Carminis de viribus herbarum fragmentum
- Edition reference
- Carminis de viribus herbarum fragmentum, ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1964: 23–38.
- CTS identifier
urn:cts:greekLit:tlg0282.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Τοὺς δὲ πυρέσσοντας τὸ χαμαίμηλον θεραπεύει
2
σὺν ῥοδίνῳ λεῖον τετριμμένον, ὠφέλιμον δέ
3
τοῖς μετριάζουσιν τὸ φυτόν. φύεται δ' ἐπὶ θινῶν
4
τὸ βραχὺ καὶ κάλλιστον, ὃ βαστάζουσιν ἰητροί
5
ἀρχομένου θέρεος, μέγας Ἥλιος ἡνίχ' ὁδεύῃ
6
ἕβδομον ἱππεύσας τετράζυγον ἄντυγα πώλων.
7
Ῥάμνος ἔχει πανάκεια〈ν〉 ἐν οἴκοισιν παναρίστην
8
φυομένη φραγμοῖσιν ἀκανθῆεν πετάλειον.
9
ὤρου δ' ἐστὶ φυτόν. τὸ δὲ σύμφορόν ἐστι βροτοῖσιν
10
βαστάζειν τότε ῥάμνον, ὅταν φθίνουσα Σελήνη
11
δέρκηται πάντεσσι βροτοῖς κατὰ μακρὸν Ὄλυμπον.
12
κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
13
φαρμακίδων τε κακῶν καὶ βάσκανα φῦλ' ἀνθρώπων.
14
πρώτη γὰρ μακάρων ἐχρήσατο τῇδε φυτείᾳ
15
Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
16
Πάλλαντα κτείνασα μάχαις κρατερῆφι βίηφι
17
τῆμος ὅτ' ἀθάνατοί τε θεοὶ θνητοί τε Γίγαντες
18
σύμβαλον εἰς ἔριδα κρατερὴν κάρτιστοι ἐόντες·
19
πανδερκὴς δ' ἄρ' ἔπειτα θεὰ Νέμεσις πολύμορφος
20
καὶ νηοὺς ἐκάθηρε θεῶν καὶ ἀγάλματα ῥάμνῳ.
21
θρέμματά τε νέποδάς τε καλὸν φυτόν ἐστι φορῆναι
22
πρός τε πόνον κεφαλῆς καὶ δαίμονας ἠδ' ἐπιπομπάς·
23
πάντα γὰρ ἰήσαιτο βροτοφθόρα φάρμακα λυγρά.
24
Ἀρτέμιδος βοτάνην δὲ συνώνυμον αἶρ' ἐπιφώσκειν
25
Ἠελίου μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν,
26
ἥντινα τοξότιν ἄνδρες ἐφήμισαν ἢ βοτρυῖτιν,
27
πασιθέην δ' ἕτεροι Χαρίτων στέργηθρον ἔχουσαν,
28
οἳ δέ τε λυσίκοπον φιλοπαννύχου ἀγροιῶται
29
ἀθανάτης καλέουσι φυτὸν μέγα δῶρον ἔχοντες·
30
λύει γὰρ κόπον ἀνδρὸς ὁδοιπόρου ὅς 〈κ'〉 ἐνὶ χερσίν
31
τὴν μονόκλωνον ἔχῃ, περὶ δ' αὖ ποσὶν ἕρπετα πάντα
32
φεύγει, ἤν τις ἔχῃ ἐν ὁδῷ, καὶ φάσματα δεινά.
33
αἷμα δέ οἱ σκιρρωθὲν ἐπὴν ἄρθροισιν ἐλάσσῃ,
34
κλῶνας ἑλὼν μῖξον ῥοδίνῳ, ζέσσας δ' ἐνὶ κύθρῃ
35
σύγχριε τὸν κάμνοντα ὅλον μέλλοντα καθεύδειν,
36
κεὐθὺς ἀπαλλάξεις ἀλγήματος ἐκ μεγάλοιο.
