Fragmentum
- Edition reference
- Fragmentum, ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1964: 8–15.
- CTS identifier
urn:cts:greekLit:tlg0280.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο,
2
Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης,
3
κλῦθι Νέρων· ἱλαρήν μιν ἐπικλείουσι Γαλήνην
4
εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων,
5
οὐδ' εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας
6
χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχει κύλικος,
7
οὐδ' εἰ κωνείου πλήσει γένυν· οὐκ ἀκονίτου
8
μέμψεται, οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου,
9
οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης,
10
οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων,
11
οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου
12
τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι.
13
σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτή
14
ἀσπὶς ἀδηρίτων ἰὸν ἔχουσα γόων.
15
οὐ μὲν †απεχθομενος και δρυας† ἀντιάσειε
16
καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι·
17
οὐκ ἀλέγοι δρυίναο, ἀναίμακτον δ' ἔχει ἰόν
18
αἱμοροῒς τοίῳ δαμναμένη πόματι.
19
οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως
20
ἀνέρα, φρικαλέον δ' ἄχθος ἔθηκε πόνων.
21
οὐχ ὕδρος οὐδ' ἐπὶ χέρσον, ὅθ' ὕδατα καρκίνος αἴθει,
22
βοσκόμενος, θερμῆς 〈τ'〉 ἤρξατο πρῶτον ἄλης,
23
χέρσυδρος θανάτῳ πεπαλαγμένα χείλεα σύρων
24
ἀντόμενος γλυκεροῦ τέρμα φέροι βιότου.
25
τῇ πίσυνος λειμῶσι θέρους ἔνι τέρπεο, Καῖσαρ,
26
καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ἄμαθον·
27
οὐδὲ μὲν ἀμφίσβαινα φέροι μόρον, οὐδέ τις ἤδη
28
φρυνὸς ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις.
29
ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος
30
καὶ θοὸν ἰήσαι' ἄσθμα κυλινδόμενον·
31
ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα
32
κυμαίνῃ κωφὸν κῦμα βιαζόμενον·
33
ἢ ὅτ' ἐνὶ στροφάλιγγι ἀπηνέι κυμήνειεν
34
ἔντερον ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου·
35
ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ' ὄσσε,
36
καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι
37
ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ' ἐπὶ θοίνην,
38
εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας,
39
νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες
40
φεύγωσι σφετέρων ἤθεα κηδομένων.
41
εἰ δέ που ἢ κακοεργὸν ἴδοις ἐπὶ σώμασιν ὦχρον,
42
ῥύσαι' ὑδρηλὴν νοῦσον ἐπεσσυμένην,
43
καὶ φαέων ἀμβλεῖα ἄφαρ λάμψειεν ὀπωπή
44
τῷ καὶ ἀρχομένης οὐκ ἀλέγοι φθίσιος.
45
οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων
46
σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου
47
ἤ τ' ἄρα καὶ θώρηκος, ὅσην ὠτρύνατο χώρην
48
λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν,
49
ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην
50
ἕλκεος ἢ καί που δαμναμένοιο πόρου
51
οὖρον ἐπιφράσσοιτο, ὅτ' ἄσχετα πολλάκι καυλός
52
ὁρμαίνῃ κενεὴν σεύμενος ἐς Κυθέρην.
53
νεφρῶν δ' ἡνίκα φῶτα κατ' ἰξύος ἄλγος ἐπείγοι,
54
θαρσήσας ταύτην ἐξελάσεις ὀδύνην.
55
καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλύν
56
πινομένη πολλοὺς μέχρις ἐπ' ἠελίους.
57
ἀλθήσει〈ς〉 καὶ λοιμὸν ἀηδέα πᾶσαν ἐπ' ἠῶ
58
δύσπνοον ἐκ τοίης παρθέμενος πόσιος,
59
καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινύν
60
φεύξεαι εὐόδμῳ γαῦρος ἐπ' ἀντιδότῳ.
61
Τῆς δ' ἤτοι κυάμοιο, τὸν εὔσκιον ἔτρεφεν ὕδωρ
62
τέλμασι καὶ πολλοῖς κρυπτόμενον πετάλοις,
63
Νειλώου κυάμοιο δίδου βάρος ἄμμιγα χεύας
64
θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων.
65
πίνοιεν δ' ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ' ἠοῦς,
66
ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι·
67
ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμήν
68
ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος·
69
νυκτὶ δ' ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη
70
εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν·
71
ἰοβόλων δ' εἰ καί τις ὑπὸ γναμπτῆρι δαμείη
72
ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου,
73
ἴσην ἐντύναιο κατ' ὀρφναίην τε καὶ ἠῶ
74
δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα.
75
καί κεν ἀυπνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως
76
γηθαλέους ταύτῃ, Καῖσαρ, ἀνωδυνίῃ.
77
Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φώς
78
τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας,
79
τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος οὐκέτι γαίης
80
κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοί,
81
εἰαρινὴν δ' ἐφ' ἅλωα χυτὸν βόσκονται ἀν' ἄλσος
82
διζόμενοι χλοεροῦ σπέρμα λαβεῖν μαράθου,
83
ὀξυτέρην τὸ τίθησιν ἐφ' ἑρπηστῆρσιν ὀπωπήν
84
πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις.
85
τῶν δ' αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας
86
τάμνοις καὶ κενεὰς γαστέρας ἐξερύοις·
87
οὖλα γὰρ ἀμφοτέρωθε φέρει ἐπὶ τύμμασιν ἄχθη
88
λυγρὸν ὑπ' οὐραίην ἰὸν ἔχων φολίδα·
89
τούνεκά οἱ τμήσαιο κατ' αὐχένα ἠδὲ κατ' ἄκρα
90
ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος·
91
λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν
92
ἐκτὸς ἔχων ἱλαρὴν δέ〈ρ〉ξεαι ἀντολίην.
93
ὁππότε δὴ τὰ γένοιτο, τότ' ἐν κεραμηίδι χύτρῃ
94
κατθέμενος πυρσῷ σάρκας ἐπιφλεγέτω
95
ὕδατος ἐγχεύας ὅσον ἄρκιον ἠδέ τ' ἀνήθου
96
κλῶνας, ἐχιδναίῃ σαρκὶ συνεψόμενος·
97
ἡνίκα δὲ σκολιαὶ μὲν ἀπορρείωσιν ἄκανθαι
98
καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις,
99
ἐκτὸς ἕλοι ζείοντα καταψύχων κυκεῶνα,
100
ὄφρ' ἑκὰς ἐντύναι σάρκας ἀπεχθομένας
101
ἑρπηστῶν τ' ἰόεντας ἀπορρίψειεν ἀκάνθας
102
πάμπαν ὑπ' εὐδίφου χειρὸς ἐλεγχομένας.
103
αὐαλέου δ' ἐπὶ τῇσι βαλὼν εὐεργέος ἄρτου
104
ὅσσον τερσῆναι σάρκα δύναιτο, τροχούς
105
πλάσσασθ', ὁππότε μίγδα κύτει περιηγέος ὅλμου
106
θλασθῇ, καὶ σκιεροῦ κάτθες ὑπὲρ δαπέδου.
107
αὐτίκα δὲ σκίλλην τριχοειδέσιν ἄμμιγα φλοιοῖς
108
σταιτὶ περιπλάσσας θάλπε κατὰ φλογιῆς,
109
ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην
110
ἐντύναις σποδιῆς ἠρέμα δαιομένης.
111
καὶ ρ' ὅτε θαλπομένη〈ν〉 ῥήξῃ σέλας, ἔκτοθι πυρσοῦ
112
κάτθεο καὶ τρισσὴν σαρκὸς ἕλοις μερίδα
113
ὁλκῆς καὶ στρυφνοῖο βάλοις δοιὼ ὀρόβοιο·
114
εὐ δ' ὑπέρῳ μίξας συνδονέων μυχόθεν
115
αἴνυσο καὶ δινήεντας ἀνάπλασσε τροχίσκους·
116
τοὺς δ' ἑκὰς ἠελίου ψύχεο τερσομένους.
