The Greek Library Author

Aelius Aristides

Πρὸς Λεπτίνην ὑπὲρ ἀτελείας

Scientific editors
Wilhelm Dindorf
Edition reference
Aristides · Leipzig · Reimer · 1829
CTS identifier
urn:cts:greekLit:tlg0284.tlg054.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Jebb Page 2

εἴπερ τι τῶν πάντων, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὸ

Jebb Page 4

κοινῇ λυσιτελοῦν ἔχον τῇ πόλει καὶ φέρον ἐπὶ πλεῖστον εἰς δόξαν· καὶ τὸν τοῦ Λεπτίνου νόμον, ὡς οὐ καλῶς ἔχονθʼ ἡμῖν, ἐκποδὼν πεποιῆσθαι. εἰ γὰρ ὁ μὲν διʼ ὧν γράφει καὶ νομοθετεῖ οὕτω παντάπασιν ἀτέλειαν ἀναιρεῖ, ὡς μὴ ὅτι τοὺς ἔχοντας αὐτὴν ἀφελέσθαι, ἀλλὰ καὶ ἡμᾶς

Jebb Page 6

αὐτοὺς τὸ μηκέθʼ οἵους τʼ εἶναι ταύτης ὁντινοῦν ἀξιῶσαι· ἡμῖν δὲ διʼ αὐτῆς ταύτης τὰ κράτιστα παρὰ πάντων μετὰ τοὺς θεοὺς ἀπαντᾷ, οὐ μόνον ἃ καθʼ ἡμῶν ἐστιν ἀτεχνῶς, τούτοις μηδʼ ὁπωστιοῦν ἡμᾶς χρῆσθαι προσῆκεν, ἀλλὰ καὶ τὸν ταῦτʼ εἰργασμένον κολάζειν τε καὶ μισεῖν καὶ τῆς πόλεως ὥσπερ τινὰ κῆρα παντάπασιν ἐξελαύνειν. δεῖ γάρ που δυοῖν θάτερον, μᾶλλον δὲ πᾶσα ἀνάγκη· εἰ μὲν ἡμῶν αὐτῶν ὡς ἀληθῶς ποιούμεθα λόγον, μηδένα τούτου τὸ παράπαν λόγον ποιεῖσθαι, μᾶλλον δʼ ὅπως αὐτίκα πεπαύσεται πάντα ποιεῖσθαι λόγον· εἰ δʼ ὅπως κύριος ἔσται· τοῦτο δʼ ἀπείη. ποιησόμεθα λόγον, δόξομεν εὖ οἶδα πᾶσιν, ἡμῶν μὲν αὐτῶν οὐδʼ ὁντινοῦν λόγον ποιεῖσθαι, τοῦ

Jebb Page 8

δʼ ὅπως τὰ ἡμέτερα αὐτῶν ἕξει κακῶς πολύν τινα λόγον ποιεῖσθαι. καὶ τίς ἂν ταῦτα φήσειε; καίτοι εἰ τὸ πρὸς τὴν πόλιν ἐρραστωνεῦσθαι καὶ μὴ τὴν γιγνομένην ταυτησὶ πρόνοιαν ἴσχειν οὐκ ἀγαθοῦ τινος καὶ δημοτικοῦ φάσκομεν εἶναι πολίτου· ὅταν τις πρὸς αὐτῷ τούτῳ καὶ ἃ ταύτῃ καθάπαξ λυμαίνεται, ταῦτα γράφειν καὶ νομοθετεῖν ἐκ περιουσίας αἱρεῖται, ποῦ τουτονὶ θήσομεν; ὡς μὲν οὖν πανοῦργος ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δύσνους καὶ τὰ τοιαῦτα Λεπτίνης, καὶ ὡς τῆς ἀγαθῆς καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης ἀντίπαλος τύχης, ἐν ὑστέρῳ καὶ δὴ σαφῶς ἐπιδείξω· ὅτι δʼ οὐδὲν τῶν δεόντων καὶ ὧν τοῖς πράγμασι μάλιστα δεῖ, ἀλλʼ ἃ μὴ χρὴ, συμβουλεύει, καὶ παρὰ τοὺς κειμένους τῇ πόλει νόμους καινοτομεῖ, καινούς τινας αὐτὸς εἰς τὴν πολιτείαν εἰσάγων, νῦν ἐμοῦ λέγοντος εἴσεσθε.

Jebb Page 10

πρῶτον μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐκεῖνο μαθεῖν ἡμᾶς δεῖ, ὅτι τοσούτων καὶ τηλικούτων ἄνωθεν, οὐκ Ἀθήνησι μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς Ἕλλησι συμβούλων καὶ νομοθετῶν γεγονότων, τούτων μὲν οὐδεὶς οὐδέν τι τοιοῦτον πώποτʼ οὔτʼ ἔγραψεν οὔτʼ εἰσηγήσατο· μάλιστα ἂν εἴ γε συμφέρειν ᾔδεσαν καὶ τοῦτʼ εἰρηκότες, ὥσπερ καὶ τἄλλα, διʼ ὧν ἡμῖν ἡ πόλις, σὺν θεοῖς εἰπεῖν, ἄριστα ἔχει μόνος δὲ οὗτος, ὥσπερ ἐκ θεῶν ἥκων καὶ τὸ συμφέρον ἐκεῖθεν ὑπὲρ τοὺς ἄλλους πάντας εἰδὼς, ἐπὶ ταῦτα προῆλθε, καὶ νομοθετεῖν οἴεται δεῖν ἃ μηδὲ τὴν ἀρχὴν ἐντεθυμῆσθαι προσῆκεν. ἔπειθʼ ὅτι πάντων ὡς εἰπεῖν τῶν νόμους τιθέντων οὐ τὸ συμφέρον μόνον σκοπούντων, ἀλλὰ καὶ ὅπως μετὰ δόξης τοῦτʼ ἔσται μάλιστα παρασκευαζόντων, ὡς τὸ μὲν μετὰ δόξης εὖ πράττειν εὖ πράττειν ὡς ἀληθῶς ὂν, ἄνευ δὲ ταύτης ἐξ ἡμισείας οὖσαν τὴν τύχην· οὕτω πολλοῦ τινος ἐδέησε Λεπτίνης ἀμφοτέρων τουτωνὶ ποιήσασθαι λόγον, ὡς καὶ ἀμφοτέρων τούτων διʼ οὗ γράφει νόμου τὴν πόλιν ἀποστερεῖν, ἀτέλειαν

Jebb Page 12

ἐκ μέσου τιθείς. ἀλλὰ μή πω τοῦτο, ἀλλʼ ὅτι διʼ ὧν μόνος τῶν πάντων ἀναιρεῖν ταύτην πειρᾶται καὶ ὅπως μηκέτʼ ἔσται τοῦ λοιποῦ πᾶσαν εἰσφέρει σπουδὴν, διὰ τούτων οὐχ ἥκιστα πάντων συνίστησι ταύτην, καὶ ὅπως εἰς ἅπαν ἔσται κατασκευάζει σαφῶς. ὅταν γὰρ ταύτῃ μὲν οὐδʼ ἡντινοῦν μέμψιν ἐπάγῃ, οὐδʼ ἀγορεύειν κακῶς ἀξιοῖ, ἀναξίους δέ τινας φάσκῃ ταυτησὶ μετασχόντας τῶν λειτουργιῶν ἀποσχέσθαι, ἄμφω ταυτὶ μαρτυρεῖ, καὶ τὴν ἀτέλειαν ὡς κάλλιστα ἔχειν καὶ χρῆναι ταύτην εἰς ἀεὶ παραμένειν τῇ πόλει, καὶ πρός γε ἔτι τὸ μηδʼ ἂν αὐτὸς ἐπὶ τὸ νομοθετεῖν κεκινῆσθαι, εἰ τοὺς μετέχοντας ἀξίους ἑώρα. ὅτε τοίνυν οὐκ ἂν τοῦτʼ ἔδρα, εἰ μηδεὶς ἀνάξιος ἦν, οὐκ εἰκότως οὐδʼ ἐξ ἀνάγκης κατὰ τῆς ἀτελείας χωρεῖ, δέον κατὰ τῶν ἀναξίων μόνον, ὡς οὐ προσηκόντων τῷ πράγματι.

Jebb Page 14

καὶ μηδεὶς εἴπῃ ὡς ἐπειδή τινες φαῦλοι ταύτης μετέσχον, διὰ τοῦτο καὶ ταύτην ἐν τοῖς φαύλοις θετέον. ἀλλʼ ἐπειδὴ πᾶσιν ὡς εἰπεῖν τοῖς βελτίστοις τῆς ὑπὲρ ἡμῶν προθυμίας δίδοται γέρας, διὰ τοῦτο καὶ ταύτην ἀνάγκη μετὰ τῶν σφόδρα συνεχόντων τὴν πόλιν σπουδῆς ἀξιοῦσθαι. ἄλλως δὲ οὐδʼ ἀνάξιος πώποτʼ οὐδεὶς, ὡς ἐγᾦμαι, ταύτης μετέσχεν, οὐδʼ ἐγγὺς, ἀλλʼ ὅστις τὰ πρὸς ἡμᾶς ἄριστος ὦπται καὶ γεγονὼς ἐν καιρῷ. τοὺς γὰρ τοιούτους μάλισθʼ ἡ πόλις πᾶσιν οἷς ἔχει δωρεῖται καὶ τιμᾷ τὰ εἰκότα καλλίστους ἐξ ὧν ἔδρασαν σφᾶς ἡγουμένη· κἂν ἄλλως φαῦλοί τινες τύχωσιν ὄντες καὶ μὴ διὰ σφᾶς αὐτοὺς ἀξιόχρεῳ δόξης. ὥστʼ ἀνάξιός ἐστʼ οὐδεὶς, ὦ Λεπτίνη, τοῦτο τὸ μέρος. οὐ μὴν ἀλλʼ εἰ καὶ τὰ

Jebb Page 16

μάλιστα τοῦθʼ οὕτως ἔχει, ὅτι μὲν πολλῷ κάλλιον καὶ φιλανθρωπότερον διὰ τοὺς ἀξίους δή που καὶ τοὺς ἀναξίους τιμᾶσθαι ἢ διὰ τοὺς ἀναξίους ἀποστερεῖσθαι ταύτης καὶ τοὺς ἀξίους, ἐῶ. ἀλλὰ καὶ οὕτω σαυτῷ περιπίπτεις. τί γὰρ οὐ τοὺς ἀναξίους μόνους, ἀλλὰ καὶ τοὺς ἀξίους ἁπλῶς ἀτελείας ἀποστερεῖς; εἰ γὰρ τῷ ὄντι μόνοις τουτοισὶ δυσχεραίνεις, ἔδει δή που τούτων μεμνῆσθαι μόνων, τῶν δʼ ἄλλων ἀπέχεσθαι. νῦν δὲ οἷς πάντας ἁπλῶς ὑπάγεις τῷ νόμῳ ἔοικας οὐχ οὓς λέγεις μόνους κακίζων, ἀλλὰ κοινῇ πᾶσι βασκαίνων πάντας ἀφαιρεῖσθαι πειρᾶσθαι τὰς δωρεάς. μᾶλλον δὲ οὐκ εἰκάζειν, ἀλλʼ εἰδέναι δίδως σαφῶς μηδʼ ὁπωστιοῦν ἔχων πρὸς ταῦτʼ ἀντειπεῖν.