37
ὑστερικαῖς δὲ γυναιξὶν ἄγαν σωτήριόν ἐστιν
38
στραγγουροῦντά τε παύει ὀπισθοτόνοιό τε ῥῆγμα.
39
πάντα δ' ἀεὶ νοσοεργὰ πάθη στέλλουσα διώκει.
40
Αὐτίκα δ' Ἑρμείαο τὸ δάκτυλον αἶρε χλοανθές
41
πενταπετές, †διοπουν ερμαιαν† πᾶσιν ἀρωγόν,
42
τὴν καὶ ὀνειροδότειραν, ἐπεὶ καὶ θέσφατα πάντα
43
θνητοῖς ἀνθρώποισιν ὀνείρατα καλὰ προφαίνει.
44
πάντα γὰρ ἀλθήσαιο πόνον φορέων περὶ σῶμα,
45
ὀφθαλμῶν δέ τε πᾶσαν ἐρητύσειας ἀνίην,
46
χοιράδας, ἀντιάδας, σταφυλήν, οἴδημ' ὑπὸ γλῶσσαν,
47
ἄρθρα τε καὶ νεύρων ὀδύνας καὶ ἕρκος ὀδόντων
48
ψώραν τ' †εξανιατον βροτοφθόρον ἐκ κακότητος
49
καὶ λοχίων ἔμμηνα καταπλασθέντα γυναικῶν.
50
ἐν δ' ὕδατι λιαρῷ προσκλυζομένη παλάμαισιν
51
πρός τε φόβους καὶ βασκοσύνας καὶ δαίμονας ἐχθρούς
52
ἔστιν ἄκος πανάριστον, ὅθεν καὶ λάμβανε ποίην
53
μήνης αὐξομένης φαεσιμβρότου Ἠελίου τε
54
ἀντέλλειν μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν.
54a
[....]
55
πρὸς τὰ Κυθηρίδος ἔργα θεᾶς κυδρῆς Ἀφροδίτης.
56
τρυγόνιον τόδε πάντες ἐπιχθόνιοι καλέουσιν,
57
ἄλλοι δ' ἀρρενικόν 〈τ'〉 ἰδ' ἀριστερεῶνα τὸν ὀρθόν,
58
ὕπτιον αὖθ' ἕτεροι χθαμαλὴν ἐπὶ γαῖαν †φιλεργον.
59
δοιοὶ γὰρ πεφύασιν ὁμοιότατοι πετάλοισιν·
60
ὀρθὸς μὲν τείνει νεύρων φύσιν εἰς Ἀφροδίτην,
61
ὕπτιος εὐνάζει, δύναμις δ' αὐτοῖσι μεγίστη.
62
εὖ δ' ὁπόταν ἐθέλῃς πόνον ὀφθαλμῶν ἀκέσασθαι,
63
ἁμματίσας περὶ σῶμα περιστερεῶνα τὸν ὀρθόν
64
Ἠελίου κόσμον τὸν ἀτέρμονα κυκλώσαντος
65
παύσεις ὀφθαλμοῖο δυσαυγέας ἀμβλυντῆρας.
66
καὶ κεφαλῆς πόνος ἐν ταύτῃ παράχρημα μειοῦται,
67
καὶ κόπον ἐξελάσαι δυνατὴ τριφθεῖσα μετ' ὄξους
68
χοιράδας ἀντιάδας τε καλῶς παύει παράχρημα.
69
ἔσθ' ὅτε τοι γαῦρος χαρίτων, στέργειν δὲ γυναῖκας
70
τεύχειν τ' εἰς φιλίαν δυνάμει〈ς〉 κοίταις παρέχουσα.
