Περὶ πολιτικοῦ λόγου
- Scientific editors
- Leonhard von Spengel
- Edition reference
- Rhetores Graeci · Leipzig · Teubner · 1854
- CTS identifier
urn:cts:greekLit:tlg0284.tlg056.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Περὶ πολιτικοῦ λόγου
Chapter Arg
Subsection 1
τάδε σοι περὶ τῶν ἰδεῶν καὶ ἀρετῶν ἐξ ὧν συνίσταται ὁ πολιτικὸς λόγος, καὶ διʼ ὧν δοκιμάζεται, καὶ πολλοῦ ἄξιος προάγεται, ὥσπερ ἐκ μερῶν καθʼ ἕκαστον συντιθέμενος, πανταχόθεν ὁλόκληρος καὶ τελείως ἔχων αὐτὸς ἐν ἑαυτῷ, αἵτινες τοιαίδε καὶ τοσαίδε εἰσί, σεμνότης, βαρύτης, περιβολή, ἀξιοπιστία, σφοδρότης, ἔμφασις, δεινότης, ἐπιμέλεια, γλυκύτης, σαφήνεια καὶ καθαρότης, βραχύτης καὶ συντομία, κόλασις.
περὶ σεμνότητος.
Subsection 1
ἡ μὲν οὖν σεμνότης καθολικῶς συνίσταται τριχῇ, κατὰ γνώμην κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. γνώμην δὲ λέγω τὸν νοῦν καὶ τὰ ἐπινοήματα, ἐν οἷς εὑρίσκεται τὰ πράγματα, σχήματα δὲ τὸν τύπον τοῦ λόγου, ἐν ᾧ ἐκφερόμενα τὰ νοήματα ἤτοι τοιόνδε ἢ τοιόνδε τὸν λόγον φαίνεσθαι ποιεῖ. καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα. ἀπαγγελίαν δὲ λέγω αὐτὴν τὴν λέξιν διʼ ἧς ἀπαγγέλλεται τὰ ἐπινοήματα.
Subsection 2
κατὰ δʼ οὖν γνώμην σεμνὸς ἔσται σοι λόγος ἐκ τῶν προτετιμημένων ἐννοημάτων, προτετιμημένα δέ ἐστιν ἑνὶ λόγῳ, ὅταν τις ἐνδόξοις πράγμασι χρῆται, καὶ περὶ ἐνδόξων τι λέγηται, καὶ ὅσα σπάνιά ἐστι καὶ παλαιά. ἔνδοξα δέ ἐστι πρῶτα μὲν τὰ τῶν θεῶν, οἷον ὅταν εἰς τὰ θεῖα ἐπανάγῃς τὰς ἐννοίας, θεῶν εὔνοιαν, τύχης χρηστότητα, οἷον ἐπὶ πολλῶν ἄν τις ἰδεῖν δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν, καὶ ὅσα τοιαῦτα.
Subsection 3
καὶ τῶν ἀνθρωπίνων δέ, ὅταν εἰς τὰ προτετιμημένα ἄγῃς, τὸ τιμᾶν γονέας, προγόνους, τοὺς πρώτους καταστήσαντας τὰ νόμιμα, καὶ ἑτέροις τὰ αὐτὰ παραινῇς, καὶ ὅλως τὰ ἐν τῷ βίῳ προτετιμημένα καὶ ταῦτα σεμνότητος μετέχει, οἷον ἐλευθερία, σωφροσύνη, δικαιοσύνη, ὅταν λέγῃς ὅρον καὶ κανόνα τῆς εὐδαιμονίας τὴν ἐλευθερίαν καὶ τὰ ἐξ αὐτῆς πεποιημένα, καὶ ὅλως μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν, ἃ καὶ δῆλά ἐστι πᾶσι τοῖς ἐντὸς ἅπαξ τῆς θεωρίας ταύτης.
Subsection 4
καὶ τὰ τοιαῦτα σεμνότητος μετέχει, ὅταν περὶ βίου καὶ θανάτου διεξέρχῃ, οἷον πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, ἢ ὅταν λέγῃς καὶ φύσεις διαιρῇς καὶ διορίζῃς, οἷον οὐ γὰρ γένος ἐστὶ φιλίων καὶ πολεμίων.
Subsection 5
ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν. ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.
Subsection 6
νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.
Subsection 7
παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθʼ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸς οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους. ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον ἢ οὐ δέον ἡ πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον ἢ οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδʼ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων, τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων. δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθʼ ὑπερβολὴν τῶν ἀγώνων ὁ καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἢ ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα ἢ κρινώμεθα. φαίη δʼ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν· αὐτὸ γὰρ τὸ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας οὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας ἀράμενοι κίνδυνον, ὥσπερ οὐδʼ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.
Subsection 8
καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷον λογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει. κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτʼ ἂν σεμνότης.
Subsection 1
κατὰ σχῆμα δὲ οὕτως, ὅταν ἀποφαντικοῖς τις χρῆται τοῖς σχήμασιν, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ὁ Δημοσθένης ἅπας ὁ τῶν ἀνθρώπων βίος, ἄν τε μικρὰν ἄν τε μεγάλην πόλιν οἰκῶσι, φύσει καὶ νόμοις διοικεῖται.
Subsection 2
ἢ ὅταν ἀποστάσεσί τις χρῆται, ἔστι δὲ ἡ φύσις τοῦ σχήματος τῆς ἀποστάσεως τοιάδε τις, ὅταν τοῦ συμπλέκειν κατὰ τὸ ἑξῆς καὶ συναρτᾶν ἀλλήλοις ἀποστάντες εἰς ἀρχὴν ἰδίαν ἐπανάγωμεν, ὥστε τὸ συνημμένον τῶν ἐννοημάτων χωρισθὲν ἀποστῆναι, ὡς ἐν τοῖς Φιλιππικοῖς ἐν τῷ κατὰ Φιλίππου τὸ μὲν κατασκευαζόμενον, δεινὰ ποιεῖ Φίλιππος· τάδε γὰρ ποιεῖ καὶ τάδε, οἷον Θετταλίαν καταδεδούλωται, αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις ἤδη τυραννοῦνται, ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ. καὶ αὐξητικόν, καὶ τοιαῦτα ποιοῦντος οὐδεὶς κωλύει τῶν Ἑλλήνων, ἐν οἷς λέγει καὶ ταῦτα εἰδότες οἱ Ἕλληνες οὐ πέμπομεν πρέσβεις περὶ τούτων καὶ ἀγανακτοῦμεν· ἐν τέλει, ὥστʼ ἐκείνου ποιοῦντος τί αὐτοὶ ποιοῦμεν; καὶ τὸ αὐξητικὸν ἐκ διαφορᾶς, καὶ ταῦτα τῶν προγόνων οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων συγχωρούντων, ἀλλʼ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις, οὐ Λακεδαιμονίοις, οὐκ Ἀθηναίοις, οὐ τὰ τελευταῖα Θηβαίοις. εἶτα ἡ αἰτιολογία ἐπὶ πᾶσι τί οὖν τὸ αἴτιον τούτων; ἐνταῦθα πρόσεχε ἤδη τῷ τῆς ἀποστάσεως σχήματι· σαφηνείας γάρ σοι ἕνεκα πρότερον πάντα ἐπεξῆλθον. εἰ μὲν συμπλέξας τὸ κατασκευαστικὸν νόημα ἐβούλετο ἐξενεγκεῖν, οὕτως ἂν ἐποίησεν, ὅτι ἐκεῖνοι μὲν τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ διακόψας τὴν συμπλοκὴν τῶν νοημάτων καὶ ἀποστήσας ἀπὸ τοῦ συνῆφθαι αὐτὸν αὐτῷ, εἰς ἀρχὴν ἀναγαγὼν λέγει ἦν τι τότε, ἦν ὦ ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις· τί ἦν τοῦτο; τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν. εἶτα ἕτερον ἐγίνετό τι κατὰ τὸ σχῆμα, καίτοι ἓν καὶ τὸ αὐτὸ ἐννόημα ὄν, ἐάν τε συμπλέξας εἴπω, τί οὖν τὸ αἴτιον τούτων; ὅτι ἐκεῖνοι μὲν οὐχ οὕτως διενοοῦντο, ἐάν τε καὶ ἀποστάσει χρησάμενος ἐπαναγάγω, ἦν τι τότʼ, ἦν ἐν