The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FGrH #392: 3B:278–283.
CTS identifier
urn:cts:greekLit:tlg0308.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3b,392,F

6

εὖ ὑπηγάγετο τὸν παῖδα, ‘μελετῶ (εἶπεν) στρατηγεῖν, ὦ ἄνδρες,

ἐπειδήπερ Περικλῆς ποιεῖν μέν 〈με〉 ἔφη, στρατηγεῖν δ' οὐκ

ἐπίστασθαι. ἆρ' οὖν οὐ κατ' ὀρθόν μοι πέπτωκεν τὸ στρατή-

γημα;’ τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν, ὅτε

πίνοι [ἢ πράσσοι]. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτή-

ριος ἦν, ἀλλ' ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων«.>

7

SCHOL. M AISCHYL. Pers. 432: Ἴων ἐν ταῖς Ἐπιδημίαις παρεῖ-

ναι Αἰσχύλον ἐν τοῖς Σαλαμινιακοῖς φησίν.

8

POLLUX 2, 88: παρὰ δ' Ἴωνι τῶι τραγικῶι ἐν τῶι ἐπιγραφομένωι

Συνεκδημητικῶι καὶ <»σπανοπώγων«> τις ὀνομάζεται.

9

DIOG. LAERT. 2, 23: Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα (scil. τὸν Σω-

κράτη) εἰς Σάμον σὺν Ἀρχελάωι ἀποδημῆσαι.

10

LEX. SABBAIT. p. 1, 20 Pap—Ke: Ἴων εἴρηκεν <»αὐτοφρόνων

καὶ ὁμοσπόνδων«.>

11

PHOT. BEROL. p. 40, 23 Rei: .... ἀντὶ τοῦ Ἀθηναίας φασὶν

ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυ-

ναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ

μαρτυροῦσι καὶ

Δίφιλος ἐν Ἀμαστρίδι (II 543, 10 K)· <καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους

θυγατέρα »Ἀθηναίαν ξένην« φησί,> καὶ Πίνδαρος ἐν Σκολίοις (—).

12

PLUTARCH. Kim. 5, 3: ἦν δὲ καὶ τὴν ἰδέαν οὐ μεμπτός, ὡς Ἴων

ὁ ποιητής φησιν, ἀλλὰ μέγας, οὔληι καὶ πολλῆι τριχὶ κομῶν τὴν κεφαλήν.

13

PLUTARCH. Kim. 9, 1: συνδειπνῆσαι δὲ τῶι Κίμωνί φησιν ὁ Ἴων,

παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου, παρὰ Λαομέδοντι. καὶ τῶν

σπονδῶν γενομένων, παρακληθέντος ἆισαι καὶ ἄισαντος οὐκ ἀηδῶς, ἐπαινεῖν

τοὺς παρόντας ὡς δεξιώτερον Θεμιστοκλέους· ἐκεῖνον γὰρ ἄιδειν μὲν οὐ φάναι

μαθεῖν οὐδὲ κιθαρίζειν, πόλιν δὲ ποιῆσαι μεγάλην καὶ πλουσίαν ἐπίστασθαι.

(2) τοὐντεῦθεν, οἷον εἰκὸς ἐν πότωι, τοῦ λόγου ῥυέντος ἐπὶ τὰς πράξεις τοῦ

Κίμωνος καὶ μνημονευομένων τῶν μεγίστων, αὐτὸν ἐκεῖνον ἓν διελθεῖν στρα-

τήγημα τῶν ἰδίων ὡς σοφώτατον. (3) ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου

πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῶι Κίμωνι δια-

νεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτοὺς χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι

κόσμον αὐτῶν ἔθηκεν, ἠιτιῶντο τὴν διανομὴν ὡς ἄνισον. (4) ὁ δὲ τῶν μερίδων

ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δ' ἂν ἐκεῖνοι καταλίπωσιν ἀγαπήσειν

Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν

μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώ-

τους ἀπέλιπον. (5) καὶ τότε μὲν ὁ Κίμων ἀπήιει γελοῖος εἶναι δοκῶν διανο-

μεύς, τῶν μὲν συμμάχων ψέλια χρυσᾶ καὶ μανιάκας καὶ στρεπτοὺς καὶ κάνδυας

καὶ πορφύραν φερομένων, τῶν δ' Ἀθηναίων γυμνὰ σώματα κακῶς ἠσκημένα

πρὸς ἐργασίαν παραλαβόντων. (6) μικρὸν δ' ὕστερον οἱ τῶν ἑαλωκότων φίλοι

καὶ οἰκεῖοι καταβαίνοντες ἐκ Φρυγίας καὶ Λυδίας ἐλυτροῦντο μεγάλων χρη-

μάτων ἕκαστον, ὥστε τῶι Κίμωνι τεσσάρων μηνῶν τροφὰς εἰς τὰς ναῦς ὑπάρξαι

καὶ προσέτι τῆι πόλει χρυσίον οὐκ ὀλίγον ἐκ τῶν λύτρων περιγενέσθαι.