71
φρικάζῃ δ' ὁπόταν τις ἀνήρ, βοτάνης ἀπὸ ταύτης
72
κλῶνας ἑλὼν κάμνοντος ἐναντίος ἵστασο μοῦνον,
73
κεὐθὺς ἀπαλλάξεις τὸν δαίμονα μηκέτ' ἐπελθεῖν.
74
Δίκταμνον βοτάνην αἴρειν ἐπιβάλλεο, κοῦρε,
75
φροντίδι, ἀθάνατοι τὴν αὐτοὶ θέσπισαν ἡμῖν,
76
ὡς εἰδῇς δύναμιν βοτανῶν καὶ χρήσιμα ἔργα.
77
δικτάμνου γὰρ ὅταν αὖον δέμας ἐν παλάμαισιν
78
τρίψας ἀλφιτοειδὲς ἐνιστάξῃς Διόνυσον
79
Κουρήτων μακάρων ὑπερασπίζοντα πρεπόντως
80
καὶ νέβρῳ στολίσῃς, ἕξεις περὶ σῶμα προσάψας
81
νῖκος ἀμίμητον πρὸς κνώδαλα πάντα 〈τὰ〉 γαίης.
82
ἰητροὶ δ' ἅμα πάντες ὅσοις σωτήριόν ἐστιν
83
βαστάζοντες ἔχουσιν ἐν ἄγγει πρὸς τὰ μαδαῖα
84
ἕλκη, καὶ μυσαρὰς δὲ νομὰς πληροῖ προκαθαῖρον.
85
κἂν σκόλοπες θραυσθῶσιν ὑ〈π' ἴ〉χνεσιν ἢ περὶ σῶμα,
86
πάντα τόπον κατάπλασσε, καὶ αὐτόματος προφανεῖται.
87
καὶ σπληνὸς πόνος ἐν ταύτῃ παράχρημα μειοῦται·
88
ξηρὴ κοπτομένη καταπλάσσεται ἄλφιτον ὥσπερ.
89
καὶ τ(ὰ) ἐν τοῖς κρυφίμοισιν ἀναγκαίοις τε τόποισιν
90
φλεγμαίνοντα πάθη καταπλάσμασι τοῖσδ' ἀκέσαιο.
91
εἴαρι δ' αἶρε πόην καὶ καύματι καὶ φθινοπώρῳ.
92
Κισσίον τόδε πάντες ἐπὶ χθόνα ναιετάοντες
93
ἄνθρωποι κλῄζουσι λελίσφακον, οἱ δέ τε θεῖον.
94
λύει γὰρ ψυγμὸν κακοτέρμονα βῆχά τ' ἀνιγρήν,
95
πάντα δ' ὅς' ἀνθρώποις ἕλκη πέλεται κακοποιά
96
μιγνύμενον ῥοδίνοιο λίπει κηρῷ τε λυθέντι
97
ἰᾶται σπληνός τε πόνον λειεντερίην τε
98
πινόμενον μέθυος πολιοῦ ἰσορρεπὲς ἄχθος.
99
τοὺς δ' αἱμοπτυικοὺς προποτιζόμενον θεραπεύει,
100
πρὸς δὲ γυναικείους κόλπους καὶ πάντα λοχείης
101
μωλυθεῖσα πυρὶ σμαλερῷ ἔμμηνα καθαίρει.
102
αἱ μυσαραὶ δὲ γυναῖκες ὅσαι 〈κακὰ〉 μηχανοῶνται
103
πεσσοποιησάμεναι †τε κακης ενκυμονι ρυσαι†
104
καρπὸν καλλιγένεθλον ὑπέμβρυον ἐκβάλλουσιν.
105
Φράζεο καὶ βοτάνην πατρὸς Κρόνου ἀγκυλομήτεω,
106
ἥντε χαμαικυπάρισσον ἐπὶ ζείδωρον ἄρουραν
107
ἄνθρωποι κλῄζουσιν, ἐπεὶ μέγα τε σθεναρόν τε
108
ἔστιν ἄκος βρόγχοιο καὶ οὔατος ἀντιάδων τε.