ταῖς τῶν πολλῶν διανοίαις. καὶ ἑτέρωθι δὲ ἐν ἐπαγγελίᾳ χρησάμενος λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην, εἶτα ἀποστήσας ἐπάγει πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί. κἀκεῖνα δὲ ἀποστάσεως τὰ σχήματα. καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, κἀκεῖνο ἀντικείμενον τούτῳ, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μιαρὸν τὸ θηρίον καὶ ἄμικτον. οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθʼ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατʼ εἶδος οὐχ ὑπεμνήσθην· καὶ γὰρ καὶ ἐπαναδίπλωσις ἐν ἐνίοις αὐτῶν γέγονε, καὶ καθόλου ἐξενήνεκται οὐκ ἐπὶ μέρους, ἀλλʼ ἡμῖν πρόκειται καθʼ ἓν ἕκαστον τῶν γενικῶν σχημάτων παραδεικνύναι, καὶ σὺ δὲ οὕτως ἠξίωσας. καὶ ὅλως δὲ ἐπὶ μιᾶς ἐννοίας πολλάκις πλείω συμπίπτει θεωρήματα, καὶ μάλιστα ὁπόσα αὐτῶν τῆς αὐτῆς ἐστι συγγενείας, καὶ ἐξ ὧν τελείως πᾶσι τοῖς αὐτοῦ μέρεσι κατεσκεύασται ὁ λόγος προσλαμβάνει, ἐννοίᾳ, σχήματι, ῥυθμῷ, λέξει. ἡμῖν δὲ νῦν ὁ λόγος περὶ αὐτοῦ μόνου τοῦ σχήματος, καὶ ταῦτα τοῦ κατʼ ἔννοιαν μόνου. καὶ ἄλλαι δέ εἰσιν ἀποστάσεις, οἷον οὐδὲν δεινόν, οὐδʼ ἐλεεινὸν Μειδίας πείσεται, ἐὰν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, καὶ πάλιν πλούσιοι πολλοὶ συνεστηκότες, τὸ δοκεῖν τινες εἶναι διʼ εὐπορίαν προσειληφότες, καὶ πάλιν μισεῖ Μειδίας ἴσως ἐμέ.
Subsection 3
καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃ τί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτʼ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου, τί οὖν ἐπιχειρεῖ; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασιν πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι. καὶ ἑτέρωθι τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν ἡ διάστασις; ἐν τῷ διὰ μέσου, ἐν ᾧ διαστήσας λέγει τί οὖν τοῦτό ἐστιν· ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν. ἀλλʼ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, τί οὖν ἐπιχειρεῖ, ἢ πάλιν τί οὖν τοῦτό ἐστιν; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε. ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.
Subsection 4
σεμνότητος δὲ σχῆμα καὶ ὅταν πλαγιασμοῖς τις χρῆται· ὅπου μὲν γὰρ ὀρθοῦται τὰ νοήματα, κόπτεται καθʼ ἓν ἕκαστον ὁ λόγος, καὶ τοῦ καθαρωτέρου μᾶλλον τρόπου τὸ σχῆμα, οὐ τοῦ σεμνοτέρου· διὰ τοῦτο ἐν τῷ πρὸς Λεπτίνην ἕως μὲν ὀρθῶς ὁ Δημοσθένης τὰ νοήματα, καθαρὸς εἶναι δοκεῖ ὁ λόγος, οἷον λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ. ἄλλο νόημα τοῦ αὐτοῦ τρόπου, ἐπειδὴ δὲ τὰ πράγματα ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ἀπῄτουν. καὶ τὸ ἑξῆς τῷ αὐτῷ τρόπῳ εἰ ὀρθῶς προήγαγεν, οὕτως ἂν εἶπε, λόγοι οὖν ἐγίνοντο, καὶ οἱ μὲν τοὺς ἐξ ἄστεος ἠξίουν ἀποδοῦναι τὰ χρήματα, οἱ δὲ τοὺς ἐκ Πειραιῶς, ἀλλὰ διεφθείρετο ὁ τόνος τοῦ σχήματος καὶ ἡ σεμνότης, διὰ τοῦτο πλαγιάσας λέγει, λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι. καὶ ἐν ἀρχῇ δὲ τοῦ κατὰ Φιλίππου πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων περὶ ὧν Φίλιππος ἀδικεῖ. καὶ ἄλλο τι πεπλαγιασμένον ἐπὶ τούτῳ καὶ πάντων εὖ οἶδʼ ὅτι φησάντων γʼ ἄν. καὶ πάλιν ὄντων δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν ὡς ἐγὼ κρίνω φοβερῶν, οὐδένες μὲν ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν.
Subsection 5
τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ ἡ σεμνότης· ὅπου γὰρ ἀξίωμα ὁ λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον, καὶ πάλιν ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν, καὶ ἑτέρωθι πάλιν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ.
Subsection 6
καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται.
Subsection 7
καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα τῆς σεμνότητός ἐστιν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν, νῦν τὰ μᾶλλον προτετιμημένα εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας.
Subsection 8
σεμνότητα δὲ ἔχει καὶ ὅταν μὴ εὐθὺς ἐπιτρέχῃς τῷ εἰσαγομένῳ, ἀλλὰ προσλαμβάνῃς τὰς δυνάμεις αὐτῶν καὶ προαναρτᾷς τὸν λόγον. ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων ἐν ἑαυτῇ κέκτηται φυλακτήριον, καὶ οὐκ εὐθὺς ἐπήγαγε καὶ εἶπεν ἀπιστίαν, ἀλλὰ προσλαβὼν τούτου τὰς δυνάμεις καὶ ἀναρτήσας, ὃ πᾶσι μέν ἐστιν ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους, καὶ ἄλλη ἐπανάληψις τί οὖν ἐστι τοῦτο, εἶτα τὸ εἰσαγόμενον ἀπιστία. ὅμοιον δὲ τούτῳ κἀκεῖνο ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα, καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης ἡττᾶτο, νῦν δὲ ἀπολωλὸς ἅπαντα λελύμανται, καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα, καὶ τοσούτων προεκκειμένων οὔπω εἴρηται τὸ τί, ἀλλʼ ἐπαναλήψει χρησάμενος νῦν εἰσάξει, τί οὖν ἦν τοῦτο; εἶτα τὸ εἰσαγόμενον καθʼ ἑαυτό, ὡς ἐκεῖ ἀπιστία, οὕτως ἐνθάδε, τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν.
Subsection 9
καὶ οἱ ἀφορισμοὶ δὲ οἱ ἐν τῷ καθόλου σεμνότητα ἔχουσιν, οἷον πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν.
Subsection 10
καὶ τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα ἢ πρόσωπα ἢ πράγματα ἀπάγοντα ἀφʼ ἑαυτοῦ σεμνὸν πάνυ, οἷον καὶ τούτων οὐδὲν καινόν, οὐδὲ εὕρημα ἐμόν, ἀλλὰ παλαιὸς ὃν οὗτος παρέβη νόμος οὕτω κελεύει νομοθετεῖν, καὶ πάλιν οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν ὑμετέρων προγόνων.
Subsection 11
σχῆμα δὲ καὶ τοῦτο τῆς σεμνότητος τὸ ἀσύνδετα παρατιθέναι τὰ νοήματα, ἐφεξῆς ἐπιτιθέντα ἀλλήλοις, οἷον Μειδίας Ἀναγυράσιος προβέβληται, τὰ ἀπόρρητα οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ πάλιν ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην, οὔθʼ ἡ Ἑλλὰς οὔτε ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τοῦ ἀνθρώπου.
Subsection 1
κατὰ δὲ ἀπαγγελίαν γίγνεται σεμνότης οὕτως, ὅταν τις ὀνοματικαῖς χρῆται ταῖς λέξεσιν ἀντὶ ῥηματικῶν, οἷον πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. καὶ τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη.
Subsection 2
καὶ ὅταν τροπικαῖς ἀντὶ ἰδίων ταῖς λέξεσι χρήσῃ, οἷον τὴν δωροδοκίαν νόσημα εἰπεῖν, νόσημα, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα. καὶ ἑτέρωθι πάλιν εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα. καὶ ἐν τῷ κατὰ Μειδίου σὺ δὲ πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ τουτονὶ δίκαιος εἶ συλλέξασθαι.
Subsection 3
καὶ τὸ κατὰ πλῆθος λέγειν καὶ τὰ ὀνόματα ἐφεξῆς παρατιθέναι τῆς σεμνότητός ἐστιν, οἷον εὐδαίμων καὶ μέγας καὶ φοβερὸς ἅπασιν Ἕλλησι καὶ βαρβάροις.
