Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 89–92.
- CTS identifier
urn:cts:greekLit:tlg0306.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΑΣΚΛΗΠΙΟΣ}
1a
{ΑΧΙΛΛΕΥΣ}
περὶ Ἀχιλλ]έως τοῦ Ἀριστάρχου·
Ὁ]μηρείης ἀπὸ βύβλου
[ ]σονα τε? ὃ?ς? πλάσατο
[ ]νονι καὶ τὸν ἄριστον
[ ]ησαμενος
1b
{ΤΑΝΤΑΛΟΣ}
καὶ ταῦτ' ἴσον μὲν εὖ λέγειν, ἴσον δὲ μή·
ἴσον δ' ἐρευνᾶν, ἐξ ἴσου δὲ μὴ εἰδέναι.
πλέον γὰρ οὐδὲν οἱ σοφοὶ τῶν μὴ σοφῶν
εἰς ταῦτα γιγνώσκουσιν. εἰ δ' ἄλλου λέγει
ἄμεινον ἄλλος, τῷ λέγειν ὑπερφέρει
t,2-6
{INCERTARUM FABULARUM FRAGMENTA}
2
Ἔρωτος ὅστις μὴ πεπείραται βροτῶν,
οὐκ οἶδ' ἀνάγκης θεσμόν· ᾧ πεισθεὶς ἐγώ
οὕτω κρατηθεὶς τάσδ' ἀπεστάλην ὁδούς.
οὗτος γὰρ ὁ θεὸς καὶ τὸν ἀσθενῆ σθένειν
τίθησι καὶ τὸν ἄπορον εὑρίσκειν πόρον
3
ὦ θάνατε, σωφρόνισμα τῶν ἀγνωμόνων
4
τάδ' οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος
(πρὸς σὲ λέγω ?)
5
Ταλαός (vel Καλαός ?) pater Parthenopaei
6
ἀείταν