109
τοῦτο θεὸς γὰρ ἔδωκε βροτοῖς σωτήριον εἶναι,
110
καὶ δίδοται πρὸς ὕδρωπα καὶ ἰσχιάδας θεραπεύει.
111
τὴν βοτάνην ταύτην πολυώνυμος εὕρετ' Ὄσιρις
112
Αἰγύπτου γαίης προκαθήμενος ἠδὲ Κανώπου,
113
ἐξ ἀρετῆς ἕνα πρῶτον ἐφημερίων θεραπεύσας.
114
Νῦν δ' ἤτοι ἐρ〈έ〉ω μάλ' ἀριφραδὲς οὐδέ σε κεύσω
115
κενταύρου Κρονίδαο φερώνυμον εὕρεμα ῥίζαν
116
Χείρωνος σθεναροῦ, ἣ〈ν〉 πὰρ νάπῃ εἰνοσιφύλλου
117
Πηλίου ἐν νιφόεντι κιχὼν ἐφράσσατο δειρῇ·
118
ἣν βαθύρους Ἀχελῷος ἐγείνατο καὶ φάτο πᾶσιν
119
ἐσθλὴν Παιήων Ἀσκληπιὸς ἠπιόδωρος
120
κικλήσκει〈ν〉 πανάκειαν, ἐπεὶ πάνθ' ὅσσα βροτοῖσιν
121
φλεγμαίνοντα πάθη παύει καὶ κρούσματα πληγῶν
122
ὑστερικαῖς τε γυναιξὶ λίην σωτήριόν ἐστιν
123
στραγγουροῦντά τε παύει ἐν ἤματι καὶ λιθιῶντα.
124
ἣν κέλομαί σε λαβεῖν φαεσιμβρότου Ἠελίοιο
125
ἀντέλλειν μέλλοντος ἐπὶ χθόνα φέγγος ἐρυθρόν
126
ὥρῃ ἐν εἰαρινῇ, ὅτε οἱ πληροῦνται ἅπαντα·
127
πάντα γὰρ ἰήσαιτο πάθη πολυφάρμακος οὖσα.
128
Βούφθαλμον δ' αἴρειν ἐπιβάλλεο Εἰλειθυίης
129
Μήνης αὐξομένης φαεσιμβρότου, ἀγλαὲ κοῦρε,
130
πολλοῖσίν τε δίδου πολλῶν ἀντάξιον ἔργων
131
πρός τε φόβους τοὺς γινομένους καὶ δαίμονας ἐχθρούς
132
βασκοσύνας τε κακὰς μερόπων καὶ φάρμακα λυγρά.
133
ταύτην τὴν βοτάνην Διὸς ὀφρύα πᾶς ὀνομάζει
134
(nonnulli versus desunt)
135
χρυσωπὸν στίλβει πανυπεύκυκλος ἀνθεμὶς ἁβρή.τῆς βοτάνης τὴν ῥίζαν, ὅταν ἀλγῇ τις ὀδόντα,
136
λαμβανέτω, μούνην δὲ μασησάμενος παράχρημα
137
εὐθὺς ἀποπτυσάτω, καὶ ἐλεύσεται ἔκτοθι ῥεῦμα.
138
γαστέρα δ' εἴ τις ἔχει στεγνὴν καὶ ἀνέκκριτον οὖσαν,
139
μωλυθεῖσα καθαίρει ἀνεγκλήτως καὶ ἀλύπως.