σκόπει δὲ καὶ οὕτως. εἰ ὅστις ἀνάξιος, ὡς αὐτὸς λέγεις, οὗτος καὶ ἀτελείας ἀνάξιος, ἀνάγκη πᾶσα τοὺς ἀξίους ταύτης τυγχάνειν, ἵνα καὶ τὸ διάφορον ἑκατέρων

Jebb Page 18

σώζηται· ἂν δὲ καὶ οὗτοι μετὰ τῶν ἀναξίων ἐκπέσωσι ταύτης, πρῶτον μὲν οὐκ οἶδʼ ὅτῳ τῶν ἀναξίων διοίσουσιν· ἔπειτʼ ἀνάξιοι δόξουσιν εἶναι, τῶν γε ἀξίων ὄντες. μᾶλλον δὲ ταῦτʼ ἄμφω συμβήσεται, τοὺς μὲν ἀξίους ἀναξίους δοκεῖν τοῦτʼ εἶναι τὸ μέρος, τοὺς δὲ ἀναξίους ἀξίους, ἐπειδήπερ ἄμφω ταύτης ἐξ ἴσης στερήσονται. καὶ μὴν τοὺς μὲν ἀναξίους ὄντας ἀξίους ἡ πόλις οἷς μετέδωκεν ἔδειξε, σὺ δὲ καὶ τοὺς ἀξίους παρʼ ἑαυτῶν διʼ ὧν ἀποστερεῖς οὕτως ἀναξίους ἐργάζει καὶ πολλῷ χείρους ἐκείνων, ὡς τοῖς μὲν οὐδὲν ἂν γενέσθαι καινὸν ἐκπεσοῦσι τῆς δωρεᾶς· ἀνάξιοι γὰρ κατὰ τὸν σὸν τυγχάνοντες λόγον, ἀνάξιοι πάλιν ἔσονται· οἱ δʼ ἄξιοι καὶ πρὸ ταύτης ὄντες καὶ ταύτης ἀξίως τυχόντες εἰς ἀναξίους τελέσουσι ταυτησὶ στερηθέντες· καὶ ταῦτʼ οὐδὲν ἐγκαλούμενοι τὸ παράπαν, καθάπερ ἐκεῖνοι. οὐκοῦν καὶ κατὰ τοὺς ἀξίους καὶ κατʼ αὐτοὺς δή που τοὺς ἀναξίους εἰς τοὐναντίον τὸ πρᾶγμά σοι περιίσταται καὶ σαυτὸν αὐτὸς ἐξελέγχεις, διὰ μὲν τοῦ τοὺς ἀναξίους μόνους καὶ μὴ τοὺς ἀξίους προΐσχεσθαι μάτην τοὺς ἀξίους τῶν πρὸς ἀξίαν ἀποστερῶν, διὰ δʼ αὖ τοῦ καὶ τοῖς ἀξίοις καὶ μὴ μόνοις τοῖς ἀναξίοις

Jebb Page 20

ἐπηρεάζειν βούλεσθαι, οὐδὲ τοὺς ἀναξίους προϊσχόμενος ἐν καιρῷ, οὕτως ἡμᾶς οἷς λέγεις παράγων, οἷς πράττεις ἃ λέγεις ἐλέγχεις. καὶ τοὺς ἀναξίους προτείνων, σὺ δʼ οὐδὲ τῶν ἀξίων ἀπέχει, μᾶλλον δὲ καὶ πάντων ἡμῶν. καὶ τοσούτῳ μᾶλλον ἡμῶν, ὅσῳ τοὺς μὲν αὐτὸ τοῦτο μόνον ἀτελείας ἀποστερεῖς, ἡμᾶς δὲ ἀδικεῖς μὲν οὐχ ἧττον καὶ τοῦτο τὸ μέρος, εἴπερ τἀκείνων ἡμέτερα χρὴ λέγειν.

ἀδικεῖς δὲ καὶ οἷς περὶ τοὺς εὐεργέτας ἀγνωμονοῦντας ἡμᾶς φιλονεικεῖς ἀποφαίνειν, καὶ οἷς ἀτέλειαν οὔθʼ ἡμεῖς ἡμῖν αὐτοῖς, εἴ τῳ ταύτης ἐν τῷ τοῦ καιροῦ καλοῦντι δεήσει, οἷοί τε πορίζειν ἐσόμεθα, οὔθʼ ἑτέρους οὑστινασοῦν οὔτε νῦν οὔτε εἰσαῦθις τουτοισὶ δεδωρῆσθαι. καὶ τὸ πάντων δεινότατον, τῆς εἰς ἡμᾶς φιλοτιμίας ἀπείρξομεν πάντας, ἐὰν ἃ τοῖς εὖ πεποιηκόσι καλῶς καὶ δικαίως ἀποδεδώκαμεν πάλαι, ταῦτʼ αὐτοὺς ἤδη παρὰ

Jebb Page 22

πάντας ἀφελώμεθα νόμους, διὰ τοὺς νόμους τοὺς σούς. ὅπερ οὐκ ἄτοπον μόνον, ἀλλὰ καὶ παντάπασιν ἀσεβές· ἐπειδήπερ εὐνοίᾳ θεῶν εὖ πράττουσιν ἄνθρωποι, καὶ μάλισθʼ ἡμεῖς, τὰ μὲν οἴκοθεν εἰσφέροντες καὶ αὐτοὶ, τὰ δὲ καὶ τοὺς ἄλλους ξυναγωνιστὰς τῆς ἀγαθῆς ἔχοντες τύχης· ὥσπερ αὖ μὴ βουλομένων ἐκείνων τά τʼ ἔνδον τά τε θύραζε δυστυχεῖ. εἰ τοίνυν τὸ μὲν οὐκ οὔσαις σκήψεσι χρῆσθαι καὶ ἃ μὴ προσῆκε συμπλάττειν, ἐφʼ ᾧ κοινὴν βλάβην εἰργάσθαι, ἀνδρός ἐστι φθόρου καὶ μηδὲν ὑγιοῦς, τὸ δὲ τοὺς εὖ ποιεῖν αἱρουμένους καθάπαξ ἐπέχειν τοῖς θεοῖς πολεμοῦντος, σὺ δὲ περιφανῶς πᾶσι τούτοις ἐνέχει, οὐχ ὅσον νόμους εἰσφέρειν, ἀλλʼ οὐδὲ νόμων ὅλως

Jebb Page 24

ἀκροᾶσθαι δίκαιος εἶ, τῷ τοὺς μὲν κωλυτὰς κακουργημάτων τυγχάνειν ὄντας, σὺ δʼ εἴπερ τις τὰ τοιαῦτα τεχνίτης. ἅμα δὲ οὐδὲ νόμον τὸν σὸν δὴ τοῦτον ἔγωγʼ ἂν φαίην, ἀλλʼ ἀνομίαν αὐτὸ καὶ τῆς πολιτείας ἀνατραπὴν καὶ οὐδὲν ὑγιὲς, οὐ μόνον τῷ μηδὲν αὐτὸν ἔχειν ὧν τοὺς ἀγαθοὺς νόμους ἴσχειν εἰκὸς, οὓς καὶ κοινοὺς τῶν πραγμάτων σωτῆρας μετὰ τοὺς θεοὺς ἅπαντες ἴσμεν, ἀλλὰ καὶ τῷ τοσούτων καὶ τηλικούτων, ὡς ἔφην, τῇ πόλει δεινῶν, ἐὰν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πρόησθʼ, αὐτὸν αἴτιον ἂν γεγενῆσθαι.

ὅτι δὲ καὶ Λεπτίνης αὐτὸς οὐχ οἷς λέγει τοσοῦτον θαρρεῖ δείκνυσι δή πως διʼ ὧν τοῦ τʼ εἰσέπειτα πρόνοιαν ἴσχει καὶ τοῖς ὑπὲρ ἀτελείας αὖθις θήσουσι νόμον θανάτου τιμᾶται, οὐδενὸς τῶν νομοθετῶν, ὡς ἅπαντες ἴσασιν, οὐδέν τι τοιοῦτον προσθέντος τοῖς νόμοις. ναὶ,

Jebb Page 26

φησί· διὰ γὰρ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι τὸν δῆμον ταῦτʼ εἰκότως προσγράψαι. τί οὖν ἐκώλυεν, εἴπερ ταῦθʼ οὕτως εἶχε, Λεπτίνη, μὴ καὶ ξύμπαντας τοὺς ἐξ ἀρχῆς νομοθετικοὺς ταῦτα τοῖς σφῶν νόμοις προσγράψαι, ἀλλʼ ἁπλῶς οὕτως ὑποθέσθαι τὸ δέον; ἢ τότε μὲν τῆς πολιτείας οἱ κρείττους παθῶν ἐπεστάτουν θεοὶ, νῦν δʼ ἐπεὶ δημαγωγεῖν ἔχουσιν ἄνθρωποι καὶ ταύτῃ τὰ κοινὰ διοικεῖται, χώραν ἴσχει τοῦ φενακισμοῦ; ἀλλʼ οὐκ ἂν εἰπεῖν ἔχοις· ἀλλʼ οἶμαι τῷ μηδʼ ὁτιοῦν φλαῦρον, ἀλλὰ πάντα τὰ βέλτιστα ξυνειδέναι τοῖς αὐτῶν νόμοις, τοῖς μὲν οὐδεμιᾶς τινος τοιαύτης ἐμέλησε τῆς προσθήκης, σοὶ δὲ οἷς ταύτης ἐμέλησεν ἔδειξας οὐ σφόδρα τοῖς νόμοις οἷς λέγεις θαρρεῖν.

χωρὶς δὲ τούτων εἰ μὲν οὐδέσιν ἄλλοις, μόνῳ δʼ ἐνῆν τῷ δήμῳ περὶ πάντων ἔχειν ψηφίζεσθαι, οὐδʼ οὕτως ἂν ἦν παράκρουσιν ἡντινοῦν ὑφορᾶσθαι, διὰ τὸ

Jebb Page 28

τὸν δῆμον τῶν Ἀθηναίων τῶν παρʼ ἄλλοις δικαστῶν εἶναι βελτίω καὶ οἷον εἰκὸς τὸν τῆς Ἀθηνᾶς τρόφιμον. ἴσως δʼ οὖν καί τι τοιοῦτον ἂν ξυνηνέχθη. ὅτε δὲ καὶ βουλή τις ἡμῖν θαυμαστὴ καὶ πάνθʼ ἃ προσῆκεν αἱρούμενος δῆμος καὶ δικαστῶν πλῆθος καλόν τε κἀγαθὸν καὶ τῇ περὶ τοὺς νόμους ἀκριβείᾳ καὶ τὸν Ῥαδάμανθυν ἂν παριόντων· πῶς οἷόν τʼ ἀπάτην διὰ τοσούτων καὶ τηλικούτων χωρῆσαι; ἢ πῶς ἂν ὁμοῦ πάντας ἔλαθε γεγονυῖα; καὶ μὴν εἰ μὲν ἡμῶν ἀπάτη κρατεῖ καὶ πρὸς τὸ πάθος ἑτοίμως ἔχομεν, ἔδει δή που κἀν τῷ παρόντι τοῦθʼ ὑπὸ σοῦ πεπονθέναι. νῦν δὲ περὶ ὧν ἤδη νόμον εἰσάγεις ἀπατᾶν ἡμᾶς ἐπιχειρῶν, ὡς ἄρα τῶν βελτίστων ταῦτʼ ἐστὶ τῇ πόλει, τοσοῦτον ἀπέχεις ὃ βούλει ῥᾳδίως εἰργάσθαι, ὡς καὶ ᾧ μὴ βούλει ῥᾳδίως περιπεσεῖν, κακουργίας καὶ

Jebb Page 30

συκοφαντίας ἀτεχνῶς ἁλισκόμενος. ἔτι τοίνυν εἰ διαρρήδην μὲν παρὰ πάντων ὁμολογεῖται δεινούς τινας Ἀθηναίους μάλιστα πάντων τὰ δέοντα ξυνορᾶν καὶ ὃ τούτου κάλλιον, τῶν εὑρόντων ἄμεινον χρῆσθαι, σὺ δʼ οἷς αὐτοὺς φάσκεις πρὸς ἐξαπάτην ἔχειν ἑτοίμως, εἰς Μελητίδας ἐντάττεις, ἡδέως ἄν σε ἐροίμην ποτέροις δή τισιν ἡμᾶς προσεκτέον τὸν νοῦν, πότερον πᾶσι τοῖς ἄλλοις ἢ σοί γε; οὐ γὰρ ἀμφοῖν, οἶμαι, φήσεις, οὐδʼ οἷόν τε, ἀλλʼ ἀνάγκη δυοῖν θάτερον, ἢ πάντας ἀνθρώπους οὐκ ἀληθῆ περὶ

Jebb Page 32

ἡμῶν φάσκειν νομίζειν, εἰ τῶν ἐξαπατωμένων ῥαδίως κατὰ τὸν σὸν λόγον ἡμεῖς, ἢ μηδενὸς λόγου τοὺς σοὺς ποιεῖσθαι φληνάφους, εἴ γε τὴν ἁπάντων μαρτυρίαν καὶ ψῆφον τοσοῦτον ἔχουσαν ἴσμεν τὸ συγκεχωρηκὸς ὡς μὴ μόνον ἑκασταχοῦ τῶν πραγμάτων ταύτην χρῆναι διώκειν καὶ προτιμοτέραν τῆς ἐν μέρει πολλῷ τῷ ὄντι νομίζειν, ἀλλὰ καὶ τὴν ἐντεῦθεν φήμην θεὸν προσειρῆσθαι. καὶ τούτου μάρτυς αὐτὸς, οὐχ ἕνα καὶ δύο, ἀλλʼ Ἀθηναίους πάντας καὶ διʼ αὐτῶν πάντας ἀνθρώπους συμψήφους καὶ συναγωνιστὰς λαβεῖν ἐθέλων τοῦ νόμου, ὡς τὴν ἐν μέρει μαρτυρίαν οὐδὲν οὖσαν μὴ παρούσης ἐκείνης. εἶεν.

εἰ δʼ ἡμετέραν ἀπάτην νομίζεις ἅ γʼ ἐπὶ τῶν ψηφισμάτων τε καὶ ξυμμάχων καὶ ὅλως ὑπὲρ ὧν πρόκειται σκέψις, ἔστιν ὅτε παρὰ τὸ εἰκὸς ἡμῖν ἀπαντᾷ, ὡς τοὺς

Jebb Page 34

μὲν ἀντʼ ἀγαθῶν φαύλους ποιεῖσθαι, τοῖς δʼ ἑτέρως ἢ προὐθέμεθα χρῆσθαι, τὰ οὐκ ὄντα δοξάζεις. διὰ τί; ὅτι οὐ παρὰ τὴν ἡμετέραν διαγνώμην καὶ ψῆφον, οὐδʼ ὅτι περ ἃ προσῆκε, περὶ τούτων εἰδότες, εἶθʼ ἑκόντες ταῦτʼ ἀφέντες ἃ μὴ προσῆκεν εἱλόμεθα, ἀλλὰ παρὰ τὴν τῶν πραγμάτων ἀνωμαλίαν καὶ τοὺς καιροὺς καὶ ὅ τι τοιοῦτον εἴποι τις ἂν, ταῦθʼ οὕτω ξυνέβη. ὡς ἡμεῖς μὲν ὅπως βέλτιστα ταῦτʼ ἔσται πάντα καὶ ποιεῖν καὶ λέγειν ᾠήθημεν δεῖν· εἰ δὲ μηδὲν ὧν βουλόμεθα γέγονε, τὴν τῶν ξυμπεσόντων ἀνάγκην, μὴ ἡμᾶς αἰτιῶ. ὥσπερ γὰρ ὁ τοῖς πράγμασι κεχρημένος ἀβούλως τὴν μὲν ἐντεῦθεν ἀηδίαν μόνος εἰκότως φέρεται, ἂν δέ τι χρηστὸν ἀποβῇ, ἑτέρωθεν δεῖ τὴν αἰτίαν ζητεῖν, οὕτως ὁ μετὰ βουλῆς ὅτι πλείστης ἐπὶ τὰ ἔργα χωρῶν κατορθοῖ μὲν, ὡς τὸ εἰκὸς, ἀεὶ δήποτε καὶ ὧν ἐθέλει τυγχάνει, ἂν δέ τί που

Jebb Page 36

καὶ σφαλῇ τύχῃ τινὶ, καὶ οὕτως ἐπαίνων ἄξιος ἂν εἴη, τοῦ δικαίου νικῶντος· τὸ γοῦν εἰς αὐτὸν ἧκον ἅπαντʼ ἔχει καλῶς, καὶ προνοίας ἕνεκα καὶ σπουδῆς καὶ τοῦ μηδὲν τῶν γιγνομένων ἐλλείπειν. ὥστε ἕως ἂν ᾖ τὸ τὰ βέλτισθʼ αἱρεῖσθαι, οὐδʼ ἂν εἷς ἑκὼν ἀπατώμενος εἴη, ὥς γε ἐγὼ νομίζω, κἂν μυριάκις ἀποτύχῃ τοῦ τέλους. καὶ σὺ τοίνυν σκοπῶν ἂν μὲν ἡμᾶς εὕρῃς σκέψεως ἀκριβοῦς καὶ βουλῆς ἐν οἷς ἔξεστιν ἀμελοῦντας καὶ μὴ λογισμῷ καὶ κρίσει τὸ πᾶν ἐνδιδόντας, ἀλλʼ ἁπλῶς οὕτω χρωμένους τοῖς πράγμασι, τότʼ ἤδη καὶ ῥᾳδίους ἡμᾶς εἶναι φάθι καὶ ἥττους ἀπάτης. εἰ δὲ πρὸς πᾶσι τοῖς ἄλλοις καὶ τοῦτʼ Ἀθηναίων ἐπίσημον, βουλαὶ καὶ δίκαι καὶ τὸ μετὰ πλείστων τε καὶ καλλίστων τῶν ψηφισμάτων ἑκασταχόσε χωρεῖν· οἵ γε καὶ τοὺς στρατηγοὺς αὐτοὺς

Jebb Page 38

οὐ μόνον ἐντεῦθεν αἱροῦνται, ἀλλὰ καὶ πεπαυμένους εἰς εὐθύνας ἄγουσι· πῶς οὐ παραπλήσιον ποιεῖς εἰς εὐκολίαν τουτουσὶ διαβάλλων, ὥσπερ ἂν εἰ καὶ τὸν Πύθιον κακίζειν ἠξίους, ὡς οὐδὲν τῶν δεόντων ἐπίσταται, ὃς καὶ τοῦ τί δεῖ ποιεῖν ἡγεμὼν τοῖς ἄλλοις καὶ σύμβουλός ἐστιν ἀσφαλὴς, καὶ ξυμπάσης ὡς εἰπεῖν τῆς οἰκουμένης τὰ τοιαῦτα δημαγωγὸς καὶ προφήτης; οὐκοῦν διʼ ὧν νῦν ἡμῖν εὖ μάλα σαφῶς ἀποδέδεικται, δέδεικται ὡς ἡμεῖς μὲν οὐχ ὅσον ἀπατᾶσθαι ῥᾴδιοι, ἀλλὰ καὶ τοὺς ἀπατῶντας παντὸς μᾶλλον ἐξελέγχειν δεινοί· σὺ δὲ οἷς λέγεις οὐ μόνον ἀξιόχρεως εἶ τὰ τοιαῦτα πιστεύεσθαι, ἀλλὰ καὶ ὡς εἰς ἀπατωμένους τελεῖς δίδως εἰκάζειν οἷς περὶ ἡμῶν τοιαύτην ἔσχηκας δόξαν.

