The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 97–102, 104, 106–109, 111–121, 123–132, 135–138.
CTS identifier
urn:cts:greekLit:tlg0292.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit1-3

{ΑΘΛΑ ΕΠΙ ΠΕΛΙΑΙ}

1

Φλόγεον καὶ Ἅρπαγον, ὠκέα τέκνα Ποδάργας,

Ἥρα δὲ Ξάνθον καὶ Κύλλαρον.

2a

σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας

ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.

2b

θρώισκων μὲν ἄρ' Ἀμφιάραος ἄκοντι δὲ

νίκασεν Μελέαγρος.

tit4-9

{ΓΑΡΥΟΝΑΙΣ}

4

σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον

πί' ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας.

7

σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθείας

Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρορίζους

ἐν κευθμῶνι πέτρας.

8

Ἀέλιος δ' Ὑπεριονίδας δέπας ἐσκατέβαινε

χρύσεον, ὄφρα δι' ὠκεανοῖο περάσας

ἀφίκοιθ' ἱαρᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς,

ποτὶ ματέρα κουριδίαν τ' ἄλοχον παίδας τε φίλους

ὁ δ' ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον

ποσὶ παῖς Διός.

tit10-14

{ΕΛΕΝΑ}

10

πολλὰ μὲν Κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,

πολλὰ δὲ μύρσινα φύλλα

καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας.

11

λιθαργύρεον ποδανιπτῆρα

15

{ΕΛΕΝΑ: ΠΑΛΙΝΩΙΔΙΑ}

οὐκ ἔστ' ἔτυμος λόγος οὗτος,

οὐδ' ἔβας ἐν νηυσὶν ἐυσσέλμοις

οὐδ' ἵκεο πέργαμα Τροίας,

16

[ μέμ-

φεται τὸν Ὅμηρο[ν ὅτι Ἑ-

λέ]νην ἐποίησεν ἐν Τ[ροίαι

καὶ οὐ τὸ εἴδωλον αὐτῆ[ς, ἔν

τε τ[ῆι] ἑτέραι τὸν Ἡσίοδ[ον

μέμ[φετ]αι· διτταὶ γάρ εἰσι πα-

λινωιδ〈ίαι δια〉λλάττουσαι, καὶ ἔ-

στιν ἡ μὲν ἀρχή· δεῦρ' αὖ-

τε θεὰ φιλόμολπε, τῆς δέ·

χρυσόπτερε παρθένε, ὡς

ἀνέγραψε Χαμαιλέων· αὐ-

τὸ[ς δ]έ φησ[ιν ὁ] Στησίχορο[ς

τὸ μὲν ε[ἴδωλο]ν ἐλθεῖ[ν ἐς

Τροίαν τὴν δ' Ἑλένην π[αρὰ

τῶι Πρωτεῖ καταμεῖν[αι· οὕ-

τως δὴ ἐκ[α]ινοποίησε τ[ὰς

ἱστορ[ί]ας [ὥ]στε Δημοφῶντ[α

μὲν τ[ὸ]ν Θησέως ἐν τ[ῶ]ι νό-

στωι με[τὰ] τῶν θε![!!!]δων?[

ἀνενεχ[θῆναι λέγ]ειν [ἐ]ς? [Αἴ-

γυπτον, [γενέσθα]ι δὲ Θη[σεῖ

Δημοφῶ[ντα μ]ὲν ἐξ Ἰό[πης

τῆς Ἰφικ[λέους, Ἀ]κάμαν[τα δὲ

[]!![ ] ἐκ δὲ τῆς αμ[

[ ]!!τη[!]!!λη![

17

{ΕΡΙΦΥΛΑ}

18

{ΕΥΡΩΠΕΙΑ}

tit19-28

{ΙΛΙΟΥ ΠΕΡΣΙΣ}

23

ὤικτιρε γὰρ αὐτὸν ὕδωρ

αἰεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν.

29

{ΚΕΡΒΕΡΟΣ}

30

{ΚΥΚΝΟΣ}

tit31-32

{ΝΟΣΤΟΙ}

32, col. 1

θε[ῖ]ον ἐ[ξ]αίφνας τέρας ἰδοῖσα νύμφα

ὧ?δ?ε? δ?ε?[!!]! Ἑλένα φωνᾶι ποτ[ὶ] παίδ' Ὀδύσειο[ν·

Τηλέμαχ[!!]τ?ις ὅδ' ἁμὶν ἄγγελ[ο]ς ὠρανόθεν

δι' αἰθέρο[ς ἀτ]ρυγέτας κατέπτατο, βᾶ δ[

[ ]!! φοινᾶ?ι? κεκλαγ?{γ?}ώ?[ς

[]!!!ς ὑμετέρους δόμους προφα![!!!!!!!]υς

[ ]!!!!!αν!υς ἀνὴρ

[ βο]υ?λ?α?ῖς Ἀθάνας

[ ]!η?ις αυτα λακέρυζα κορώνα

[ ]!μ?' οὐδ' ἐγώ〈ν〉 ς' ἐρύ[ξ]ω?

[ Παν]ε?λ?ό?π?α? ς' ἰδοῖσα φίλου πατ[ρ]ὸς υἱὸ?ν?

[ ]σ?ο![!]τ!!ς ἐ?σθλ[

[ ]![!]θ?ε?ι?ο?ν? μ[

[ ] [

[ ]![

[ ]!ν?!!![

[ ]!α?!![]![

[ ]![

[ ]αμο[

[ ]!οιω[

[ ]!ντ[

. . .

32, col. 2

ἀργυρέαν τεπ?[

χρυσῶι ὕπερθε[

ἐκ Δαρδανιδ!![

Πλεισθενίδας![

καὶ τὰ μὲν ευ?![

συνθ![!!!]![!!]![

χρυς[

. . .

tit33-35

{ΟΡΕΣΤΕΙΑΣ Α̅?}

33

Μοῖσα σὺ μὲν πολέμους ἀπωσαμένα πεδ' ἐμοῦ

κλείοισα θεῶν τε γάμους ἀνδρῶν τε δαίτας

καὶ θαλίας μακάρων

34

ὅκα ἦρος ὥραι κελαδῆι χελιδών

35

τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων

ὑμνεῖν Φρύγιον μέλος ἐξευρόντας ἁβρῶς

ἦρος ἐπερχομένου.

tit36-37

{ΟΡΕΣΤΕΙΑΣ Β̅}

37

λιθακοῖς

40

Στη]|σίχορος ἐχρήσατ[ο διη-

γήμασιν, τῶν τε ἄλλ[ων ποι-

ητῶν οἱ πλείονες τ[

μαις ταῖς τούτου· με?[

Ὅμηρον κα[ὶ] Ἡσίοδον [

μᾶλλ[ον] Στησιχο[ρ]!![

φων[!!]· Αἰσχύλο[ς μὲν γὰρ

Ὀρέστ〈ε〉[ια]ν ποιήσα[ς

!ιαν [Ἀ]γαμέμνον[α

Χ]οηφ[όρ]ους Εὐμεν[ίδας

!!!]!![!] τὸν ἀναγ[νωρισ-

μὸ]ν? διὰ τοῦ βοστρύχο[υ

Στ]ησιχόρωι γάρ ἐστιν [

!!]!, Ε[ὐ]ριπίδης δὲ τὸ τ[όξον

τὸ Ὀρέστου ὅτι ἐστὶν δε[δο-

μέ]νον αὐτῶι δῶρον πα[ρὰ

τ]οῦ Ἀπόλλωνος· παρω![

γ]ὰρ λέγεται· δὸς τόξα μ[οι

κ]ερουλκά, δῶρα Λοξίου, [οἷς εἶ-

π'] Ἀπόλλων μ' ἐξαμύ[νασ]θαι

θ]εάς· παρὰ δὲ Στησιχ[όρω]ι· τό-

ξα ] τάδε δώσω παλά-

μα]ισιν ἐμαῖσι κεκασμένα

!!]!! [ἐ]πικρατέως βάλλειν·

Εὐριπίδ]ης δὲ καὶ τὴν Ἰφ[ιγέ-

νειαν ἐ]ποίησε γαμουμέ[νην

Ἀχιλλεῖ ]!!!σα?τ?[!]ρ?![

. . .

42

τᾶι δὲ δράκων ἐδόκησε μολεῖν κάρα βεβροτωμένος ἄκρον,

ἐκ δ' ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη.

43

{ΣΚΥΛΛΑ}

tit44-45

{ΣΥΟΘΗΡΑΙ}

44

κρύψαι δὲ ῥύγχος

ἄκρον γᾶς ὑπένερθεν

45, col. 1

[ Θεσ]τιάδαι·

[ ]αρ ὀψιγόνοι τε καὶ ἀσπασί-

οι ]ν ἐν μεγάρ[ο]ισιν· ἀτὰρ πόδας

[ ]τ!!αθο! Προκάων Κλυτί-

ος τ(ε) ]σθαν·

[ ]ας δὲ μόλ' [Ε]ὐρυτίων

[ ]ς τανυπ[έ]πλου

[ ]ας

[ ]! Εἰλατίδαο δαίφρονος

. . .

45, col. 2

ἔνθεν μὲν Λοκρ[οὶ

ἱζάνον αἰχματαὶ [

τέκνα φιλα[ ἐρί-

ηρες Ἀχαιοὶ [

καὶ ὑπερθύμοι [

θ' ἱαρὰν Βοιωτίδ[α ν]αίον [

⸏χθόνα πυροφόρ[ον! ]

ἔνθεν δ' αὖ Δρύοπ[ές] τε κα[ὶ

λ?οι μενεχάρμα[ι

. . .

46

οὕνεκα Τυνδάρεος

ῥέζων ποκὰ πᾶσι θεοῖς μόνας λάθετ' ἠπιοδώρου

Κύπριδος· κείνα δὲ Τυνδαρέου κόραις

χολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι

καὶ λιπεσάνορας.

