Fragmentum
- Edition reference
- Fragmentum, ed. D. L. Page, Poetae melici Graeci, Oxford: Clarendon Press, 1962 (repr. 1967 (1st edn. corr.)): 361.
- CTS identifier
urn:cts:greekLit:tlg0298.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Προσόδιον ἐς δῆλον}
τῶι γὰρ Ἰθωμάται καταθύμιος ἔπλετο Μοῖσα
ἁ καθαρὰ† καὶ ἐλεύθερα σάμβαλ' ἔχοισα.
Ἀλλ' ὅτε δ' Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντοἨελίου τε καὶ Ἀντιόπης, τότε δ' ἄνδιχα χώρηνδάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός·ἣν μὲν ἔχ' Ἀσωπός, ταύτην πόρε δίῳ Ἀλωεῖ·ἣν δ' Ἐφύρη κτεάτισς', Αἰήτῃ δῶκεν ἅπασαν·Αἰήτης δ' ἄρ' ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν,εἰσόκεν αὐτὸς ἵκοιτ' ἢ ἐξ αὐτοῖό τις ἄλλοςἢ πάις ἢ υἱωνός· ὃ δ' ᾤχετο Κολχίδα γαῖαν.Τὸν δ' ἕλεν ἀμφασίη ῥιπῇ στιβαροῖο σόλοιο,Αἰήτην. οἳ δ' ὥστε θοοὶ κύνες ἀμφιθορόντεςἀλλήλους βρυχηδὸν ἐδήιον· οἳ δ' ἐπὶ γαῖανμητέρα πῖπτον ἑοῖς ὑπὸ δούρασιν ἠύτε πεῦκαιἢ δρύες, ἅς τ' ἀνέμοιο κατάικες δονέουσιν.Ὄφρα θεῷ δεκάτην ἀκροθίνιά τε κρεμάσαιμενσταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο.Τῷ γὰρ Ἰθωμάτᾳ καταθύμιος ἔπλετο μοῖσαἁ καθαρὰ ....... καὶ ἐλεύθερα σάμβαλ' ἔχοισα.Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι. CLEM. AL. Strom. 6, 26, 7: τὰ δὲ Ἡσιόδου μετ-ήλλαξαν εἰς πεζὸν λόγον καὶ ὡς ἴδια ἐξήνεγκαν Εὔμηλός τε καὶ Ἀκουσίλαος(2) οἱ ἱστοριογράφοι. PAUSAN. 2, 1, 1: Εὔμηλος δὲ ὁ Ἀμφιλύτου τῶν Βακχιαδῶν καλου-μένων, ὃς καὶ τὰ ἔπη λέγεται ποιῆσαι, φησὶν ἐν τῆι Κορινθίαι συγγραφῆι (F 1)—εἰ δὴ Εὐμήλου γε ἡ συγγραφή. PAUSAN. 2, 1, 1: ἡ δὲ Κορινθία χώρα μοῖρα οὖσα τῆςἈργείας ἀπὸ Κορίνθου τὸ ὄνομα ἔσχηκε. Διὸς δὲ εἶναι Κόρινθον οὐδένα οἶδαεἰπόντα πω σπουδῆι πλὴν Κορινθίων τῶν πολλῶν· Εὔμηλος δὲ (T 2) ....Ἐφύραν Ὠκεανοῦ θυγατέρα οἰκῆσαι πρῶτον ἐν τῆι γῆι ταύτηι, Μαραθῶνα δὲὕστερον τὸν Ἐπωπέως τοῦ Ἀλωέως τοῦ Ἡλίου φεύγοντα ἀνομίαν καὶ ὕβριντοῦ πατρὸς ἐς τὰ παραθαλάσσια μετοικῆσαι τῆς Ἀττικῆς, ἀποθανόντος δὲἘπωπέως ἀφικόμενον ἐς Πελοπόννησον καὶ τὴν ἀρχὴν διανείμαντα τοῖςπαισίν, αὐτὸν ἐς τὴν Ἀττικὴν αὖθις ἀναχωρῆσαι, καὶ ἀπὸ μὲν Σικυῶνος τὴνἈσωπίαν, ἀπὸ δὲ Κορίνθου τὴν Ἐφυραίαν μετονομασθῆναι. SCHOL. APOLL.RHOD. 4, 1212/14b: αὖθι δὲ νήσωι / δὴν μάλα Φαιήκεσσι μετ' ἀνδράσιναιετάασκον (scil. οἱ Κόλχοι), / εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες, /ἀνέρες ἐνάσσαντο μετὰ χρόνον] Ἐφύρα ἡ Κόρινθος, ἀπὸ Ἐφύρας τῆς Ἐπιμη-θέως θυγατρός· Εὔμηλος δὲ ἀπὸ Ἐφύρας τῆς Ὠκεανοῦ καὶ Τηθύος, γυναικὸςδὲ γενομένης Ἐπιμηθέως. PAUSAN. 2, 3, 10: Εὔμηλος δὲ Ἥλιον ἔφη δοῦναι τὴν χώρανἈλωεῖ μὲν τὴν Ἀσωπίαν, Αἰήτηι δὲ τὴν Ἐφυραίαν. καὶ Αἰήτην ἀπιόντα ἐςΚόλχους παρακαταθέσθαι Βούνωι τὴν γῆν, Βοῦνον δὲ Ἑρμοῦ καὶ Ἀλκιδα-μείας εἶναι· καὶ ἐπεὶ Βοῦνος ἐτελεύτησεν, οὕτως Ἐπωπέα τὸν Ἀλωέως καὶτὴν Ἐφυραίων σχεῖν ἀρχήν. Κορίνθου δὲ ὕστερον τοῦ Μαραθῶνος οὐδέναὑπολειπομένου παῖδα, τοὺς Κορινθίους Μήδειαν μεταπεμψαμένους ἐξ Ἰωλκοῦπαραδοῦναί οἱ τὴν ἀρχήν. (11) βασιλεύειν μὲν δὴ δι' αὐτὴν Ἰάσονα ἐν Κορίνθωι,Μηδείαι δὲ παῖδας μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸἐς τὸ ἱερὸν φέρουσαν τῆς Ἥρας, κατακρύπτειν δὲ ἀθανάτους ἔσεσθαι νομίζου-σαν· τέλος δὲ αὐτήν τε μαθεῖν ὡς ἡμαρτήκοι τῆς ἐλπίδος καὶ ἅμα ὑπὸ τοῦἸάσονος φωραθεῖσαν—οὐ γὰρ αὐτὸν ἔχειν δεομένηι συγγνώμην, ἀποπλέοντα〈δὲ〉 ἐς Ἰωλκὸν οἴχεσθαι—, τούτων δὴ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν, παρα-δοῦσαν Σισύφωι τὴν ἀρχήν. τάδε μὲν οὕτως ἔχοντα ἐπελεξάμην. SCHOL.EURIP. Med. 9 (= 19): ὅτι δὲ βεβασίλευκε τῆς Κορίνθου ἡ Μήδεια, Εὔμηλοςἱστορεῖ καὶ Σιμωνίδης (PLG4 F 48). ὅτι δὲ καὶ ἀθάνατος ἦν ἡ Μήδεια, Μου-σαῖος ἐν τῶι Περὶ Ἰσθμίων (455 F 1) ἱστορεῖ, ἅμα καὶ περὶ τῶν τῆς ἈκραίαςἭρας ἑορτῶν ἐκτιθείς. SCHOL. PINDAR. Ol. 13, 74 f: διὰ τί Μηδείαςἐμνημόνευσεν; ὅτι ἡ Κόρινθος πατρῶιον αὐτῆς κτῆμα γέγονε τούτωι τῶιλόγωι· Ἀλωεὺς γὰρ καὶ Αἰήτης ὁ Μηδείας πατὴρ ἐγένοντο παῖδες Ἡλίουκαὶ Ἀντιόπης· τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν Ἀλωεὺς τὴνἐν Ἀρκαδίαι (?), τὴν δὲ Κόρινθον Αἰήτης. Αἰήτης δὲ μὴ ἀρεσθεὶς τῆι ἀρχῆιΒούνωι μέν τινι Ἑρμοῦ υἱῶι παρέδωκε τὴν πόλιν, εἰπὼν φυλάττειν τοῖς ἐσο-μένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα τῆς Σκυθίας ἀφικόμενος ὤικησε βασι-λεύων. διδάσκει δὲ τοῦτο Εὔμηλός τις ποιητὴς ἱστορικός, εἰπὼν «ἀλλ' ὅτεδ' Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο / Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ' ἄνδιχαχώρην /, δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός· / ἣν μὲν ἔχ' Ἀσωπός,ταύτην πόρε δίωι Ἀλωεῖ, / ἣν δ' Ἐφύρη κτεάτισς', Αἰήτηι δῶκεν ἅπασαν. /Αἰήτης δ' ἄρ' ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν, / εἰσόκεν αὐτὸς ἵκοιτ' ἢ ἐξαὐτοῖό τις ἄλλος, / ἢ παῖς ἢ υἱωνός· ὁ δ' ἵκετο Κολχίδα γαῖαν». Βοῦνος δὲἙρμοῦ καὶ νύμφης τινὸς παῖς. SCHOL. APOLL. RHOD. 3, 1354/6a: οἱ δ' ἤδη κατὰ πᾶσαν ἀναστα-χύεσκον ἄρουραν / γηγενέες κ.τ.λ.] οὗτος καὶ οἱ ἑξῆς στίχοι εἰλημμένοι εἰσὶπαρ' Εὐμήλου, παρ' ὧι φησι Μήδεια πρὸς Ἴδμονα. Σοφοκλῆς δὲ ἐν ταῖςΚολχίσι (F 317 N2) πεποίηκε τὸν ἄγγελον, τοῦ Αἰήτου πυθομένου περὶ τῶνπροειρημένων .... λέγοντα .... ταῦτα δὲ Ἀπολλώνιος παραγέγραφεν. PAUSAN. 2, 2, 2: 〈τάφους δὲ〉 Σισύφου καὶ Νηλέως—καὶ γὰρ Νη-λέα ἀφικόμενον ἐς Κόρινθον νόσωι τελευτῆσαί φασι καὶ περὶ τὸν ἰσθμὸν τα-φῆναι—οὐκ ἂν οἶδ' εἰ ζητοίη τις, ἐπιλεξάμενος τὰ Εὐμήλου· Νηλέως μὲνγὰρ οὐδὲ Νέστορι ἐπιδειχθῆναι τὸ μνῆμα ὑπὸ τοῦ Σισύφου φησί (χρῆναι γὰρἄγνωστον τοῖς πᾶσιν ὁμοίως εἶναι), Σίσυφον δὲ ταφῆναι μὲν ἐν τῶι ἰσθμῶι,τὸν δέ οἱ τάφον καὶ τῶν ἐφ' αὑτοῦ Κορινθίων ὀλίγους εἶναι τοὺς εἰδότας. SCHOL. APOLL. RHOD. 2, 946/54c: αὐτίκα δ' Ἀσσυρίης ἐπέβανχθονός, ἔνθα Σινώπην, / θυγατέρ' Ἀσωποῖο καθίσσατο, καί οἱ ὄπασσεν / παρ-θενίην Ζεὺς αὐτὸς .... ὧς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι / ἱέμενον,ποταμόν τε ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν / τήνγε τις .... δάμασσεν]πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης,ἣν ἁρπάσας Ἀπόλλων ἀπὸ Ὑρίας ἐκόμισεν εἰς Πόντον, καὶ μιγεὶς αὐτῆιἔσχε Σύρον, ἀφ' οὗ οἱ Σύροι. ἐν δὲ τοῖς Ὀρφικοῖς (F 45 Kern) Ἄρεως καὶΑἰγίνης γενεαλογεῖται, κατὰ δέ τινας Ἄρεως καὶ Παρνάσσης, κατ' Εὔμηλονκαὶ Ἀριστοτέλην (IV) Ἀσωποῦ· ... Φιλοστέφανος (IV) δέ φησι τοὐναντίον(scil. ἢ Ἀπολλώνιος) Ἀπόλλωνι αὐτὴν μιγεῖσαν ἀποκυῆσαι τὸν προσαγορευ-θέντα Σύρον. SCHOL. APOLL. RHOD. 1, 146/9: ἡ δὲ Λήδα ἦν Θεστίου θυγάτηρτοῦ βασιλέως τῆς Αἰτωλίας, Ἄρεως υἱοῦ καὶ Δημοδίκης, μητέρα δὲ αὐτῆς〈λέγουσι Δηιδά〉μειαν· Γλαύκου δὲ αὐτὴν τοῦ Σισύφου εἶναι πατρὸς ἐν Κοριν-θιακοῖς λέγει Εὔμηλος καὶ Παντειδυίας μητρός, ἱστορῶν ὅτι τῶν ἵππωνἀπολομένων ἦλθεν εἰς Λακεδαίμονα ὁ Γλαῦκος καὶ ἐκεῖ ἐμίγη Παντειδυίαι,ἣν ὕστερον γήμασθαι Θεστίωι φησὶ 〈καὶ τεκεῖν〉 τὴν Λήδαν, γόνωι μὲν οὖσανΓλαύκου, λόγωι δὲ Θεστίου .... ὅτι δὲ Γλαύκου ἐστὶ θυγάτηρ, καὶ Ἀλκμὰν(F 6 Diehl) αἰνίττεται λέγων «τοὺς τέκε θυγάτηρ Γλαύκω μάκαιρα». [APOLLODOR.] Bibl. 3, 133: Μενέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέν-νησε καὶ κατά τινας (Hesiod. F 99 Rz) Νικόστρατον, ἐκ δούλης 〈δὲ〉 [Πιερίδος] γένος