140
Πασάων βοτανῶν βασιληίδα δίζεο, κοῦρε,
141
Σειρίου ἀντέλλοντος, ὅτε σκυλακόδρομος ὥρη
142
νυκτιφαής τ' ἄστροισι θεὰ πλήθουσα Σελήνη
143
δέρκηται †τότε δ' ἠελίῳ μέλλουσα συνάπτειν†,
144
πασιθέην, ἣν πάντες ἐδωρήσαντο ἄνακτες
145
Λητοίδῃ Παιᾶνι θεοὶ κατὰ μακρὸν Ὄλυμπον·
146
δῶκε δὲ Παιονίην καλέσας κατ' ἀπείρονα γαῖαν
147
ἥν ποτε πεντόροβον κλῇζον Ῥε〈ί〉ης πολιῆται
148
κύμβαλά τε Φρυγίης μητρός, μακάρων βασιλείης,
150
Κρῆτες †δικταιον διος μελοψο γενεθλης†
151
γλαβρήνην κλῄζουσι φερώνυμον ἀθανάτου γῆς·
152
ἣν πάντες καλέουσι θεοὶ μάκαρες γλυκυσίδην,
153
ἀμβρόσιον βλάστημα καὶ Ἰδαίαν Ἑκατείαν,
154
ἠελίου† δ' Αἴγυπτον ὅσοι περιναιετάουσιν
155
ἀγλαοφώτιδα πάντες ἐπικλῄζουσι βοῶντες,
156
φέγγεος οὕνεκα λαμπομένου πυρὸς ἄνθος ἀναίθει.
157
ἣν Κυνὸς ἀντέλλοντος ἀναίρεο, κοῦρε δαίφρον,
158
πρὶν μέγαν Ἠέλιον τὸν ἀτέρμονα κύκλον ὁδεύειν,
159
μή σε θεοὶ βλάψωσι νόῳ καὶ ἐχέφρονι βουλῇ
160
ὥρην ἐκπρολιπόνθ' 〈ἥν〉 σε φράζεσθαι ἄνωγα·
161
οὐ γὰρ ἐν ἀθανάτοισιν ἀτημελίῃ πεφάτισται·
162
οὕνεκα δὴ καλέουσι Κυνόσπαστον κατ' Ὄλυμπον
163
ἀθάνατοι μάκαρες Ἐφιάλτειόν τε βοῶσιν.
164
κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
165
φαρμακίδων φοβερῶν καὶ βάσκανα φῦλ' ἀνθρώπων
166
πρός τε φόβους δυνατὴ καὶ δαίμονας ἠδ' ἐπιπομπάς
167
καὶ πυρετὸν φρίκεσσι καταρχόμενον στυγέοντι
168
νυκτερινόν τε καὶ ἡμερινὸν χαλεπόν τε τέταρτον.
169
ἥντινα καὶ τηροῦσι Διὸς φύλακες μεγάλοιο
170
ἄγγελοι ἑξήκοντα τριηκόσιοί τ' ἐπὶ τούτοις.
171
ταύτην γὰρ λέγεταί ποτ' ἐν οὔρεσι ῥιζωθεῖσαν
172
δαίμονας ἐξελάσαι τοὺς τὸν τόπον οἰκήσαντας.
173
Δεῖ δέ σε καὶ περὶ σῶμα φορεῖν πολίοιο κόρυμβον
174
πρὸς τὸν ἀπαυλισμὸν τὸν ἀπ' αἰθέρος, ὃν καλέουσιν
175
ἄνθρωποι χαλεπὴν ἱερὴν νόσον ἀμπλακιῶτιν,
176
οἳ δὲ σεληνιακὴν ἐπὶ σῶμα κακὴν ἐπιπομπήν.
177
καὶ κόπον ἐξελάσαι δύναται τριφθεῖσα μετ' ὄξους
178
ἡ βοτάνη καταχειομένη πόδας ἀκροκορύμβους.
179
Μῶλυ δὲ ῥιζοτομισθὲν ἀρῶ πρὸς φάρμακα λυγρά
180
φαρμακίδων χαλεπῶν καὶ βάσκανα φῦλ' ἀνθρώπων.