Subsection 4
καὶ τὸ τὰ πρόσωπα ἀφαιροῦντα ἐπʼ αὐτῶν τῶν πραγμάτων προάγειν τὸν λόγον σεμνὸν σφόδρα. εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν ἀλλʼ οἱ λέγοντες τὰ περὶ Θεσπιέων καὶ Πλαταιέων, ὁ δὲ ἀφελὼν τὰ πρόσωπα τῶν εἰπόντων αὐτὰ λέγει ἐφʼ ἑαυτῶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαί. καὶ ἀλλαχοῦ πάλιν ἐγὼ δὲ οἶμαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν· καὶ τὸ ἀντικείμενον εἶπεν ἀλλὰ Φίλιππον, ὁ δὲ ἀφελὼν τὸ πρόσωπον ἐπὶ τοῦ πράγματος ἀόριστον εἶπεν, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράσσοντα. καὶ πάλιν ἑτέρωθι βουλόμενος δεῖξαι ὅτι Φίλιππός ἐστιν ὁ τὸν πόλεμον ποιῶν ἀντὶ τοῦ οὕτως εἰπεῖν, εἰ δὲ Φίλιππος τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν ὁ δὲ ἕτερος εἶπε.
Subsection 5
σεμνότητος δὲ καὶ τὸ τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι, ἐν γένει δὲ λέγω, χρυσός, ἄργυρος. τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. ὁ δὲ Θουκυδίδης ἀντὶ τούτων εἰς τὸ ἐν γένει ἀναγαγὼν σεμνότητα εἰργάσατο, λέγει δὲ ὁ Ἑρμοκράτης περὶ τῶν Καρχηδονίων χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον ἔχουσιν ἀντὶ τοῦ πλουσιώτατοι γάρ εἰσιν, ἢ ἑτέρως μεταβαλών, πλούσιοι γάρ εἰσιν. καὶ ὁ Δημοσθένης ἀντὶ τοῦ εἰπεῖν Ἀρίθμιος ἐκολάσθη, ἐπειδὴ διέφθειρε τινὰς χρήμασιν ἐν Πελοποννήσῳ, ὁ δὲ ἐν γένει εἰπὼν ὅτι χρυσίον ἐκόμισε παρὰ βασιλέως σεμνότητα εἰργάσατο.
Subsection 6
χρὴ δὲ εἰδέναι ὅτι καὶ ἐξ ἑνὸς ὀνόματος γίγνεται σεμνότης, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὅπου λέγει ὅτι χρὴ κυρίας τηρεῖν τὰς στήλας. πῶς ἐξῆρεν εἰς σεμνότητα; ἐν τῷ τελευταίῳ ὀνόματι, ἵνʼ ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν.
περὶ βαρύτητος.
Subsection 1
βαρύτης δὲ γίνεται καθολικῶς κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτης οὕτως, ὅταν ἢ κατηγορεῖν τις προάγηται αὐτὸς ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸς ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἴη ἐξὸν ἐπαινεῖν, ἢ ὅλως τούτων τινὸς ὑπὲρ ὧν λέγει ἢ πρὸς οὓς λέγει, ὡς ὁ Δημοσθένης περιείργασμαι μὲν ἐγώ, περιείργασται δὲ ἡ πόλις ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά.
Subsection 2
ὅπου δὲ καθʼ ὑπερβολὴν δύνασαι ἀποδεῖξαι μὴ ἀδικοῦντα σεαυτόν, ἐκεῖ δὲ θρασύτητι χρῆσθαι τοιαύτῃ, ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας τῆς παρὰ τῶν δικαστῶν, ὡς ὅταν λέγῃς μηδὲ φωνὴν ἀνάσχησθε, μηδʼ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλʼ ἀναστάντες καταψηφίσασθε ἤδη· βαρύτης κἀνταῦθα γίνεται. καὶ ἐπὶ φίλου δὲ ὡσαύτως βαρύτης γίνεται, ἐὰν ἀφαιρῇς αὐτὸν ἢ συγγνώμης ἢ φιλανθρωπίας δικαστῶν. βαρύτης γίνεται καὶ ὅταν τι ἄτοπον σεαυτῷ ἐπαράσῃ, οἷον καίτοι τεθνάναι μᾶλλον ἢ ταῦτʼ εἰρηκέναι βούλομαι.
Subsection 3
καὶ ὅταν ἄτοπόν τι προτείνῃ τοῖς ἀκούουσιν, ὃ μὴ ἂν ἑκόντες δέξαιντο, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπεξελθὼν τὰ συμβαίνοντα ἐν ταῖς ἐκκλησίαις, διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ῥητόρων, σὺν βαρύτητι προέτεινε τὸ ἄτοπον, εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ἡμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζειν καὶ ἐᾶν δεῖ.
Subsection 4
καὶ ὅταν εἰς ἄτοπον ἀπάγῃς τὸν λόγον, βαρύτητα εἴργασαι, ὡς ἐν τῷ πρὸς Καλλικλέα, οὐ γὰρ δὴ ἐκπιεῖν με αὐτὸ Καλλικλῆς ἀναγκάσει, ἢ ὅταν ὁμολογούμενα ἄτοπα τῷ ἀντιδίκῳ συγχωρῇς, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος, εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης, δίδωμι, συγχωρῶ, Φιλόκρατές, σοι τῷ τοιούτῳ τὸν ὅμοιον σώζειν.
Subsection 5
καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατʼ αὐτοῦ, βαρύτης γίνεται, οἷον πλὴν ἔστι νὴ Δία, ἐστὶν ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών. καὶ πάλιν ἀνελὼν διʼ ἃ οὐ δεῖ ἐπάγει πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.
Subsection 6
καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων, βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι. καὶ πάλιν καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου;
Subsection 7
βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατε οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν.
Subsection 8
καὶ τὸ συγχωρεῖν δὲ τὰ παρελθόντα ἄτοπα, ὡς τὸ μέχρι οὖν τοῦδε διωρίσθω ὑμῖν, βαρύτης.
Subsection 9
βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ.
Subsection 1
κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης, ἢ πάλιν καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι.
Subsection 2
βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι σχήμασιν, οἷον Χαρίδημον, οἴμοι, καὶ τὸ τοῦ Αἰσχίνου παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι. καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;
Subsection 3
βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν, ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν.
Subsection 4
βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, ἀλλʼ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων, δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν.
Subsection 5
καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι.
περὶ περιβολῆς.
Subsection 1
περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ ὡρισμένον οὐχ ἥκιστα δὲ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. καὶ πάλιν πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου. τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, εἶτα ταῦτα κατʼ εἶδος ἐμέρισεν ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δʼ ἑαυτοὺς ἄχθεσθαι. ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι, τὸ ἐν ἀθροίσματι συλλαβεῖν δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, τὸ κατʼ εἶδος μερίσαι ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι. καὶ τρίτον παράδειγμα ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι. καὶ πάλιν πολλὰ μὲν οὖν τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.
Subsection 2
περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατʼ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃ μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστιν οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ Ἐπικέρδης, ὁ δὲ πρὶν εἰπεῖν τὸ κατʼ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβεν ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν, εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατʼ εἶδος διαστήσας τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος. καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατʼ εἶδος [τὸ ἐν γένει] ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι. νῦν λέγει ἃ ἐποίησε κατʼ εἶδος οὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν. καὶ πάλιν ἐν γένει οἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι. εἶτα κατʼ εἶδος προπύλαια ταῦτα, ὁ Παρθενών, νεώσοικοι. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθη ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες, εἶτα κατʼ εἶδος Λεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων, εἶτα πάλιν ἐν γένει συλλαβὼν ἃ δὲ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν δικαίως, ἀκούσατε, εἶτα πάλιν κατʼ εἶδος πρῶτον μὲν πρὸς Λεωδάμαντα. ὅταν μὲν οὖν μὴ ψιλὰ κατʼ εἶδος λέγῃς, ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.
Subsection 3
ἔτι περιβολῆς, ὅταν τις διὰ μέσου τοῦ νοήματος ἢ τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, εἰκότως δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιτε ἃ λέγω, εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα, ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρʼ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε. καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντος τοῦτό τε σώσετε, τὸ δὲ ἐκ τοῦ μέλλοντος καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, ὁ δέ, ἵνα πλείων ἡ περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. καὶ τοῦτʼ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκεν ἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν· ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἡ ἔννοια;
Subsection 4
ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείας τὸ γὰρ πρὸς ἄνδρα θνητόν, ἓν νόημα ἐκ προσώπου, καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπʼ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλʼ ἐπεμβάλλει. πάλιν πῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας, νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ἄλλο νόημα ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, νῦν τὸ συμπληροῦν τοῦτον ἀφεῖναι.