καὶ τοῦτο μὲν δὴ τοιοῦτον καὶ οὕτως ἀποφανθέν. σὺ δὲ καὶ ὅταν ἀτέλειαν ἐξελαύνῃς τῆς πόλεως, διὰ τὸ

Jebb Page 40

τὰς μὲν λειτουργίας ἐντεῦθεν φάσκειν ἐλαττοῦσθαι τῇ πόλει, δεῖν δὲ λειτουργιῶν, εἴπερ του, μᾶλλον δὲ ὡς οὐδενὸς τούτων πάντων λειτουργιῶν πόλεσι δεῖν· πρῶτον μὲν σαυτὸν, εὖ ἴσθι, λανθάνεις αὐτὰς δή που τὰς λειτουργίας περικόπτων τῇ πόλει καὶ ταύτῃ διαφανῶς πολεμῶν. εἰ γὰρ ἀτέλεια μὲν τοῖς ὑπὲρ ἡμῶν ἐσπουδακόσι δίδοται γέρας, οὗτοι δὲ μετὰ τοὺς θεοὺς διʼ ὧν δρῶσι συνιστᾶσι τὴν πόλιν, ταύτης δὲ συνισταμένης καὶ λειτουργεῖν καὶ πάντʼ ἔξεστι πράττειν, ὁ τὴν ἀτέλειαν ἀναιρῶν συναναιρεῖ δή που καὶ ἅπαντα ταῦτα, εἴπερ λειτουργεῖν μὲν οὐκ ἔνι μὴ τῶν πραγμάτων εὖ καθεστώτων τῇ πόλει. ἀμήχανον δὲ τοῦτο μὴ πάντων πᾶσαν ὑπὲρ αὐτῆς σπουδὴν εἰσφερόντων· εἰσφέρουσι μέντοι προθύμως, ὡς καὶ ἀντʼ εὖ πείσεσθαι παρʼ αὐτῆς αὐτοὶ προσδοκῶντες. ἔπειτʼ εἰ καὶ λειτουργιῶν ἡμῖν δεῖ· δεῖ

Jebb Page 42

γὰρ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλʼ ἄρα πολλῷ μᾶλλον τῶν ὑπὲρ ἡμῶν ἑκάστοτε φιλοτιμουμένων καὶ ὅπως τὰ καθʼ ἡμᾶς ἄριστα ἔχειν σπουδὴν ποιουμένων. καὶ ὡς ἀληθῆ λέγω δῆλον ἐξ ὧν τοὺς μὲν τιμῶν ἀξιοῦμεν καὶ εὐεργέτας ἡμετέρους καὶ σωτῆρας καὶ πάντα τὰ τοιαῦτα καλοῦμεν, τοῖς δὲ ὡς ὀφειλέταις οὐχ ὅπως ὧν πράττουσιν ἴσχομεν χάριν, ἀλλὰ καὶ ἤν ποτʼ ἐλλίπωσι τοῦ δέοντος, νεμεσῶντες ὑπάγομεν δίκην· καὶ ὅτι παρὰ μὲν τῶν αὐτὸ τοῦτο μόνον ὄνησίς ἐστι τῇ πόλει, οἱ δὲ μετὰ τούτου καὶ δόξης οὐ μικρᾶς αἴτιοι γίγνονται. εἶθʼ οἳ τοῖς ἅπασι προὔχουσι καὶ τῆς βελτίονός εἰσι μοίρας, τούτους ἡμεῖς ἐλάττους διὰ σὲ νομιοῦμεν; καὶ πῶς οὐκ ἄτοπον εὐεργέτας μὲν ὅπως κτησόμεθα πάντα ποιεῖν, ἡμεῖς δὲ καὶ οὓς μὲν ἔχομεν νῦν θεῶν διδόντων, τούτοις φανέντες ἀγνώμονες ἀποστερήσομεν τῶν τιμῶν, οὓς δὲ μέλλομεν

Jebb Page 44

ἕξειν, τούτους, ἢν μὴ νῦν ἀγνωμονοῦντες φανῶμεν, τῆς ὑπὲρ ἡμῶν ἀπείρξομεν προθυμίας;

καὶ οὐ τοῦτο μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ καὶ τῶν ἡμετέρων προγόνων ταύτῃ δόξομεν χείρους, μᾶλλον δʼ ἐκείνους θαυμαστούς τινας ἄγαν καὶ μεγαλοψυχίᾳ χρωμένους ἀποφανοῦμεν, ἡμᾶς δʼ αὐτοὺς τὰ μέγιστα αἰσχυνοῦμεν, εἴπερ οἱ μὲν καὶ τοὺς δυσμενεστάτους εὖ ποιοῦντες τὸν ἀεὶ διαγεγόνασι χρόνον, ἡμεῖς δὲ παρʼ ὧν εὖ πεπόνθαμεν, τούτους καὶ ὧν ἠξιώκαμεν χαρίτων ἀποστερήσομεν· ἃς τῷ μὲν δοκεῖν παρʼ ἡμῶν, τῇ δʼ ἀληθείᾳ παρὰ σφῶν αὐτῶν ἐκομίσαντο δή που, τῷ τούτων αἴτιοι γεγενῆσθαι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν· ὥστε τὰ μὲν παρʼ αὐτῶν πρὸς ἡμᾶς χάριν ἄν τις δικαίως προσείποι, τὰ δὲ παρʼ ἡμῶν πρὸς αὐτοὺς ἀντίδοσιν καὶ πρέπουσαν ἀμοιβήν. καὶ τοίνυν τῆς δεδομένης ἀτελείας ἐκπεπτωκότες ἂν ἤδη, αὐτοὶ μὲν καὶ οὕτως οὐδὲν ἧττον ἔθʼ ἕξουσι ταύτην, ὡς ἀξιόχρεῳ, ἡμεῖς δὲ οὐκ ἀγνώμονες μόνον ἐντεῦθεν, ἀλλὰ καὶ ἄπιστοί τινες καὶ ἀβέβαιοι τοῦ λοιποῦ δόξομεν ἅπασιν εἶναι· τὸ μὲν ἐὰν ἃ

Jebb Page 46

δεδώκαμεν ἀφελώμεθα δή που, τὸ δʼ ἐὰν πρὸς τοὺς εὐεργέτας οὑτωσὶ μάλιστα σχῶμεν. καὶ σιωπῶ τὴν εἰς ἀεὶ παραμενοῦσαν αἰσχύνην τῇ πόλει καὶ τὸ κοινὸν ὄνειδος· ὡς οἱ μὲν πρεσβύτατοι τῶν Ἀθηναίων εὖ ποιοῦντες, οὐκ εὖ πάσχοντες, τοὺς φίλους ἐκτῶντο, ἡμεῖς δὲ πᾶν τοὐναντίον καὶ οὓς ἔσχομεν φίλους ἐχθροὺς καθίσταμεν, τῷ τὰς μὲν παρʼ αὐτῶν εἰς ἡμᾶς ὠφελείας ἀκινήτους εἶναι καθάπαξ βούλεσθαι, οἷς δὲ ἡμεῖς αὐτοὺς ἀμειβόμεθα, ταῦτʼ εὐθὺς ἀνατρέπειν· ἀμφοτέρους καὶ ἡμᾶς αὐτοὺς ὧν εὖ πεπόνθαμεν ἀναξίους ἐντεῦθεν δεικνύντες, κἀκείνους ἀσφαλεστέρους ποιοῦντες πρὸς τὸ μηκέτι τηλικούτοις ἐθέλειν χαρίζεσθαι. καὶ πόσων κρημνῶν καὶ βαράθρων ταῦτʼ ἄξια; ὅταν οἱ τοῦ καλοῦ καὶ

Jebb Page 48

δικαίου παράδειγμα τοῖς ἄλλοις ἅπασιν ὄντες, ἔπειτʼ ἀγνωμοσύνης καὶ ἀπιστίας καὶ τοῦ μεταβάλλειν εἰκῆ καὶ ῥᾳδίως σχῶμεν αἰτίαν, καὶ δόξωμεν μετʼ Εὐρίπου χωρεῖν, καὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν διαφθείρειν καὶ ὅλως τῶν ἐπὶ σκηνῆς ἢ ψάμμου παιζόντων οὐδὲν ἄμεινον ἴσχειν. μᾶλλον δὲ καὶ πολλῷ χεῖρον· εἴπερ οἱ μὲν ὃ προὔθεντο δρῶσι· προὔθεντο δὲ μήποτʼ ἐν ταὐτῷ μένειν, ἀλλὰ μεταβάλλειν ἑκάστοτε πρὸς τὴν χρείαν ἡμεῖς δʼ ἴσοι καὶ παραπλήσιοι διὰ πάντων ὀφείλοντες εἶναι καὶ ταὐτὰ διὰ τέλους φρονεῖν, ἔπειτʼ ἀμέλει κατὰ τὸν Φάριον ἐθελήσομεν ἐξαλλάττειν Πρωτέα, καὶ τῇ πρὸς τοὺς ἄλλους

Jebb Page 50

χρῆσθαι ταῖς γνώμαις. μήποτε τοσοῦτον ἰσχύσειε Λεπτίνης ὡς τὰ τοιαῦθʼ ἡμᾶς ὑπειλῆφθαι παρασκευάσαι.

