The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 1, 2nd edn., Göttingen: Vandenhoeck & Ruprecht, 1963: 25–32.
CTS identifier
urn:cts:greekLit:tlg0268.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{εἰς Μοῦσαν}

Ἄειδε μοῦσά μοι φίλη,

μολπῆς δ' ἐμῆς κατάρχου,

αὔρη δὲ σῶν ἀπ' ἀλσέων

ἐμὰς φρένας δονείτω.

Καλλιόπεια σοφά,

μουσῶν προκαθαγέτι τερπνῶν,

καὶ σοφὲ μυστοδότα,

Λατοῦς γόνε, Δήλιε Παιάν,

εὐμενεῖς πάρεστέ μοι.

2

{ὕμνος εἰς Ἥλιον}

Εὐφαμείτω πᾶς αἰθήρ,

γῆ καὶ πόντος καὶ πνοιαί,

οὔρεα, τέμπεα σιγάτω,

ἦχοι φθόγγοι τ' ὀρνίθων·

μέλλει γὰρ πορτ' ἡμᾶς βαίνειν

Φοῖβος ἀκερσεκόμας εὐχαίτας.

χιονοβλεφάρου πάτερ Ἀοῦς,

ῥοδόεσσαν ὃς ἄντυγα πώλων

πτανοῖς ὑπ' ἴχνεσσι διώκεις,

χρυσέαισιν ἀγαλλόμενος κόμαις

περὶ νῶτον ἀπείριτον οὐρανοῦ

ἀκτῖνα πολύστροφον ἀμπλέκων,

αἴγλας πολυδερκέα παγάν

περὶ γαῖαν ἅπασαν ἑλίσσων,

ποταμοὶ δὲ σέθεν πυρὸς ἀμβρότου

τίκτουσιν ἐπήρατον ἁμέραν.

σοὶ μὲν χορὸς εὔδιος ἀστέρων

κατ' Ὄλυμπον ἄνακτα χορεύει

ἄνετον μέλος αἰὲν ἀείδων

Φοιβηίδι τερπόμενος λύρᾳ,

γλαυκὰ δὲ πάροιθε Σελάνα

χρόνον ὥριον ἁγεμονεύει

λευκῶν ὑπὸ σύρμασι μόσχων·

γάνυται δέ τέ 〈σ〉οι νόος εὐμενής

πολυείμονα κόσμον ἑλίσσων.

3

{ὕμνος εἰς Νέμεσιν}

Νέμεσι πτερόεσσα βίου ῥοπά,

κυανῶπι θεά, θύγατερ Δίκας,

ἃ κοῦφα φρυάγματα θνατῶν

ἐπέχεις ἀδάμαντι χαλινῷ,

ἔχθουσα δ' ὕβριν ὀλοὰν βροτῶν

μέλανα φθόνον ἐκτὸς ἐλαύνεις.

ὑπὸ σὸν τροχὸν ἄστατον ἀστιβῆ

χαροπὰ μερόπων στρέφεται τύχα,

λήθουσα δὲ πὰρ πόδα βαίνεις,

γαυρούμενον αὐχένα κλίνεις.

ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς,

νεύεις δ' ὑπὸ κόλπον ὄφρυν ἀεί

ζυγὸν μετὰ χεῖρα κρατοῦσα.

ἵλαθι μάκαιρα δικασπόλε

Νέμεσι πτερόεσσα βίου ῥοπά.

Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν,

Νίκην τανυσίπτερον ὀμβρίμαν

νημερτέα καὶ πάρεδρον Δίκας,

ἃ τὰν μεγαλανορίαν βροτῶν

νεμεσῶσα φέρεις κατὰ ταρτάρου.