181
τοῦτο γὰρ Ἑρμείας Λαερτιάδῃ Ὀδυσῆι
182
δῶκε φορεῖν περὶ σῶμα προσαψάμενον φυλάκειαν,
183
Αἰαίην εἰς νῆσον ὅτ' εἰς κλυτὰ δώματα Κίρκης
184
ἤιε, πολλὰ δέ οἱ κραδίη φρεσὶ μερμήριζεν.
185
οὐδὲ γὰρ †ως εταρους ειδεεν δυνατους δυπαξαι†,
186
εἰ μὴ τοῦτό γ' ἔδωκε διάκτορος Ἀργειφόντης
187
ἐκ γαίης ἐρύσας, ἐναλίγκιον ἄνθει λευκῷ,
188
ὡς γάλα λαμπόμενον κουροτρόφον, αὐτὰρ ἔπειτα
189
ναρκίσσῳ ἴκελον, ῥίζῃ ζοφοειδὲς ἰδέσθαι.
190
πάντα γὰρ ἐξακέσαιο βροτοφθόρα φάρμακα λυγρά·
191
τὴν βοτάνην περὶ σῶμα φορῶν ἐχθροὺς ὑπαλύξεις.
192
Αὐτὰρ ἁλὸς κόλποισιν ἀεξομένην ἱερὴν δρῦν
193
κύμασιν ἐν νοτεροῖσι τετιμένον ἔρνος ἄφυλλον
194
ἠδ' αὐτῷ πόντοιο Ποσειδάωνι ἄνακτι,
195
ἀντιπαθῆ τὴν πάντες ἐπιχθόνιοι καλέουσιν,
196
λάμβανε τεχνήεντι νόῳ καὶ ἐχέφρονι βουλῇ,
197
ηνλιτεν† Οὐλύμποιο θεὰ φθίνουσα Σελήνη
198
δέρκηται, καὶ μίσγε ῥόδων εὐῶδες ἔλαιον
199
καὶ χρῖσαι τὸ πρόσωπον, ἐπὴν ἐπὶ πρᾶγμα πορεύῃ,
200
καὶ τότε σοι συνέριθος ἅμ' ἕψεται Ἀφρογένεια.
201
τοῦτο γάρ ἐστιν ἄκος καὶ ἀλεξητήριον ἐχθρῶν
202
πάντων ὅσσα τε γαῖα φέρει καὶ πόντιον οἶδμα,
203
ζωογονεῖ τε βρέφη 〈ἀλόχοις〉 ὑπὸ γαστρὶ φορηθέν.
204
πρός τε φόβους τοὺς γινομένους ἔχε μιν κατὰ νύκτα
205
βασκανίην τε κακὴν μερόπων καὶ πήματα λυγρά,
206
ἣ καὶ σῶμα φυλάσσει ἀπόρρητόν τ' ἀποπέμπει·
207
ὅσσον γὰρ φθονεροὶ μὲν ἀφεστήκασι, μέμυκεν,
208
ἐρχομένων δ' ἐγγὺς τούτων τότε κάρφος ἀνοίγει.
209
ταύτη〈ν〉 παμμήτωρ φύσις εὕρε〈το〉· μηκέτι ταούς
210
πτηνοὺς ἄνθρωποι θαυμάζετε· καὶ γὰρ ἐκεῖνοι
211
βασκοσύνης ἕνεκεν δόλιχα πτερὰ μηκύνονται.
212
Ἔνδροσον ἐκ γαίης αἴρειν χρυσάνθεμον ἁγνόν
213
πρὶν μέγαν Ἠέλιον τὸν ἀτέρμονα κύκλον ὁδεύειν,
214
καὶ περὶ σῶμα φόρει καὶ ἔχ' ἔντοσθ' εἵματος αἴρων·
215
κρημναμένη δύναται γὰρ ἀποστρέψαι κακότητας
216
φαρμακίδων ἀλόχων καὶ βάσκανα φῦλ' ἀνθρώπων.