καὶ μὴν εἰ ὥσπερ μισθὸς ἀρετῆς εὐφημίαι, οὕτω καὶ κατωρθωμένων ἐστὶν ἀντίδοσις, ἀνάγκη θαυμάζεσθαι μὲν ἀρετὴν, τοὺς δʼ ὁτιοῦν ἀγαθὸν εἰργασμένους τιμᾶσθαι, ἐάν τε ἀτέλειαν ταύτην φῇς ἐάν θʼ ὁτιοῦν. εἰ μὲν οὖν τήν γʼ ἀρετὴν ὅλως ἐπαίνων ἔχεις ἀποστερεῖν, καὶ τοὺς ὑπὲρ ἡμῶν ἀποφανθέντας σπουδαίους ἀποστέρει τῶν ἄθλων, καὶ μηδʼ ἡτισοῦν ἔστω φειδώ. εἰ δὲ τῶν ἀτόπων ἐκεῖνο, πῶς λόγον τοῦτό γε σῶζον συνιδεῖν οὐκ ἔχω. οὐδὲ γὰρ οὔτʼ ἀρετὴ τοῦθʼ ὅπερ ἐστὶ, δόξει μὴ τῶν γιγνομένων ἀπολαύουσα κρότων οὔτε τὰ βέλτιστʼ εἴσεταί τις τῶν ἔργων ἀμοιβῶν ἀποροῦντα. εἰ τοίνυν

Jebb Page 52

τὸ τὰ προσήκοντʼ ἀμφοτέροις ἀποδιδόναι πρὸς ἀγαθοῦ, τό γʼ αὐτὰ τούτων ἀποστερεῖν πρὸς βασκάνων. σὺ δʼ ἐκπεσεῖν μὲν τῶν ὄντων καὶ ὧν σοι πρόσεστιν ἐστερῆσθαι οὐκ ἂν ἀνάσχοιο, ἀλλά μοι δοκεῖς κἂν ὄναρ τοῦτʼ ἰδὼν τεταράχθαι· ἧς δὲ τοὺς εὐεργέτας ἡ πόλις ἠξίωσεν ἀτελείας, ταύτης τούτους ἀπάγων, φορητόν τι νομίζεις, δέον ἀπὸ σαυτοῦ καὶ τὰ τούτων εἰκάζειν, καὶ μὴ σφᾶς ἀξιοῦν ὧν αὐτὸς γενομένων οὐκ ἂν ἠγαπήκεις;

μᾶλλον δʼ ἀνάγκη δυοῖν θάτερον, ἢ καὶ τὴν πόλιν ἐστερῆσθαι τῆς παρʼ αὐτῶν ὠφελείας, ἐπειδὴ τούτους τῶν παρʼ αὐτῆς γερῶν οἴει δεῖν, ἢ μηδὲ τούτοις ὁπωστιοῦν ἐνοχλεῖν, ἐπεὶ μηδὲ ταύτῃ. εἰ δὲ ταύτην μὲν ἀξιοῖς ὧν παρʼ αὐτῶν εἴληφεν ἀπολαύειν εἰς ἅπαν, τούτους δὲ μὴ, ἔοικας οὐκ ὀρθῶς οὐδὲ δικαίως τοῖς πράγμασι διαντᾶν καὶ προσέτι τὴν πόλιν οὐχ ὅπως ὧν ἐχρῆν,

Jebb Page 54

ἀλλὰ καὶ ὧν ἀπεύξαιτʼ ἄν τις ἀτεχνῶς ἀξιοῦν. θαυμάζεσθαι μὲν γὰρ αὐτὴν ὁσημέραι καὶ καλῶς ἀκούειν καὶ συναγωνιστὰς πάντας ἴσχειν τῆς δόξης ἐν εὐχαῖς οἶδʼ ὅτι ποιεῖ, εἴπερ μὴ κοινὸς εἶ τῆς πολιτείας ἐχθρός· πράττεις δʼ ἐξ ὧν ἂν εἰκότως μισοῖθʼ ὑφʼ ἁπάντων. οὐ γὰρ δή που τοὺς εὐεργέτας οὐδʼ ὧν τὰ μέγιστα ἀπωνάμεθα, οὐ τούτους μόνον ἐκπολεμώσομεν ἡμῖν αὐτοῖς, ἐάν σοι τὰ τοιαῦτα πεισθῶμεν, ἀλλὰ καὶ πάντας τοὺς ἄλλους ἁπλῶς, οὐ διὰ τὴν πρὸς ἐκείνους τοσοῦτον ἀγνωμοσύνην, ὅσον τὸ πρὸς ἀπάτην ἡμᾶς τοῖς πράγμασι χρῆσθαι καὶ κατʼ Εὐρύβατον ζῆν. καίτοι ὅταν ταῦτʼ ᾖ, καὶ πονηροτάτην ἡμῖν αὐτοῖς ἐπεισαγάγωμεν δόξαν, τί πλέον ἀπὸ τῶν λειτουργιῶν ἡμῖν ἔσται, ἐὰν, οὐκ Ἀθηναίους λέγω μόνον, ἀλλὰ καὶ πάντας ἀνθρώπους κτησώμεθα λειτουργούς; χωρὶς δὲ τούτων εἰ μὲν τοὺς

Jebb Page 56

αὐτοὺς οἷόν τʼ ἦν καὶ ἀτελείας ἀποστερῆσαι καὶ φίλους παραπλησίως κεκτῆσθαι, καὶ οὕτως ἡμεῖς μὲν ἀγνωμονοῦντες ἂν εἴημεν οὐδὲν ἧττον τῷ τὰ μὴ προσήκοντα σφίσι διὰ τέλους τηρῆσαι, αὐτοὶ δὲ πρὸς τῷ καλοὶ κἀγαθοί τινες εἶναι διʼ ὧν εἰς ἡμᾶς ἔδρασαν, καὶ μεγαλοψυχίας φέροιντʼ ἂν δόξαν, ὡς οὐκ ἐν οἷς ἠτιμάσθησαν ταραχθέντες, ἀλλʼ ἐφʼ οἷς εἶχον μεμενηκότες. εἰ δʼ ἅμα ταύτης στερήσονται καὶ ἡμῖν ἔσονται δύσνοι, ὡς ὑφʼ ἡμῶν ἀτεχνῶς ὑβρισμένοι, μανία δή που σαφὴς ἀντὶ μικρῶν καὶ φαύλων λειτουργιῶν τοσούτοις ἡμᾶς διαβεβλῆσθαι καὶ κακῶς ἀκούειν καὶ μῖσος ἐν Ἕλλησι καὶ βαρβάροις ἔχειν, ἐξὸν πᾶν τοὐναντίον θαυμάζεσθαι καὶ φιλεῖσθαι καὶ διὰ τὴν ἡμετέραν πρὸς τούτους αἰδὼ πάντας ἐπὶ τὰ ἴσα προτρέπειν.

ἀλλὰ μὴν καὶ περί γʼ αὐτῶν τῶν λειτουργιῶν, ἃς ἀναιρεῖσθαί φησι διὰ τὰς ἀτελείας Λεπτίνης, ἐκεῖνο λέγω, ὡς εἴ τις τὴν ἐσομένην ἐντεῦθεν ὄνησιν ἀκριβῶς ἐξετάσει, καὶ ἣν οἱ τὰς ἀτελείας λαμβάνοντες τῇ πόλει παρέχουσιν, εὑρήσει τὴν μὲν μείζω τοῖς ὅλοις καὶ περιφανεστέραν καὶ ὥστε ταύτης τυγχάνειν ἀξίαν εὐχῆς, τὴν δʼ οὐχ ὅσον ἐλάττω καὶ φαύλην παντάπασι καὶ οὐδʼ

Jebb Page 58

αὐτὸ τοῦτο διὰ σμικρότητα δοκοῦσαν δήπουθεν ὄνησιν, ἀλλὰ καὶ οἵαν παροραθεῖσαν μηδʼ ὁπωστιοῦν ἂν τῷ κοινῷ λελυμάνθαι. διὰ τί; ὅτι οὐ πᾶσι μέτεστιν ἀτελείας οὐδὲ διὰ πάντων ἁπλῶς τοῦθʼ ἥκει, ἀλλʼ οἷς ἄξιον τὰ τοιαῦθʼ ὡς εὐεργέταις διδόναι. τοσοῦτοι δὲ οὗτοι ὥσθʼ ἕνεκα πλήθους οὐχ ὅσον τοῖς λειτουργοῦσιν ἐγγὺς ἰέναι, ἀλλὰ μηδʼ ἂν ἐν προσθήκῃ τουτοισὶ γεγονότες μηδʼ ἡντινοῦν εἰργάσθαι διαφορὰν, μήτʼ εἰς ἀριθμοῦ μήτʼ εἰς πραγμάτων ἐπίδοσιν· μᾶλλον δʼ ἐπείπερ οὐκ εἰς ἀριθμοῦ, οὐδὲ πολλῷ μᾶλλον εἰς πραγμάτων ἐπίδοσιν. ὥστʼ εἴ τις νῦν ἔροιθʼ ὑμᾶς πότερα τὴν τῶν μηδὲν εἰς ἐπίδοσιν τῆς κοινῆς ὠφελείας ξυμβαλλομένων ἐν ταῖς λειτουργίαις συντέλειαν ἢ τὴν αὐτῶν τούτων εἰς ἡμᾶς μεγαλοψυχίαν αἱρεῖσθαι δεῖ, τοῦτʼ ἂν εὖ οἶδʼ ὅτι φήσαιτε