4

{εἰς τὴν Φύσιν}

Ἀρχὰ καὶ πάντων γέννα,

πρεσβίστα κόσμου μᾶτερ

καὶ νὺξ καὶ φῶς καὶ σιγά,

ἃ φρουρεῖς πάντα〈ς〉 μύ〈στας〉

ἠδ' ἀγγέλλεις τοὺς Ζηνός

παῖδας κυδίστῃ Ῥείῃ,

δέχει γὰρ πάντας μύθους

μειλικτοὺς ἀνδρῶν ἔργοις.

καί μοι πρῶτον μὲν ψυχά

ὀρθὰν βαίνοι πρὸς γραμμά〈ν〉

ἀψευδεῖ γλώσσης ῥύμῃ·

γυίων αὖθις δ' ἀσκηθεῖς

γόμφοι τ' εἶεν καὶ ταρσοί

ζωᾶς ἐς μέτρον τᾶσδε.

σὺ δ' ὦ λαμπραῖς ἀκτῖσι〈ν〉

γαῖαν πᾶσαν πυρσεύων

Αἰὼν ἀσβέστων φλογμῶν,

ταῖς σαῖς δέρκευ με γλήναις

ὄλβον χεύων εὐαγῆ

τῷ σῷ, Παιάν, βακχευτᾷ.

εἰς σὲ ζωὰν γὰρ τείνω

γυίοις ἐνναίων ῥευστοῖς·

οἴκτειρον τόσσον, Τιτάν,

ἀνθρώπου δειλοῦ δεσμόν.

5

{εἰς τὴν Ἶσιν}

Εἷς ὕμνος ἀνά τε γᾶν

ἀνά τε νηῦς ἁλιπόρους

ᾄδεται, πολυτρόποις

ἓν τέλος ἐν ὀργίοις·

ἁ βαθύκερως Ἶσις

ἅτ' ἔαρος ἅτε θέρεος

ἅτε χείματος ἄγει

νεογόνους ἡνίας.

τὲ καλεῦσι πῦρ Ἄιδος {τε}

καὶ χθόνιος ὑμέναιος,

αἱ φυτῶν ὠδῖνες,

οἱ Κύπριδος ἵμεροι,

τὲ νηπιάχου γονά,

πῦρ τέλεον ἄρρητον,

οἱ Ῥέας Κούρητες

ὅ τε Κρόνιος ἄμητος·

ἄστρα διφρηλάτᾳ

πάντα δι' ἀνακτόρων

Ἴσιδι χορεύεται.

6

{εἰς Ἀδρίαν}

Ἀδρία βαθύπλου, πόθεν ἄρξομαι

ὑμνεῖν σε, μεσαιπόλε πόντου;

πῶς ἢ τίς ἔτικτέ σε παγά

ἢ πῶς τὸ πανόλβιον ὕδωρ

χθονὶ μὴ περικείμενον ἵσταται;

οὐ γὰρ βλέπετ' ἔνθεν †ἀπωροφά,

οὐ βουκόλος, οὐ γένος ὀρνέων,

οὐ μηκάσι σύρισε ποιμήν·

ἔνθ' ὕδατα καὶ πλατὺς ἀήρ.

χορὸς εἰς σὲ πάλιν κέκλιτ' ἀστέρων

καὶ κέντρα φαεινὰ σελάνας

καὶ Πλειάδος ἀστέρες εὐγενεῖς.

δὸς ἰδεῖν χθόνα, δέσποτα, καὶ πόλιν,

ἀνέμους δὸς ἀπήμονας εὐδίους·

καὶ μητέρα γῆς ἐσιδὼν πόλιν

τότε σοι νεβρὸν εὔκερω θύσω.

7

{εἰς ὡρολόγιον}

Τίς ὁ λάινον ἄντρον Ἄρει ξέσας,

τίς ὁ κέντρον ἐπίσκοπον ἁρμόσας

συνοδοιπόρον εὗρε τὸ〈ν〉 ἁλίου,

ἐνέκλεισεν ἔσω δρόμον ἁμέρας,

ὅθεν αἰθέρος ἅρμα προσίπταται;

ὦ δαιδαλέου καμάτου τέχνας·

ὀλίγη λίθος ἐνδέδυται πόλον,

τὸν Ἄτλας τις ἐκούφισε βαστάσας.