51

πάτρω' ἐμὸν ἀντίθεον Μελάμποδα·

55

†μάλα† τοι μάλιστα

παιγμοσύνας 〈τε〉 φιλεῖ μολπάς τ' Ἀπόλλων,

κήδεα δὲ στοναχάς τ' Ἀίδας ἔλαχε

56

εὐρεῖαν χθ[ό]να.

58

κοιλωνύχων ἵππων πρύτανιν

63

δεῦρ' ἄγε Καλλιόπεια λίγεια

65

αὐτόν σε πυλαμάχε πρῶτον

66

ῥαδινοὺς δ' ἐπέπεμπον ἄκοντας

67

ἀτελέστατα γὰρ καὶ ἀμάχανα τοὺς θανόντας

κλαίειν

68

θανόντος ἀνδρὸς πᾶσα †πολιὰ† ποτ' ἀνθρώπων χάρις.

70

ἀκεσταλίων

72

ἀνίψαλον παίδα,

73

ἀρχεσίμολπον

76

ἐρίσφηλον

77

ἠλίβατον

78

ἀπειρεσίοιο κυνυλαγμοῖο.

79

λεύκιππος·

80

μάτας

82

μεσόνυξ, μεσόνυχος·

83

ὀρείχαλκος·

84

πέποσχα·

87

ποταύδη,

89

ὑπερθυμέστατον ἀνδρῶν.

97

Παλλάδα περσέπολιν

100

{ΚΑΛΥΚΗ}

101

{ΡΑΔΙΝΗ}

ἄγε Μοῦσα λίγει' ἄρξον ἀοιδᾶς †ἐρατῶν ὕμνους†

Σαμίων περὶ παίδων ἐρατᾶι φθεγγομένα λύραι

tit102-103

{ΔΑΦΝΙΣ}

{Γηρυονηίς} σχεδὸν ἀν-

7

τιπέρας κλεινᾶς Ἐρυθείας

Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς

〈τίκτεν〉 ἀπείρονας ἀργυρορίζους ἐν κευθμῶνι πέτρας.διὰ] κ?[ύ]μ?αθ' ἁλὸς β?α?θ?έ?α?ς? ἀφίκον- το θ]ε?ῶν περικαλλέ[α ν]ᾶσοντ]όθι Ἑσπερίδες π[αγχρ]ύ?σεα δώ- μα]τ?' ἔ?χοντι·!!!!!!!]![!]ασσ?!![!!!!!!]και !!!!!!!]!λυκ![!!!!!!!!]λατ[. . .τη[ ἅ πο[ ]ταν [ ]περ[παν[〈⸏⸏〉[]!ς![(desunt versus xxiv)[ κε]φαλάν· ![〈⸏⸏〉[ ]δόκα·[ ]!ωρ ποκα?[[] ἀνήρ· ουτ[[ ]ν? ἦτορ?[!]![. . .[ ]!![]![ ἀλ- γινόεντος·ἀλλ' ὦ φίλε ματ?[έρα Καλλιρόαν καὶ ἀρηίφιλ?ο?[νΧρ?[υσά]ο?ρ?α? ς?![. . . χηρσὶν δ[ τὸν δ' ἀπαμ[ειβόμενος ποτέφα? [κρατερὸς Χρυσάορος ἀ- θανάτοιο? [γόνος καὶ Καλλιρόας·⸏{ep.} “μή μοι θά[νατον προφέρων κρυόεν- τα δεδίσκ[ε' ἀγάνορα θυμόν, μηδεμελ[ αἰ μὲν γὰ[ρ γένος ἀθάνατος πέλο- μαι καὶ ἀγή?[ραος ὥστε βίου πεδέχειν ἐν Ὀλύμπ[ωι,κρέσσον[ ἐ- λέγχεα δ?[⸏⸏{str.} καὶ τ[ κερα[ ἁ- μετέρω[ αἰ δ' ὦ φί?[λε χρὴ στυγερόν μ' ἐπὶ γῆ- ρας [ἱκ]έ?σ?θαι?, ζώ[ει]ν τ' ἐν? ἐ?[φαμερίοις ἀπάνευ- θε θ?[ε]ῶ?ν μακάρω[ν, νῦν μοι πο?λ?ὺ? κ?ά?[λλιόν ἐστι παθῆν ὅ τι μόρσιμ[ον⸏{ant.} καὶ ὀνείδε[ καὶ παντὶ γέ[νει ὀπίσω Χρυσ[άο]ρ?ο[ς υ]ἱ?ό?ν?· μ]ὴ τοῦτο φ[ί]λ?ον μακά?[ρε]σσι θε[ο]ῖ- σι γ]ένοιτο !!!!]![!]!κ?ε[!!]![!] περὶ βουσὶν ἐμαῖς !!!!!!!!!!!!!!][ ]κ?λεος?![. . .. . . πεφ[ο!αμ?[!!πε]φυ?λαγμε?[ πεν ἰ[δοῖσ]ά τε νισόμ[ενον⸏{ant.}