117
τῶν δ' ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις
118
δοιὰς τὴν πέμπτην παρθέμενος δεκάδα,
119
ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου,
120
καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι·
121
ἶσα δ' ὀποῦ μήκωνος ἕλοι〈ς〉 καὶ μάγματος αὕτως,
122
μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου.
123
δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις
124
φύλλα καὶ Ἰλλυρίην ἴριδα κατθέμενος
125
κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης
126
τόσσον καὶ γλυκερῆς σπέρματα βουνιάδος,
127
σκόρδ〈ε〉ιον καὶ κλεινὸν ὀπὸν μίσγοιο θυώδη
128
βαλσάμου Συρίης ἔνδοθεν αἰνύμενος·
129
τοῖς δ' ἔπι καὶ κινάμωμον ἰσάζεο, μηδέ σε λήθῃ
130
ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι.
131
ἢ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο
132
καὶ κρόκου, ὅν τ' ἄντρον θρέψατο Κωρύκιον,
133
καὶ κασίην Ἰνδήν τε βάλοις εὐώδεα νάρδον
134
καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων
135
καὶ λιβάνου μίσγοιο καὶ ἀγλαΐην στήσαιο
136
ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει
137
δικτάμνου τε κλῶνας ἰδὲ χλοεροῦ πρασίοιο
138
καὶ ῥῆον, στοιχὰς δ' οὐκ ἀπάνευθε μένοι,
139
οὐδέ νυ πετροσέλινον ἰδ' εὐώδης καλαμίνθη
140
δριμύ τε τερμίνθου δάκρυ Λιβυστιάδος,
141
θερμὸν ζιγγίβερι κεὔκλωνον πενταπέτηλον·
142
τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας.
143
αὐτίκα καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας
144
ἠδὲ χαμαιζήλου πτόρθος ἄγοι πίτυος
145
καὶ στύρακος μήου τ' ἰδὲ βοτρυόεντος ἀμώμου
146
καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνήρ,
147
Λημνιάδος μίλτοιο καὶ ἐκ Πόντου παράλοιο
148
φοῦ καὶ ἐρημαίης πρέμνα χαμαιδρυάδος,
149
μαλαβάθρου καλὰ φύλλα καὶ ὀπταλέην χαλκῖτιν
150
μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος,
151
ἄννησον χυλόν θ' ὑποκιστίδος ἠδέ νυ καρπόν
152
βαλσάμου λιπαρὸν κόμμι διηνάμενος
153
καὶ μαράθοιο σπέρμα καὶ Ἰδαῖον κραδάμωμον
154
ἠδ' ἄκορον στήσαις παρθέμενος σέσελι,
155
δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης
156
θλάσπι τε σὺν τούτοις ἰσοβαρὲς τελέθοι,
157
τόσσον δ' ὑπερικοῦ, τόσσον δ' ἐπιμίσγεο ἄμμι,
158
καὶ σαγαπηνὸν ἄγοι τετράδα τοσσατίην.
159
δοιὰς δ' εἰσάξεις τά περ Ἴστριος ἔκβαλε κάστωρ
160
μήδεα καὶ λεπτὴν ῥίζαν ἀριστολόχου
161
δαυκείου τε σπέρμα καὶ αὐαλέην ἄσφαλτον
162
ἰοβόλων κοίταις ἀντία δαιομένην,
163
ἶσα δ' ὀποῦ πάνακος συμμίσγεο κενταυρείῳ
164
χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος.
165
καὶ τὰ μὲν ἐν θυίῃ πολιῷ μαλθάσσεο οἴνῳ
166
ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται·
167
κόψας δ' εὖ λείαινε, τά κεν ξυλοειδέα πάντα
168
Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι.
169
Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο, Παιών,
170
εἴτε σε Τρικκαῖοι, δαῖμον, ἔχουσι λόφοι
171
ἢ Ῥόδος ἢ Βούρινα καὶ ἀγχιάλη Ἐπίδαυρος,
172
ἱλήκοις, ἱλαρὴν δ' αἰὲν ἄνακτι δίδου
173
παῖδα τεὴν Πανάκειαν· ὁ δ' εὐαγέεσσι θυηλαῖς
174
ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην.