή <‘νῦν ... κέλευθον’>. ὃ δὲ
περὶ αὐτοῦ φησιν, οὕτως ἔχει <‘καί ... ἀίων’>.
νῦν αὖτ' ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·
‘παῦσαι μηδὲ ῤάπιζ', ἐπεὶ ἦ φίλου ἀνέρος ἐστίν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων’.
8
DIOG. IX 18. 19 (vgl. I 113, 21) μακροβιώτατός τε γέγονεν
(Xenophanes), ὥς που καὶ αὐτός φησιν·
ἤδη δ' ἑπτά τ' ἔασι καὶ ἑξήκοντ' ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδ' ἀν' Ἑλλάδα γῆν·
ἐκ γενετῆς δὲ τότ' ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδ' οἶδα λέγειν ἐτύμως.
9
ETYM. GEN. S. V. γῆρας
ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.
tit,10-21a
{ΣΙΛΛΟΙ}
10
HERODIAN π. διχρ. p. 296, 6 [Cr. An. Ox. III]
ἐξ ἀρχῆς καθ' Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες ...
11
SEXT. adv. math. IX 193
πάντα θεοῖς' ἀνέθηκαν Ὅμηρός θ' Ἡσίοδός τε,
ὅσσα παρ' ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
12
SEXT. adv. math. I 289 Ὅμηρος δὲ καὶ Ἡσίοδος
κατὰ τὸν Κολοφώνιον Ξενοφάνη
ὡς πλεῖστ(α) ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
Κρόνος μὲν γὰρ ἐφ' οὗ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι τὸν πατέρα ἠνδρο-
τόμησε καὶ τὰ τέκνα κατέπιεν Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγε-
μονίας ‘γαίης νέρθε καθεῖσε’ (Ξ 204) κτλ.
13
GELLIUS N. A. III 11 alii Homerum quam Hesiodum
maiorem natu fuisse scripserunt, in quibus Philochorus [fr. 54b FHG I 393]
et X., alii minorem.
14
CLEM. Str. V 109 [II 399, 19 St.] nach B 23
ἀλλ' οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δ' ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.
15
CLEM. Str. v 110 [II 400, 1 St.] nach B 14
ἀλλ' εἰ χεῖρας ἔχον βόες 〈ἵπποι τ'〉 ἠὲ λέοντες
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μέν θ' ἵπποισι βόες δέ τε βουσὶν ὁμοίας
καί 〈κε〉 θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν
τοιαῦθ' οἷόν περ καὐτοὶ δέμας εἶχον 〈ἕκαστοι〉.
16
CLEM. Str. VII 22 [III 16, 6 St.]
Αἰθίοπές τε 〈θεοὺς σφετέρους〉 σιμοὺς μέλανάς τε
Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς 〈φασι πέλεσθαι〉.
17
SCHOL. ARIST. Equ. 408 (vgl. Hesych. s. v.
βάκχος) βάκχους ... τοὺς κλάδους, οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξ. ἐν
<Σίλλοις>·
ἑστᾶσιν δ' ἐλάτης 〈βάκχοι〉 πυκινὸν περὶ δῶμα.
18
STOB. Ecl. I 8, 2. Flor. 29, 41.
οὔτοι ἀπ' ἀρχῆς πάντα θεοὶ θνητοῖς' ὑπέδειξαν,
ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.
19
DIOG. I 23 [vgl. I 67, 21; 21 A 1 I 113, 20] δοκεῖ δὲ κατά
τινας πρῶτος ἀστρολογῆσαι καὶ <ἡλιακὰς ἐκλείψεις> καὶ τροπὰς <προειπεῖν>, ὥς
φησιν Εὔδημος ἐν τῆι περὶ τῶν Ἀστρολογουμένων ἱστορίαι [fr. 94 Speng. Vgl.
11 A 5 I 74, 20], ὅθεν αὐτὸν καὶ Ξ. καὶ Ἡρόδοτος θαυμάζει.
20
—I 111 [vgl. I 113, 21] ὡς δὲ Ξ. ὁ Κολοφώνιος ἀκηκοέναι φησί,
<τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν> (sc. ἔτη βιῶναι Ἐπιμενίδην).
21
SCHOL. ARISTOPH. Pac. 697 ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαρ-
γυρίαι .... χαριέντως δὲ πάνυ τῶι αὐτῶι λόγωι διέσυρε [β̅ τοῦ ἰαμβοποιοῦ] καὶ
μέμνηται ὅτι σμικρολόγος ἦν. ὅθεν Ξενοφάνης <κίμβικα> αὐτὸν προσαγορεύει.
Vgl. 21 A 22.
21a
SCHOL. HOM. OXYRH. 1087, 40 (OX. Pap. VIII p. 103) τὸ <Ἔρυκος>
παρὰ Ξενοφάνει ἐν ε̅ Σίλλων.
22
{ΠΑΡΩΙΔΙΑΙ}
ATHEN. Epit. II p. 54 E Ξ. ὁ Κολοφώνιος ἐν
<Παρωιδίαις·>
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι
ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ' ἐρεβίνθους·
‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτε' ἐστί, φέριστε;
πηλίκος ἦσθ', ὅθ' ὁ Μῆδος ἀφίκετο;’
tit,23-41
{ΠΕΡΙ ΦΥΣΕΩΣ}
23
CLEM. Strom. V 109 (II 399, 16 St.) Ξ. ὁ Κολ. διδάσκων
ὅτι εἷς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει [vgl. A 30]·
εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔτι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.
24
SEXT. adv. math. IX 144 [21 A 1 I 113, 26].
οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ' ἀκούει.
25
SIMPL. Phys. 23, 19 [A 31, 9]
ἀλλ' ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει.
26
SIMPL. Phys. 23, 10 [A 31, 7]
αἰεὶ δ' ἐν ταὐτῶι μίμνει κινούμενος οὐδέν
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι.
27
AËT. IV 5 [vgl. A 36]
ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι.
28
ACHILL. Isag. 4 p. 34, 11 Maass [vgl. A 32. 33, 3 I 122, 26 ff.]
γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
ἠέρι προσπλάζον, τὸ κάτω δ' ἐς ἄπειρον ἱκνεῖται.
29
SIMPLIC. Phys. 188, 32 [vgl. A 29 I 121, 10]
γῆ καὶ ὕδωρ πάντ' ἐσθ' ὅσα γίνοντ(αι) ἠδὲ φύονται.
30
AËT. III 4, 4 [= 21 A 46] SCHOL. GENAV. ad
Φ 196 Ξ. ἐν τῶι <Περὶ φύσεως>·
πηγὴ δ' ἐστὶ θάλασσ(α) ὕδατος, πηγὴ δ' ἀνέμοιο·
οὔτε γὰρ ἐν νέφεσιν 〈γίνοιτό κε ἲς ἀνέμοιο
ἐκπνείοντος〉 ἔσωθεν ἄνευ πόντου μεγάλοιο
οὔτε ῥοαὶ ποταμῶν οὔτ' αἰ〈θέρος〉 ὄμβριον ὕδωρ,
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε
καὶ ποταμῶν.
31
HERACLIT. Alleg. Hom. c. 44 [Etymologie v. ὑπερίων]
ἠέλιός θ' ὑπεριέμενος γαῖάν τ' ἐπιθάλπων.
32
SCHOL. BLT Eust. ad Hom. Λ 27
ἥν τ' Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.
33
SEXT. adv. math. X 314
πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.
34
SEXT. adv. math. VII 49. 110 PLUT. aud. poet. 2 p. 17 E
καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ' ἐπὶ πᾶσι τέτυκται.
35
PLUT. Sympos. IX 7 p. 746 B
ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι ...
36
HERODIAN. π. διχρ. 296, 9
ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι ...
37
HERODIAN. π. μον. λέξ. 30, 30
καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.
38
HERODIAN. π. μον. λέξ. p. 41, 5
εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
γλύσσονα σῦκα πέλεσθαι.
39
POLLUX VI 46 <κέρασον> τὸ δένδρον ἐν τῶι <Περὶ φύσεως> Ξενο-
φάνους εὑρών.
40
ETYM. GEN. S. V. <βρόταχον> τὸν βάτραχον Ἴωνες [καὶ Ἀριστο-
φάνης φησὶ] καὶ παρὰ Ξενοφάνει.
41
TZETZ. ad Dion. Perieg. V. 940 p. 1010 Bernhardy περὶ τῶν εἰς ρ̅ο̅ς̅
κανών (über <σιρός>)
σιλλογράφος δέ τις τὸ σ̅ι̅ μακρὸν γράφει
τῶι ῥῶ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα.
σιλλογράφος νῦν ὁ Ξενοφάνης ἐστὶ καὶ ὁ Τίμων καὶ ἕτεροι.
42
HERODIAN. π. μον. λέξεως 7, 11 καὶ παρὰ Ξενοφάνει ἐν δ̅ωι
Σίλλων·
καί 〈κ'〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
45
SCHOL. HIPPOCR. ad Epid. I 13, 3 [Nachmanson, Erotian. p. 102, 19]
<βληστρισμός>: ὁ ῥιπτασμός· οὕτω Βακχεῖος τίθησιν· ἐν ἐνίοις δὲ ἀντιγράφοις
εὕρομεν βλητρισμὸν χωρὶς τοῦ σ̅. ὄντως δὲ τὸν ῥιπτασμὸν σημαίνει, καθὼς καὶ
Ξενοφάνης ὁ Κολοφώνιός φησιν· <‘ἐγὼ δὲ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων
ἐβλήστριζον’> ἀντὶ τοῦ ἐρριπταζόμην.