The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. E. Heitsch, Die griechischen Dichterfragmente der römischen Kaiserzeit, vol. 2, Göttingen: Vandenhoeck & Ruprecht, 1964: 43–44.
CTS identifier
urn:cts:greekLit:tlg0286.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Ἑπτὰ πολυπλανέες κατ' Ὀλύμπιον ἀστέρες οὐδόν

2

εἱλεῦνται, μετὰ †τοῖσιν ἀεὶ δ' ἐπινήσεται† αἰών·

3

νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς,

4

παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς,

5

καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ' οὗ φύσις ἐβλάστησεν.

6

οἱ δ' αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ' ἐν ἡμῖν

7

Μήνη Ζεὺς Ἄρης Παφίη Κρόνος Ἥλιος Ἑρμῆς·

8

τοὔνεκ' ἀπ' αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν

9

δάκρυ γέλωτα χόλον γένεσιν λόγον ὕπνον ὄρεξιν.

10

δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς 〈δ'〉 ἡ γένεσις, λόγος Ἑρμῆς,

11

θυμὸς Ἄρης, Μήνη δ' ἄρ' ὕπνος, Κυθέρεια δ' ὄρεξις,

12

Ἠέλιός τε γέλως· τούτῳ γὰρ ἅπασα δικαίως

13

καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων.