The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 472–482.
CTS identifier
urn:cts:greekLit:tlg0296.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

Παλλὰς Τριτογένει' ἄνασς' Ἀθηνᾶ,

ὄρθου τήνδε πόλιν τε καὶ πολίτας

ἄτερ ἀλγέων ⟦τε⟧ καὶ στάσεων

καὶ θανάτων ἀώρων, σύ τε καὶ πατήρ.

2

Πλούτου μητέρ' Ὀλυμπίαν ἀείδω

Δήμητρα στεφανηφόροις ἐν ὥραις

σέ τε παῖ Διὸς Φερσεφόνη·

χαίρετον, εὖ δὲ τάνδ' ἀμφέπετον πόλιν.

3

ἐν Δήλωι ποτ' ἔτικτε τέκνα Λατώ,

Φοῖβον χρυσοκόμαν ἄνακτ' Ἀπόλλω

ἐλαφηβόλον τ' ἀγροτέραν

Ἄρτεμιν, ἃ γυναικῶν μέγ' ἔχει κράτος.

4

ὦ Πὰν Ἀρκαδίας μεδέων κλεεννᾶς,

ὀρχηστὰ βρομίαις ὀπαδὲ Νύμφαις,

γελάσειας ὦ Πὰν ἐπ' ἐμαῖς

†εὐφροσύναις ταῖσδ' ἀοιδαῖς αοιδε† κεχαρημένος.

5

ἐνικήσαμεν ὡς ἐβουλόμεσθα

καὶ νίκην ἔδοσαν θεοὶ φέροντες

παρὰ Πανδρόσου †ὡς φίλην Ἀθηνᾶν.†

6

εἴθ' ἐξῆν ὁποῖός τις ἦν ἕκαστος

τὸ στῆθος διελόντ', ἔπειτα τὸν νοῦν

ἐσιδόντα, κλείσαντα πάλιν,

ἄνδρα φίλον νομίζειν ἀδόλωι φρενί.

7

ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῶι,

δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,

τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,

καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.

8

〈⏓–⏑〉 ἐκ γῆς χρὴ κατίδην πλόον

εἴ τις δύναιτο καὶ παλάμην ἔχοι

ἐπεὶ δέ κ' ἐν πόντωι γένηται

τῶι παρεόντι τρέχειν ἀνάγκη.

9

ὁ δὲ καρκίνος ὧδ' ἔφα

χαλᾶι τὸν ὄφιν λαβών·

εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμ-

μεν καὶ μὴ σκολιὰ φρονεῖν.

10

ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω

ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων

ὅτε τὸν τύραννον κτανέτην

ἰσονόμους τ' Ἀθήνας ἐποιησάτην.

11

φίλταθ' Ἁρμόδι', οὔ τί πω τέθνηκας,

νήσοις δ' ἐν μακάρων σέ φασιν εἶναι,

ἵνα περ ποδώκης Ἀχιλεὺς

Τυδεΐδην τέ †φασι τὸν ἐσθλὸν† Διομήδεα.

12

ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω

ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων

ὅτ' Ἀθηναίης ἐν θυσίαις

ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.

13

αἰεὶ σφῶιν κλέος ἔσσεται κατ' αἶαν,

φίλταθ' Ἁρμόδιε καὶ Ἀριστόγειτον,

ὅτι τὸν τύραννον κτανέτην

ἰσονόμους τ' Ἀθήνας ἐποιησάτην.

14

Ἀδμήτου λόγον ὦ ἑταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει,

τῶν δειλῶν δ' ἀπέχου γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις.

15

παῖ Τελαμῶνος Αἶαν αἰχμητά, λέγουσί σε

ἐς Τροΐαν ἄριστον ἐλθεῖν Δαναῶν μετ' Ἀχιλλέα.

16

τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον

ἐς Τροΐαν λέγουσιν ἐλθεῖν Δαναῶν μετ' Ἀχιλλέα.

17

εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη

καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.

18

εἴθ' ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον

καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.

19

σύν μοι πῖνε συνήβα συνέρα συστεφανηφόρει,

σύν μοι μαινομένωι μαίνεο, σὺν σώφρονι σωφρόνει.

20

ὑπὸ παντὶ λίθωι σκορπίος ὦ ἑταῖρ' ὑποδύεται.

φράζευ μή σε βάληι· τῶι δ' ἀφανεῖ πᾶς ἕπεται δόλος.

21

ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ' ἔραται λαβεῖν·

κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ' ἔραμαι λαβεῖν.

22

πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχους' ἐμπεδέως ἔθος·

ἐν ταὐτᾶι πυέλωι τόν τ' ἀγαθὸν τόν τε κακὸν λόει.

23

ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ' ἐπιλήθου,

εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.

24

αἰαῖ Λειψύδριον προδωσέταιρον,

οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι

ἀγαθούς τε καὶ εὐπατρίδας,

οἳ τότ' ἔδειξαν οἵων πατέρων ἔσαν.

25

ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει

τιμὴν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ' ἐμὸν νόον.

26

ἐστί μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος

καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός·

τούτωι γὰρ ἀρῶ, τούτωι θερίζω,

τούτωι πατέω τὸν ἁδὺν οἶνον ἀπ' ἀμπέλων,

τούτωι δεσπότας μνοΐας κέκλημαι.

τοὶ δὲ μὴ τολμῶντ' ἔχειν δόρυ καὶ ξίφος

καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,

πάντες γόνυ πεπτηῶτες †ἐμὸν

〈⏓–〉 κυνέοντι δεσπόταν 〈⏑⏑–⏑–〉

καὶ μέγαν βασιλῆα φωνέοντες.

27

οὐδὲν ἦν ἄρα τἄλλα πλὴν ὁ χρυσός.

28

οὐδεὶς πώποτ' ἀνὴρ ἔγεντ' Ἀθήναις

29a

οὐκ ἔστιν ἀλωπεκίζειν

οὐδ' ἀμφοτέροισι γίγνεσθαι φίλον.

29b

χρήματα καὶ βίαν Κλειταγόραι τε κἀμοὶ μετὰ Θετταλῶν.

30

οὐ χρὴ πόλλ' ἔχειν θνητὸν ἄνθρωπον† ἀλλ' ἐρᾶν

καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδηι.

31

Βορέας·

33

τὸ Δάτιδος μέλος

34a

[!!!!]α?ι θυγάτη?[ρ

[!]π?λ?ε?[!]α?σ?ιτα φέρων [

[!]αμοι τεμένη β?[!!!!!!!!!]ων[

34b

[ἐ]ν?κέρασον Χαρίτων κρατῆ[ρ]' ἐπι?σ?τ?[ε]- φ?έ?α κρ[!!!!!!! π]ρόπ?ι?[ν]ε | [λό]γον·

σήμαιν' ὅτι παρθένω?ν

ἀπε[ί]ροσ?ι? πλέξομεν ὕμνοις |

[τ]ὰν δορὶ †σώματι κειραμέναν Τρ[οΐ]αν

κ?α?ὶ? [τ]ὸν παρὰ ναυσὶν ἀειμνά[σ]τοις ἁλόντα |

νυκτιβάταν σ?κοπόν.

34c

ὦ Μοῦς?' ἀ?γανό?μ?μ?ατε μᾶτερ

συνεπίσπεο σῶν τέκνων | [!!]!ωι?![!!!]ωι·

ἄρτι βρύουσαν ἀοιδὰν

πρωτοπαγεῖ σοφίαι διαποίκιλον ἐκφέρομεν· |

[!!!!]ο?ι? τέγξαν Ἀχελώιου δρόσ[οι·]

[!!!!] παραπροϊών, ὑφίει? π?όδα,

λῦ' ἑ?ανοῦ | π?τέρ?υ?γ?α?ς?, τάχος ἵεσο

λεπτολίθων [!!!!!!]ν?·

εὖ?· καθόρα πέλαγος,

παρὰ γᾶν | ⸏ἔκφευγε νότου χαλεπὰν

φοβερὰ[ν διαπο]ντοπλανῆ μα?νίαν.