Jebb Page 60

πάντες, εἴπερ ὑμᾶς αὐτοὺς προὔργου ποιεῖσθε. οὐκοῦν ἄτοπον καὶ τῷ λυσιτελεῖ πολεμοῦν παρʼ οὗ μὲν δόξα καὶ κέρδος ὑμῖν, τοῦτʼ εἰσφέροντας τουτουσὶ μὴ θαυμάζειν μηδὲ τοῖς ἴσοις τιμᾶν, παρʼ οὗ δὲ μηδʼ ἡτισοῦν ὄνησίς ἐστι, μὴ τοῦτο ποιοῦντας κακίζειν, καὶ τὴν οὐδὲν ἔχουσαν κέρδος λειτουργίαν περὶ πλείονος ἄγειν τῆς θαυμαστῆς αὐτῶν ὑπὲρ ὑμῶν προαιρέσεως· ἣν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ σφῶν αὐτῶν καταψεύδεσθαι δόξωσιν, ἀκίνητα βούλονται σφίσιν αὐτοῖς παντάπασι καθεστάναι τὰ ἆθλα, οὐ τούτων, ὡς ἐγᾦμαι, τοσοῦτον δεόμενοι, ὅσον τοῦ καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι; μᾶλλον δὲ διὰ τὸ βούλεσθαι καλοὶ κἀγαθοὶ δοκεῖν ἅπασιν εἶναι τουτωνὶ δέονται δή που, εὖ εἰδότες ὡς εἰ καὶ τὸ καλοὺς κἀγαθοὺς αὐτοὺς γεγενῆσθαι αἰτιώτατον σφίσι τοῦ γερῶν ἠξιῶσθαι, ὡς ἐὰν μὴ τοῦτο παρῇ, οὐδʼ ἂν τουτὶ γεγονός. ἀλλʼ ἐπεὶ τὸ γερῶν ἠξιῶσθαι καλοὺς κἀγαθοὺς δείκνυσι μᾶλλον, καὶ γνωριμωτέρους καθίστησι πᾶσι, καθάπερ τοὺς Ὀλυμπιονίκας οἱ πομπικοὶ

Jebb Page 62

στέφανοι, διὰ τοῦτο δεῖ δή που, μᾶλλον δὲ πᾶσα ἀνάγκη καὶ γερῶν αὐτοὺς ἠξιῶσθαι, ὡς ἂν μᾶλλον καλοὶ κἀγαθοὶ καὶ νῦν καὶ εἰσαῦθις πᾶσι καὶ δοκῶσι καὶ ὦσιν· ὡς ἤδη τινὲς ἠριστευκότες ἐν μάχαις, ἢ καὶ ὁτιοῦν ἄλλο χρηστὸν εἰργασμένοι, ἐπειδήπερ οὐχ ὧν ἔδει μετέσχον, οὐδὲ τῆς εἰσέπειτʼ ἀπέλαυσαν προθυμίας, οὐδʼ ὅτι τοιοῦτοί τινες ἦσαν γεγόνασι δῆλοι, ἀλλʼ ἠπιστήθησαν τοῖς πολλοῖς, κατʼ αὐτὸν τὸν τῆς ἐπιδείξεως χρόνον μόνοις τοῖς θεαταῖς βοηθέντες.

καὶ τοίνυν εἰ μὲν τοῦ παρὰ τῆς πόλεως τετιμῆσθαι λόγος οὐδʼ εἱστισοῦν αὐτοῖς ἦν, οὐδʼ ἂν ὅλως ἠξίωσαν περὶ αὐτὴν χρηστοὶ γεγονέναι, οὐδὲ τῆς πρὸς ἡμᾶς φιλοτιμίας ἀπῆρχθαι· εἰ δʼ ὅπως αὐτοῦ τύχοιεν πάντʼ ἐποίουν ἐκεῖνα, καὶ τῆς χρηστότητος τὰς ἀφορμὰς ἡ παρʼ ἡμῶν ἐλπὶς ἐχορήγει, ποῦ δίκαιον τὸ μάλιστʼ αὐτοῖς σπουδασθὲν περικόψαι, καὶ περὶ τὰ καίρια διορύξαι

Jebb Page 64

τὸ πρᾶγμα; καίτοι μετριώτερον ἂν αὐτοῖς ἐδόκει μηδʼ ὁτιοῦν τὴν ἀρχὴν εἰληφέναι ἢ οὕτω λαμπρῶς εἰληφόσιν ἔπειθʼ ὑπʼ οὐδεμιᾶς ἀξιολόγου προφάσεως τοῦτʼ ἀφῃρῆσθαι. ἐκεῖνο μὲν γὰρ ἀγνωμοσύνη τις ἂν ἦν μόνον περὶ τοὺς εὐεργέτας τῆς πόλεως, τὸ δʼ ἀμφοτέρων μὲν ὕβρις καὶ ἀδοξία· ἰδίᾳ δὲ παρὰ πάντων ὄνειδος καὶ μῖσος τῇ πόλει καὶ τὸ μὴ παρʼ ὡντινωνοῦν ἀξίαν δοκεῖν εἶναι τὸ παράπαν ἐπὶ μηδενὶ πεπιστεῦσθαι. ᾗ τοσοῦτον δόξης καὶ τοῦ θαυμάζεσθαι μέτεστι, καὶ οὕτως ἐστὶ διὰ πάντων κρατίστη καὶ τοῖς ὅλοις νικῶσα, ὡς μόνην ταύτην

Jebb Page 66

τῶν ὑφʼ ἡλίῳ πόλεων, εἰ δεῖ συντόμως εἰπεῖν, κοινὴν ἐρωμένην ἀνθρώπων τε καὶ θεῶν καταστῆναι. οἱ μὲν γὰρ οὐ μόνον ἀντὶ πατρίδος, ἀλλὰ καὶ πρὸ τῆς πατρίδος ἄγουσι ταύτην, καὶ ὅλῳ καὶ παντὶ πρεσβεύουσι τῷ θυμῷ, ὡς εἰκὸς τὴν κοινὴν ἁπάντων αἰτίαν τε καὶ τροφόν. πρώτη γὰρ ἄνθρωπον ἤνεγκε καὶ πρώτη βίου

Jebb Page 68

χρῆσιν ἐξεῦρε, καὶ διὰ τοῦτο μόνη πᾶσιν ἀνθρώποις ἐστὶ καταφυγὴ καὶ προστάτις· καὶ πάντες κατὰ τὸ τῆς

Jebb Page 70

χρείας ἑστὸς ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς, τὸ τοῦ λόγου, πρὸς ταύτην ὡς πρὸς μητέρα χωροῦσι, καὶ τυγχάνουσιν ὧν βούλονται κάλλιον ἢ προσεδόκησαν. οὕτω δʼ ἀνθρώποις περισπούδαστος οὖσα, οὕτω καὶ θεοφιλής ἐστι καὶ μέλημα τοῖς κρείττοσιν ἐναργῶς ὡς τοὺς μὲν αὐτῶν πάλαι πρὸς ἀλλήλους περὶ ταύτης ἐρίσαι, τοὺς δʼ ὧν πρὸς ἀλλήλους εἶχον διαφορῶν ἐνταῦθα πεποιῆσθαι τὰς κρίσεις, πάντας δʼ ἁπλῶς κατὰ πάντα δή που τὸν χρόνον πᾶσαν εἰσφέρειν σπουδὴν μὴ μόνον τὰ λυσιτελῆ καὶ συναύξοντʼ αὐτὴν ἐκ παντὸς τρόπου περαίνειν, ἀλλὰ καὶ ὅ τι ἂν ἔσθʼ ὅτε σφαλῶμεν, ταῦτʼ αὐτοὺς ἐπὶ τὸ βέλτιον μεθιστάναι.

οὐκοῦν καὶ περὶ ἀτελείας ταῦτʼ εἰκότως ἔχομεν λέγειν καὶ τῆς τῶν θεῶν προνοίας ἀξίως. ὡς εἰ μὲν τῶν

Jebb Page 72

λυμαινομένων κατὰ τὸν σόν ἐστι λόγον αὕτη, Λεπτίνη, οὐκ ἂν ἐπὶ τοσοῦτον εἰσκωμάσαι τῇ πόλει ταύτην εἴασαν οἱ θεοὶ, ἀλλʼ ὥσπερ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει θεοῦ ἔπαυσαν μὲν τὴν πρὸς Εὔμολπον μάχην, ἔπαυσαν δὲ τὸν λοιμὸν, ἐνταῦθα μὲν τοῦ Λεῶ τῶν θυγατέρων ἐκστάντος, τοῦ δʼ Ἐρεχθέως ἐκεῖ τῆς παιδὸς, καὶ πάλιν αὖ ἐν τῷ πρὸς Δωριέας καὶ Πελοποννησίους πολέμῳ περιγενέσθαι τῇ πόλει παρέσχον οἷς ἐθελοντὴν τὸν Κόδρον ἀποθανεῖν

Jebb Page 74

παρεσκεύασαν· οὕτω καὶ τὴν ἀτέλειαν, εἴπερ ἐπιβλαβῆ τῇ πόλει συνῄδεσαν, εὐθὺς ἂν τὸν αὐτὸν τρόπον ἦραν ἐκ μέσου. καὶ πάντες μὲν ὡς εἰπεῖν οἱ θεοὶ, ἐπεὶ πᾶσιν ἡμῶν μέλει καὶ πάντων ἡμῖν, πολλῷ δὲ πλέον ἡ τὴν πόλιν ἐξ ἀρχῆς λαχοῦσα Παλλὰς καὶ ὁ προσοικῶν Ἴακχος, ὃς τῆς εἰς ἡμᾶς εὐνοίας καὶ φιλανθρωπίας πλεῖστα μὲν καὶ κάλλιστα δείγματα ἐξήνεγκεν ἐν παντὶ τῷ παρασχόντι, μέγιστον δὲ καὶ ὃ πάντες ᾁδουσιν οἷς ἐν τῷ Μηδικῷ πολέμῳ τὰ κράτιστα συνήραθʼ ἡμῖν, καὶ αὐτὸς διʼ ἑαυτοῦ καὶ νέφος ταῖς τῶν βαρβάρων ναυσὶν ἐγκατασκῆψαι παρασκευάσας ἅμα τῷ μέλει τῷ μυστικῷ. ἀλλʼ, ὅπερ

Jebb Page 76

ἔφην, εἰ μὲν τὰ τῆς ἀτελείας ἡμῖν εἰς βλάβος ἀπήντα, λόγον ἂν εἶχεν ὑπὸ τῶν τὰ ἡμέτερα πάντα τρόπον εὖ ποιεῖν βουλομένων θεῶν καὶ ταύτην αὐτίκα πεπαῦσθαι· οἷς δʼ οὐ χθὲς καὶ πρώην, ἀλλʼ ἄνωθεν καὶ ἐξ ἀρχῆς οὖσαν τῇ πόλει οὐδενὸς ἠξίωσαν λόγου πρὸς τὸ ταύτην ἐκτρῖψαι, πᾶσαν δὲ μᾶλλον ποιοῦνται σπουδὴν, ταύτην ὅσαι ὧραι συνιστάναι τε καὶ συναύξειν, διʼ ὧν ἑκάστοτε πλείστους ἐπὶ τῷ ταύτης τυχεῖν εὖ ποιεῖν τὴν πόλιν προτρέπονται, ἄτοπον ἂν εἴη καὶ τοῖς θεοῖς ἀτεχνῶς πολεμοῦν ἁκεῖνοι καλῶς ἔχειν ἔγνωσαν, ταῦθʼ ἡμᾶς διαβάλλειν, ὥσπερ ἢ τῶν θεῶν ἀμείνους ἀξιοῦντας εἶναι πρὸς τὸ τὰ δέοντα ξυνορᾶν, ἢ ὡς τὰ χείρω τιμῶσιν ἐκεῖνοι δεικνύντας.

τοσαύτης οὖν καὶ τηλικαύτης, ὦ ἄνδρες Ἀθηναῖοι, δόξης ἡμῖν ὑπαρχούσης, καὶ ταύτης οὐ μόνον, θεῶν βουλομένων, παραπλησίας εἰς ἅπαν, ἀλλὰ καὶ περιφανεστέρας πολλῷ καὶ μείζονος ἔθʼ ἡμῖν ἐσομένης, τοῦ εἰκότος ἀεὶ νικῶντος, ἔπειθʼ ἡμεῖς οὐ προτιμήσομεν

Jebb Page 78

ταύτης, ἀλλὰ τὰς Λεπτίνου λειτουργίας ἀσφαλεστέρας νομιοῦμεν καὶ καλλίους κεχρῆσθαι, ἃς διὰ τὸ μηδὲν εἶναι πρὸς λόγον λυσιτελοῦντος τῇ πόλει οὐδʼ εἱστισοῦν τὸ παράπαν ἄχρι τοῦ νῦν ἠξίωκε λόγου. καὶ πῶς οὐ τοὺς ἄνωθεν ἡμῖν συναγωνιστὰς τῶν τοιούτων παροξυνοῦμεν θεοὺς, εἴπερ οἱ μὲν ὅπως ἑκάστοθʼ ἡμῖν ἐπὶ μεῖζον τὰ τῆς δόξης χωροίη πάντα ποιοῦσιν, ἡμεῖς δὲ οὐ μόνον ὅπως τὴν ἐξ ἀρχῆς προσοῦσαν ἡμῖν αὐξήσαιμεν, ἀλλὰ καὶ ὅπως ἐξαλείψαιμεν ταύτην ἀξιώσομεν, καὶ μῖσος ἡμῖν αὐτοῖς ὅτι μάλιστα προστριψαίμεθα, τῆς πρόσθεν εὐνοίας ἀντίπαλον; πρὸς γὰρ τὰ τελευταῖα ταυτὶ τὰς ψήφους οἴσουσιν ἅπαντες, καὶ δόξομεν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ κενοῖς τισιν ἡμεῖς φιλοτιμεῖσθαι τοῖς πρόσθεν καὶ μύθοις μᾶλλον ἢ πράγμασιν, οἱ καινότητι καὶ τῷ μεγέθει τῶν ἔργων, οὐ μόνοις παρεικότες ἀπιστεῖσθαι τοῖς μύθοις.

Jebb Page 80

πάντων δὲ ἀτοπώτατον, εἰ πάλαι μὲν τοῦ Μήδου τοῖς ἡμετέροις προγόνοις πλεῖστα καὶ μέγιστα δῶρα τὰ μὲν αὐτίκα διδόντος, τὰ δʼ ἐπαγγελλομένου, ἐὰν μετʼ αὐτοῦ κατὰ τῆς Ἑλλάδος συστῶσιν, ἐὰν δὲ μὴ, πάντα τὰ πάντων αἴσχιστʼ αὐτοῖς ἀπειλοῦντος, τούτων οὐδὲν τὸ παράπαν εἷλεν αὐτοὺς οὐδʼ ἔπεισε γενέσθαι κακοὺς, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ σφῶν αὐτῶν καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος ἀνάξια καὶ βεβουλεῦσθαι καὶ δρᾶσαι, ὡς μᾶλλον ἂν ἑλέσθαι καθάπαξ ἀπολωλέναι καὶ αὐτοὺς καὶ τὰ αὐτῶν ἢ τῶν ὑπὲρ τῆς Ἑλλάδος ἐξ ἀρχῆς αὐτοῖς ἐγνωσμένων καὶ ὁπηοῦν καθυφέσθαι· καὶ ταῦτʼ οὔσης ἀνάγκης, ἐν ᾗ καὶ τὸ παρὰ τοὺς νόμους εἰργάσθαι φέρει ξυγγνώμην. ἡμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καθʼ ἡμῶν αὐτῶν εἴξομεν ὁτῳοῦν, καὶ πλέον ἕξει Λεπτίνης ἃ μὴ δεῖ συμβουλεύων, ἢ Ξέρξης μετὰ πάσης ὡς εἰπεῖν τῆς οἰκουμένης ἡμῖν ἐπιών; καὶ μὴν οἷς μὲν

Jebb Page 82

τούτου γῆν καὶ ὕδωρ διὰ τῶν πρέσβεων αἰτοῦντος οὐκ ἐπεστράφημεν οὐδʼ ὁπωστιοῦν, ἀλλʼ οὕτως ἔσχομεν ἐν τῷ παραυτίκα τῆς ἀκοῆς ὥστʼ ἐπειδή τις ἐτόλμησεν εἰπεῖν ὡς χρὴ ξυγχωρεῖν, οὐ μόνον αὐτὸν λίθοις εὐθὺς ἀνελεῖν, ἀλλὰ καὶ τοὺς πρέσβεις εἰς φρέαρ ἐμβεβληκότες, ἔπειτʼ αὐτοῖς γῆν ἐπιχῶσαι, ὡς μόνην ταύτην οὖσαν πρὸς εὐψυχίαν παράκλησιν, θαυμαστὴν δόξαν ὑπερφυοῦς μεγαλοφροσύνης καὶ Ἕλλησι καὶ βαρβάροις ἐν τῷ τηνικαῦτα παρέσχομεν· ἀφορήτῳ δʼ ὀνείδει καὶ διηνεκεῖ περιβαλεῖν ἐπιχειροῦντα νῦν τὴν πόλιν Λεπτίνην εἰ μὴ καθέξομεν, ἡμῶν αὐτῶν παντάπασι δόξομεν ἐκπεσεῖν. καὶ

Jebb Page 84

τότε μὲν Ἄρθμιον τὸν Ζελείτην καὶ προσέτι τὸν ἑρμηνεύσαντα τὰ γράμματα τὸν μὲν ἔξω πάσης ᾠήθημεν ἀποκτεῖναι συγγνώμης, Ἄρθμιον δʼ ἐψηφισάμεθα πολέμιον τοῦ δήμου τῶν Ἀθηναίων, αὐτόν τε καὶ τὸ γένος ἀτίμους, ὅτι ὁ μὲν τῷ βασιλεῖ διακονῶν χρυσίον εἰς Πελοπόννησον ἤγαγεν, ὁ δʼ ἔχρησε τὴν γλῶτταν κατὰ τῶν Ἑλλήνων τῷ βασιλεῖ· τὸν δὲ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ

Jebb Page 86

τοὺς ἡμετέρους προγόνους εἰς αἰσχύνην διʼ ὧν νομοθετεῖ καθιστάντα Λεπτίνην τοῦτον δέον ὑπὲρ ἐκείνους κολάζειν, ἅθʼ ὑπὲρ ἐκείνους ζημιοῦντα τὴν πόλιν, ἡμεῖς δʼ αὐτοῦ παρρησιαζομένου καὶ λέγοντος ταῦτʼ ἀνεχόμεθα, καὶ ψήφου καὶ βουλῆς ἀξιοῦμεν, εἴτε τοῖς τούτου πείθεσθαι χρῆν εἴτε μή.

χωρὶς δὲ τούτων τὰ μὲν ἄλλα τῶν ἀδικημάτων οὐκ ἐν ἅπαντι δή που τῷ χρόνῳ, ἀλλʼ ἐπὶ μέρους ἐπάγει τὴν βλάβην· ὃ δὲ νῦν οὗτος ἐπιχειρεῖ ποιεῖν, νομοθετῶν ἃ δεδώκαμεν ἀφαιρεῖσθαι, τούς τε νῦν ὄντας Ἀθηναίους τούς τε ἐσομένους πρό τε ὄντας, κατὰ τὸ ἔπος, μάλιστα διαβάλλει. οὔτε γὰρ ἡμεῖς ἑστῶσιν ὡς εἰπεῖν ἔθʼ

Jebb Page 88

ἕξομεν ὀφθαλμοῖς καθορᾶν, οὓς διὰ τῆς ὧν δεδώκαμεν ἀφαιρέσεως ἀτιμάσομεν, ἀλλὰ τῆς Ἅιδου κυνῆς ἡμῖν δεήσει, φανέντων· τούς τʼ ἐπιγιγνομένους ἡμῶν καταλελήψεται τοὔνειδος, καὶ ὡς ἀγνωμονούντων παῖδας ἐκτρέψονται καὶ μισήσουσι πάντες. οὐ μὴν ἀλλὰ καὶ ἡ τῶν προγόνων οὐ μόνον ὑπὲρ τῶν ἀδικούντων θαυμαστὴ καὶ ἄτοπος προθυμία τε καὶ σπουδὴ, ἀλλὰ καὶ ἡ πρὸς τοὺς ἠτυχηκότας καὶ καταπεφευγότας εἰς τὴν πόλιν φιλανθρωπία καὶ τὸ σώζεσθαι λόγος ἄλλως ἅπαντα ταῦτʼ οἶμαι δόξει, ὑπὸ τῆς ἡμετέρας ἀπιστηθέντα κακίας. τὸ γὰρ τοὺς εὖ πεποιηκότας ὧν ἀντευπεποιήκαμεν ἀποστερεῖν αὖθις ἐθέλειν ὥσπερ ἐκ μεταμελείας ἡμᾶς, ἄνευ τοῦ τῶν ἀδικωτάτων εἶναι, τεκμήριον

Jebb Page 90

ποιήσονται δή που πάντες ἢ τοῦ μηδὲν ὧν ἔφην τοὺς προγόνους εἰργάσθαι, ἢ τοῦ μηδὲν ἡμᾶς ἐκείνοις κατὰ γένος προσήκειν, διὰ τὸ τοὺς μὲν καὶ τῶν αὐτοὺς ἀδικησάντων ὥσπερ εὖ πεποιηκότων ὑπὸ μεγαλοψυχίας πολλάκις προστῆναι καὶ πᾶσαν ὑπὲρ τούτων εἰσενηνοχέναι σπουδὴν, ἡμᾶς δὲ καὶ ἃ τοῖς εὐεργέταις δικαίως ἀποδεδώκαμεν, ταῦτʼ αὐτοὺς ὡς δυσμενεστάτους ἀναφανέντας ὑπʼ ἀγνωμοσύνης ἀφῃρηκέναι. ὃ καὶ θαυμάζω εἰ μηδὲν μὲν αὐτοῖς ἐγκαλεῖν ἔχοντες οὕτως ἀτιμάζομεν, ὡς ἀφαιρεῖσθαι σφίσι τὰς δωρεὰς, κακοὺς δὲ εἰς ἡμᾶς ἀναφανέντας ἔπειθʼ ἕξομεν ὁτιοῦν πλέον εἰργάσθαι.