Subsection 5
περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, εἶτα νῦν τὸ ἀκόλουθον, ἀλλʼ ὡς φυλάξοντα τοὺς ἄλλους. καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων, καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἃ δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτον τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ παμπληθὲς ἀπέσχεν, εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἃ ἐποίει καὶ ἐδημηγόρει καὶ τοιούτους εἶπε λόγους. ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατʼ εἶδος ἐπάγειν, ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων· ἐνταῦθα ἀμφότερα πεποίηκεν, ὃ μὲν οὐκ ἐποίει, ὃ δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατʼ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷ εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο. ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατʼ εἶδος ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον, εἶτα πάλιν ἐν γένει πάνθʼ ὅσα συμφέρει τῇ πόλει, εἶτα κατʼ εἶδος καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων. καὶ ἐν τῷ κατὰ Μειδίου δὲ ὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου, τὸ μὲν ἀκόλουθον δίκης ἀξιοῖ τυχεῖν, τὸ δὲ ἐναντίον τοῦ ἀκολούθου καὶ μὴ σιωπᾷ.
Subsection 6
περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.
Subsection 7
περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.
Subsection 8
περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον, εἶτα ἡ ποιότης προσληφθεῖσα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφές, καὶ νῦν τὸ εἰσαγόμενον, τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις δίκαιον ὦ γῆ καὶ θεοί. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.
Subsection 9
περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.
Subsection 1
κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.
Subsection 2
περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.
Subsection 3
καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατʼ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, πάντα μὲν οὔτʼ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτʼ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρʼ ἀμφοτέρων δῶρα, μάλιστα δὲ τὸ γένος ποιεῖ. περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατʼ εἶδος παραλείψεις, οἷον Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. καὶ αἱ μὲν κατʼ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν, αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει τὰς δὲ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετʼ εἶναι, ἐάσω. αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδʼ αὑτὸν κατῄσχυνε, καὶ ἡ αἰτιολογία, διʼ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης.
Subsection 4
μάλιστα δὲ περιβολὴν καὶ οἱ μερισμοὶ ἐργάζονται, ὅταν τὰ νοήματα μὴ καθʼ ἓν εἰσάγῃς, ἀλλὰ μερίζων ἀντιτιθῇς, ὥσπερ ἐν Φιλιππικοῖς, εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ὑμεῖς δὲ ὡς οὐδενὸς ἀντιληπτέον τῶν πραγμάτων. τοῦτο μὲν οὖν εἰς πρόσωπα ἔστι μερίσαι τὸ νόημα, ἕτερον δὲ μερισθὲν εἰς πρόσωπον καὶ τόπον, οὐκοῦν ὑμῶν μὲν μὴ δυναμένων ἐνθένδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς οὔσης ἑτοίμου βοηθείας. πάνυ δὲ ὁ Ἰσοκράτης χαίρει τούτῳ τῷ τρόπῳ τῶν μερισμῶν περιβολὴν ἐργαζόμενος, παραδείγματος δὲ ἕνεκα ἓν ἢ δύο ἐκ τοῦ περὶ τῆς εἰρήνης Ἰσοκράτους, εἰς τοῦτο γὰρ κατέστημεν, καὶ ὁ μερισμός, τῶν μὲν οἰκείων ἀμελείας, τῶν δὲ ἀλλοτρίων ἐπιθυμίας, εἶτα λέγων τὰ ἐκ τούτων αὐτοῖς ἀποβάντα ἄτοπα μερίζει, τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐνέπλησαν, τὰς δὲ φρατρίας καὶ τὰ ληξιαρχικὰ γραμματεῖα ξένων. εἶτα πάλιν ἐξαριθμούμενος τὰ τοῖς Λακεδαιμονίοις ἀπὸ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν συμβάντα λέγει, ἐνέπλησεν αὐτοὺς ἡ θάλαττα τοὺς μὲν ἰδιώτας ἀδικίας, ἀνομίας, ῥᾳθυμίας, φιλοχρηματίας, τὸ δὲ κοινὸν τῆς πόλεως οὐχ ἁπλῶς ἀντέθηκε τοῦδε καὶ τοῦδε, ἀλλὰ πάλιν ἐπεμέριζε, τὸ δὲ κοινὸν τῆς πόλεως τῶν μὲν ὑπεροψίας, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων. ἀλλὰ καὶ οἱ ἐπιμερισμοὶ περιβολὴν ἐργάζεσθαι δύνανται, οἷον οὐ μόνον τόδʼ ἐποίησας, ἀλλὰ καὶ…
Subsection 5
π…
The complete text is available when the reading interface loads.