8

{ἄλλο εἰς ὡρολόγιον}

Τίς ἐτεύξατο χαλκελάτῳ τέχνᾳ

μακάρων δρόμον ἐς μέτρον ἁμέρας;

τίς ἔταξε κύκλῳ δρόμον ἀστέρων,

παγχάλκεον εἰκόνα κόσμου,

μερίσας κανόνων τύπον εὐδρόμων,

ὁρίσας ἀτραπῶν ὁδὸν εὐαγῆ

ζῴων ἀριθμὸν τρὶς τεσσάρων;

ὁ δὲ δίσκος ἔχει πυκινὰν γλυφάν,

τετορευμένα τείρεα χρύσεα·

Κριὸν βριαρὸν λασιὸν κόμαν,

Ταῦρον κεραὸν, Πλειάδων δρόμον,

μορφὰν κρατερῶν Διδύμων ἴσαν,

ὤμοισι κεχηνότα Καρκίνον,

κρατερὸν δὲ Λέοντα πελώριον,

ξανθὰν εὐώπιδα Παρθένον,

Ζυγὸν ἀμφιρεπῆ, μερόπων δίκαν,

καὶ Σκορπίον εὔοπλον ὀργίλον,

Κένταυρον ἀναιδέα τοξόταν,

διφυὲς καλὸν Αἰγόκερω δέμας,

ὑετοῦ μέγαν ὄμβρον Ὑδρηχόου,

πελάγους ἁλικύμονος Ἰχθύας.

φέρεται δὲ μέσον κανόνων λίθ[ος

τὰν τάξιν ἔχων ἰδίων μέτρων,

ἀνόδευτον ὁδὸν φανερὰν ἔχων,

θέμενος χορὸν εἰς μέτρον ἀφθίτων.

καὶ δείκνυτο πᾶσι τέχνα σοφά·

μετὰ δῆριν ἀπείριτον οὐρανοῦ

μυκήσατο χάλκεος ἁδονά,

δηλοῦσα βροτοῖς μέτρον ἁμέρας.

9

{ἔκφρασις σπόγγου}

Ἄνθος τόδε σοι βυθίων πετρῶν

πολύτρητον ἁλὸς παλάμαις φέρω

σμήνεσσι πανείκελον †α δων†

ἅτε κηρὸν Ὑμήττιον ἐκ πετρῶν,

ᾧ Γλαῦκος ἐν ὕδασι τέρπεται,

Τρίτωνος ὅδ' ἐστὶ χαμεύνα.

τούτῳ παρὰ κύμασι παρθένοι

παίζουσιν, ἀγάλματα Νηρέως,

πώλων ὅδ' ἀφρώδε' ἀθυ〈ρμάτ〉ων

Ἐνοσίχθονος ἄσθματα λούει.

τοῦτον τάμε νηχόμενος δύτας

ἁλὸς ὕδασιν ἄτρομος ἐργάτας,

ἵνα σου κατὰ χιονέων μελῶν

λύσῃ μετὰ νύκτα, γύναι καλά,

κάματον †τῶν ἐρωτικῶν ὀμμάτων.

10

{εἰς κύκνον}

Κύκνον ἐνὶ ποταμῷ

κάτεχεν ἄτερ βρόχου

παγόδετον ὕδωρ·

ὃν ἄμουσος ἰδών

αἰπόλος ἀγρότας

ἔθελε διολέσαι,

κεφαλὰν λιγύθρουν

τῷ σταχυοτόμῳ

δρεπάνῳ θερίσας.