ἄνευ δὲ τούτων εἰ, ὅταν τις διʼ ὧν ἑτέρῳ λυμαίνεται ἑαυτῷ παρασκευάζῃ τὰ βέλτιστα, αἰτίας οὐκ ἀπήλλακται δή που διὰ τὸ πεπονηρεῦσθαι, οὐδὲ ταύτῃ μᾶλλον ἐπαινετέος ἢ κατʼ ἐκεῖνο μεμπτέος· ἦ πού γε ὅταν τις καὶ ἑαυτὸν καὶ ἕτερον καταβλάπτῃ, μᾶλλον δʼ ἐν τῷ δοκεῖν βλάπτειν κἀκεῖνον, τοῖς ἑαυτῷ λυσιτελοῦσιν ἐπιεικῶς πολεμῇ, τίς οὐκ ἂν τῷ τοιούτῳ διʼ ἄμφω ταυτὶ

Jebb Page 92

νεμεσῴη δικαίως; ἡμεῖς τοίνυν εἰ μὲν τῆς πρὸς ἄλλους βλάβης χωρὶς ἡμῖν αὐτοῖς τὰ λυσιτελῆ κατὰ τὸν σὸν ἐπορισάμεθα λόγον, Λεπτίνη, ζηλωτοί τινες ἂν εἴημεν· νῦν δὲ εἰ ἃς δεδώκαμεν δωρεὰς τοὺς ἔχοντας τούτων ἀποστερήσομεν, ἀποστερήσομεν καὶ ἡμᾶς αὐτοὺς τοῦ τε πιστεύεσθαι τὸ λοιπὸν τοῦ τε προσδοκᾶν ἔτι παρʼ ὡντινωνοῦν τὰ βελτίω. καὶ γὰρ οὕτως ἔχει· ἐὰν μὲν ἃ τοῖς εὐεργέταις ἀπέδομεν, ταῦτʼ αὐτοῖς ἐάσωμεν ἔχειν, οὐ μόνον τὰ δίκαια ποιοῦντες ἐσόμεθʼ αὐτοῖς, ἀλλὰ καὶ τοὺς ἄλλους πρὸς τούτοις ἐπὶ τὰ ἴσα προτρέψομεν. ἐὰν δὲ, ὃ μὴ γένοιτο, ταῦτʼ ἀφελώμεθα, οὐ μᾶλλον σφᾶς ἀδικήσομεν ἢ ἡμᾶς αὐτοὺς, τῶν συμφερόντων ἀποστεροῦντες καὶ ὧν ἥκιστʼ ἐχρῆν· καὶ προσέτι δόξομεν ἢ τηνικαῦτα μὴ καλῶς βεβουλεῦσθαι ἃ μετʼ ὀλίγον ἐμέλλομεν ἀφαιρεῖσθαι, ταῦτʼ αὐτοῖς παρασχόντες, ἢ εἰ καλῶς βεβουλεύμεθα τότε, νῦν οὐ καλῶς ἀφαιρεῖσθαι. ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὲν ὅλως ἀστάτῳ δή τινι γνώμη πρὸς πάντʼ ἐγνώκειτε χρῆσθαι καὶ κατὰ τὰς Εὐρίπου στροφὰς ἑκασταχόσε τῶν

Jebb Page 94

πραγμάτων χωρεῖν, οὐδὲν ἀπεικὸς οὐ μόνον τὴν ὑπὲρ ἀτελείας χειροτονίαν ἀνελεῖν ἐθελῆσαι, ἀλλὰ καὶ πάντων ὡς εἰπεῖν τῶν καὶ ἡμῖν καὶ τοῖς ἡμετέροις προγόνοις καλῶς ἐγνωσμένων ἐπίπροσθεν θέσθαι τοὺς τοῦ δεῖνος ἢ τοῦ δεῖνος φληνάφους. εἰ δὲ τὰ τοιαῦτα νοσεῖν καὶ πρὸς ὑμᾶς αὐτοὺς στασιάζειν ταῖς γνώμαις οὐδʼ ἂν ὄναρ ἐνέγκοιτε, οὐκοῦν ἕως γʼ ἂν εἰς Ἀθηναίους τελῆτε καὶ τὸ μέγα καὶ θαυμαστὸν τουτὶ φρόνημα σώζητε, οὐδʼ ἀτελείας πέρι οὐδὲν καινὸν οὐδʼ ὁπωστιοῦν ποτε ψηφιεῖσθε, κἂν μυριάκις διαρραγῶσί τινες, ἄνω καὶ κάτω λειτουργιῶν μεμνημένοι, ἀλλὰ τοῖς ὡς ἄριστα καὶ λυσιτελῶς δεδογμένοις ἐμμενεῖτε καθάπαξ.

σκοπεῖτε δὲ κἀκείνως. τῶν πραγμάτων, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ μὲν οἷς οἴκοθεν παρεσκεύασται τὴν σύστασιν ἴσχει καὶ οὐ τοσοῦτον δεῖται πρὸς συμμαχίαν τοῦ χρόνου, τὰ δʼ εἰ καὶ ἄλλως ἐνδεῖ, ἀλλὰ τὸ πόρρωθεν ἦρχθαι μέγιστον σφίσι πρὸς τὸ τιμᾶσθαι ξυναίρεται·

Jebb Page 96

ἔστι δʼ ἃ τούτων μὲν ἀμφοτέρων μετέχει, τοῦ δὲ καὶ τιμᾶσθαι παρὰ πάντων οὐκ ἐξ ἴσης μετέχει, ἀλλʼ οἱ μὲν μᾶλλον, οἱ δʼ ἔλαττον χρῶνται, καὶ οἱ μὲν, οἱ δʼ οὔ. τὸ δὲ πᾶσιν οἷς ἔξεστι τοὺς εὐεργέτας κοσμεῖν καὶ μηδὲν τῶν εἰκότων ἐλλείπειν οὕτως, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ ἄμφω ταῦτα τοῦ παντὸς ἄξιον χρῆσθαι ὥστε καὶ ἄνθρωποι πάντες καὶ οἱ τὸν Ὄλυμπον οἰκοῦντες θεοὶ καὶ δαίμονες τὴν αὐτὴν περὶ τούτου φέρουσι ψῆφον καὶ ξυγχωροῦσι κατὰ ταῦτα, οἱ μὲν τοῦ μηδένα μὴ δεῖν τὸ παράπαν ἔτʼ ἔχειν ἀγνωμονεῖν παράδειγμα τὸν Ἰξίονα

Jebb Page 98

καὶ τὴν Ἰξίονος τύχην προθέντες τῷ βίῳ, τοὺς δὲ οὐδὲ λέγειν ἔξεστιν ὁπόσου δή τινος τοὺς σφῶν ἀξιοῦσι γονέας καὶ παιδευτὰς, καὶ ὅπως τούτοις καὶ ζῶσι καὶ τελευτήσασι τὸν ἅπαντα τοῦ βίου κέχρηνται χρόνον, οὐ μόνον πλείστας καὶ μεγίστας καὶ λόγῳ καὶ ἔργῳ χάριτας αὐτοῖς ἐκτιννύντες καὶ σχεδὸν ὑπὲρ κεφαλῆς αἴροντες, ἀλλὰ καὶ μετʼ αὐτοὺς, ὡς εἰπεῖν, τοὺς θεοὺς ἄγοντες σφᾶς. ὥσπερ οὖν τοὺς μὲν οὕτω διακειμένους οὐκ ἂν ἀγάσαιτό τις τῆς γνώμης, διὰ τὸ μηδέν τι καινὸν, ἀλλʼ ἃ τὸ εἰκὸς ἀπαιτεῖ πράττειν αἱρεῖσθαι, ἐὰν δὲ τὴν ἀναγκαίαν ἐλλίπωσι ταύτην φορὰν, τότʼ ἀδικίας ἐσχάτης ἁλώσονται, ὣς δέ μοι δοκεῖ καὶ περὶ τῶν ἄλλως εὖ πεπονθότων ψηφίζεσθαι χρῆναι. καὶ ὅπως ἐκεῖ μὴ τὴν φύσιν προΐσχῃ. εἰ γὰρ καὶ μείζων ἐπʼ ἐκείνοις ἡ δίκη, ἀλλὰ τὸ τῆς ἀγνωμοσύνης δή που ταυτὸν, ἐάν τε περὶ φύσιν ἐάν τε ἄλλως ξυμβαίνῃ. οὐ γὰρ τοῦ στρατηγὸν ἀνελόντος ἥττων ἂν δόξειε φονικὸς ὁ τοῦτʼ αὐτὸ

Jebb Page 100

στρατιώτην ὁντινοῦν εἰργασμένος, οὐδʼ αὖ τοῦ τὰ ἱερὰ σεσυληκότος ὁ δημόσια κεκλοφώς· ἐπεὶ μηδὲ νόμον…

καὶ…

Jebb Page 102

μὴ…

The complete text is available when the reading interface loads.