Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 92–94.
- CTS identifier
urn:cts:greekLit:tlg0307.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit,1-3
{ΜΗΔΕΙΑ}
1
{ΑΙΓΕΥΣ·} καὶ γάρ τιν' αὐτὸς ἤλυθον λύσιν μαθεῖν
σοῦ· Πυθίαν γὰρ ὄσσαν, ἣν ἔχρησέ μοι
Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ·
σοὶ δ' εἰς λόγους μολὼν ἂν ἤλπιζον μαθεῖν
2
〈{ΜΗΔΕΙΑ·}〉 εἶἑν· τί δράσεις, θυμέ; βούλευσαι καλῶς
πρὶν ἐξαμαρτεῖν καὶ τὰ προσφιλέστατα
ἔχθιστα θέσθαι. ποῖ ποτ' ἐξῇξας τάλας;
κάτισχε λῆμα καὶ σθένος θεοστυγές.
καὶ πρὸς τί ταῦτα δύρομαι, ψυχὴν ἐμήν
ὁρῶς' ἔρημον καὶ παρημελημένην
πρὸς ὧν ἐχρῆν ἥκιστα; μαλθακοὶ δὲ δή
τοιαῦτα γιγνόμεσθα πάσχοντες κακά;
οὐ μὴ προδώσεις, θυμέ, σαυτὸν ἐν κακοῖς;
οἴμοι, δέδοκται· παῖδες, ἐκτὸς ὀμμάτων
ἀπέλθετ'· ἤδη γάρ με φοινία μέγαν
δέδυκε λύσσα θυμόν. ὦ χέρες χέρες,
πρὸς οἷον ἔργον ἐξοπλιζόμεσθα· φεῦ,
τάλαινα τόλμης, ἣ πολὺν πόνον βραχεῖ
διαφθεροῦσα τὸν ἐμὸν ἔρχομαι χρόνῳ
3
{ΜΗΔΕΙΑ} (πρὸς Ἰάσονα)·
τέλος φ〈θ〉ερεῖς γὰρ αὑτὸν αἰσχίστῳ μόρῳ
δέρῃ βροχωτὸν ἀγχόνην ἐπισπάσας.
τοία σε μοῖρα σῶν κακῶν ἔργων μένει,
δίδαξις ἄλλοις μυρίας ἐφ' ἡμέρας
θεῶν ὕπερθε μήποτ' αἴρεσθαι βροτούς