κατὰ δ' ὑδατοπαγοῦς

βαῖνε κελεύθου

βήμασι κούφοις,

Τιτὰν δὲ κύκνῳ

πυρόεντι βολᾷ

σύμμαχος ἐφάνη·

γίγνετο μὲν ὑγρόν

πάλι ποταμὸς ὕδωρ·

ἔπεσεν ὁ βούτας,

ὁ δὲ κύκνος ἀνέθορε

κἄμπτατο χαίρων.

11

{εἰς κώνωπα}

Ἐλέφαντος ἐπ' οὔατι κώνωψ

πτερὸν οὐ πτερὸν ἵστατο σείων,

φάτο δ' ἄφρονα μῦθον· ἀφίπταμαι,

βάρος οὐ γὰρ ἐμὸν δύνασαι φέρειν.

ὃ δ' ἔλεξε γέλωτος ὑφ' ἁδονᾷ·

ἀλλ' οὔτ' ἐδάην ὅτ' ἐφιπτάθης

οὔθ' ἡνίκ' ἀφίπτασαι, κώνωψ.

12

Ἕρπουσα ποτωμένα βεβῶσα κούρα,

νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,

πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,

τὰ δὲ μέσ〈σ〉α βρέμουσα λέαινα θήρ,

τὰ δ' ὄπισθεν ἑλισσόμενος δράκων.

οὔθ' ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά

οὔτ' ὄρνις ὅλον δέμας οὔτε θήρ·

κο〈ύ〉ρη γὰρ ἐφαίνετ' ἄνευ ποδῶν,

κεφαλὰν δ' οὐκ ἔσχε βρέμουσα θήρ.

φύσιν ἔσχεν ἄτακτα κεκραμένα〈ν〉

ἀτέλεστα τέλεια μεμ〈ε〉ιγμένα.

13

Τὰν ὕελον †ἐκόμιζε

κόψας† ἐργάτας ἀνήρ,

ἐς δὲ πῦρ ἔθηκε βῶλον

ὡς σίδηρον εὐσθενῆ.

ἁ δ' ὕελος οἷα κηρός

ἐξεχεῖτο παμφάγοισι

φλοξὶν ἐκπυρουμένα.

θαῦμα δ' ἦν ἰδεῖν βροτοῖς

ὁλκὸν ἐκ πυρὸς ῥέοντα

καὶ τὸν ἐργάταν τρέμοντα

μὴ πεσὼν διαρραγῇ.

ἐς δὲ διπτύχων ἀκμάς

χηλέων ἔθηκε βῶλον ...

{ΜΕΣΟΜΗΔΟΥΣ}Ἕρπουσα, βεβῶσα, ποτωμένα,

12

νόθον ἴχνος ἀειρομένα δρομάς,

πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,

τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ,

τὰ δ' ὄπισθεν ἑλισσόμενος δράκων.

οὔθ' ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,

οὔτ' ὄρνις ὅλον δέμας οὔτε θήρ·

κούρα γὰρ ἐφαίνετ' ἄνευ ποδῶν,

κεφαλὰν δ' οὐκ ἔσχε βρέμουσα θήρ.

φύσιν εἶχεν ἄτακτα κεκραμέναν·

ἀτέλεστα τέλεια μεμιγμένα.

{ΜΕΣΟΜΗΔΟΥΣ}

13

Τὰν ὕελον ἐκόμιζε

κόψας ἐργάτας ἀνήρ·

ἐς δὲ πῦρ ἔθηκε βῶλον,

ὡς σίδηρον εὐσθενῆ·

ἁ δ' ὕελος οἷα κηρὸς

ἐξεχεῖτο παμφάγοισι

φλοξὶν ἐκπυρουμένα·

θαῦμα δ' ἦν ἰδεῖν βροτοῖς

ὁλκὸν ἐκ πυρὸς ῥέοντα

καὶ τὸν ἐργάτην τρέμοντα,

μὴ πεσὼν διαρραγῇ·

ἐς δὲ διπτύχων ἀκμὰς

χηλέων ἔθηκε βῶλον ...