14

PLUTARCH. Kim. 16, 8: πέμπουσιν οὖν οἱ Λακεδαιμόνιοι Περι-

κλείδαν εἰς Ἀθήνας δεόμενοι βοηθεῖν ..... (9) Ἐφιάλτου δὲ κωλύ-

οντος καὶ διαμαρτυρουμένου μὴ βοηθεῖν .... Κίμωνά φησι Κριτίας (IV)

.... ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν. (10)

ὁ δ' Ἴων ἀπομνημονεύει καὶ τὸν λόγον, ὧι μάλιστα τοὺς Ἀθηναίους ἐκίνησε,

παρακαλῶν μήτε τὴν Ἑλλάδα χωλὴν μήτε τὴν πόλιν ἑτερόζυγα περιιδεῖν

γεγενημένην.

15

PLUTARCH. Perikl. 5, 3: ὁ δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν

ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους, καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ

πολλὴν ὑπεροψίαν ἀναμεμεῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων· ἐπαινεῖ δὲ τὸ

Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσωμένον ἐν ταῖς 〈συμ〉περιφοραῖς.

ἀλλ' Ἴωνα μὲν ὥσπερ τραγικὴν διδασκαλίαν ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι

πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν.

16

PLUTARCH. Perikl. 28, 7: θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι

καταπολεμήσαντα τοὺς Σαμίους φησὶν αὐτὸν (scil. τὸν Περικλέα) ὁ

Ἴων, ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν, αὐτοῦ δὲ μησὶν

ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος.

17a

PLUTARCH. De fort. Rom. 1 p. 316 D: Ἴων μὲν οὖν ὁ ποιη-

τὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιό-

τατον πρᾶγμα τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίνεσθαι

δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν,

εἰς δύναμιν, εἰς ἡγεμονίαν.

17b

—Quaest. symp. 8, 1, 1 p. 717 B: οὐ φαύλως

εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστ' αὐτῆι

ὅμοια ποιεῖ.

18

POLLUX 2, 95 (TZETZ. Chil. 3, 957/8): ὁ δὲ Νικοκλέους τοῦ Κυπρίου πατὴρ

.... (τὸ μὲν ὄνομα αὐτῶι Τίμαρχος ἦν), διστοίχους δ' εἶχεν ἄρα τῶι Ἀριστοτέλους λόγωι

(F 527 Rose) τοὺς ὀδόντας, κατὰ δὲ τὴν Ἴωνος τοῦ Χίου δόξαν (FTG p. 738, 30 N2)

τριστοίχους Ἡρακλῆς.

19

POLLUX 6, 98: βομβυλιὸς δὲ τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐν τῆι πόσει,

ὡς Ἀντισθένης ἐν Προτρεπτικῶι· τὸ δὲ ποτήριον Ἴων (p. 745, 64 N2) ἐκάλεσεν.

20

VARRO De orig. ling. Lat. fr. 46 p. 201 Goetz—Schoell: ut Ion

scribit, quinta vicesima est littera quam vocant agma, cuius forma nulla

est .... Graeci et Accius noster bina g scribunt, alii n et g.

21

PHRYNICH. Ekl. 287 Ruth: παραθήκην Ἱππίαν (Vorsokr.5 86 [79] B 10)

καὶ Ἴωνά τινα συγγραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν ὡς

Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης.

22

PLUTARCH. De prof. in virt. 8 p. 79 DE (STOB. Floril. 3, 29, 89): ἀλλ' οἵ

γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων

πάντων ὠφελεῖσθαι δύνανται .... οἷα καὶ περὶ Αἰσχύλου λέγεται καὶ περὶ ἄλλων ὁμοίων.

Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον

ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον ‘ὁρᾶις’ ἔφη, ‘οἷον ἡ ἄσκησίς ἐστιν· ὁ πεπληγὼς σιωπᾶι, οἱ

δὲ θεώμενοι βοῶσιν’.

23

VITA SOPHOKL. 20: ἠθοποιεῖ τε καὶ ποικίλλει (scil. Σοφοκλῆς) καὶ τοῖς ἐπι-

νοήμασι τεχνικῶς χρῆται, Ὁμηρικὴν ἐκματτόμενος χάριν, ὅθεν εἰπεῖν † Ἰωνικόν τινα μό-

νον Σοφοκλέα τυγχάνειν Ὁμήρου μαθητήν.

24a

HARPOKR. s.v. Ἴων· (T 3) φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν

ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους (?)· ἐν ἐνίοις δὲ καὶ

πληθυντικῶς ἐπιγράφεται »Τριαγμοί«, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ

Νικαεὺς ἀναγράφουσιν. ** δὲ ἐν αὐτῶι τάδε <»** ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα

τρία καὶ [πλέον τοῦδε] πλείω 〈οὐδὲν οὐδὲ〉 ἐλάσσω [τούτων τῶν τριῶν].

ἑνὸς ἑκάστου ἀρετὴ τριάς, σύνεσις καὶ κράτος καὶ τύχη«.>

24b

ISOKRAT.

II. ἀντιδ. 268: τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων,

Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ νεῖκος καὶ φιλίαν ἐν αὐτοῖς, <Ἴων δ' οὐ πλείω τριῶν,>

Ἀλκμαίων δὲ δύο μόνα, Παρμενίδης δὲ καὶ Μέλισσος ἕν, Γοργίας δὲ παντελῶς οὐδέν.

24c

PHILOPON. De gen. et corr. p. 207, 18 Vit.: <πῦρ μὲν καὶ γῆν ὑπέθετο> Παρ-

μενίδης, ταὐτὰ δὲ <μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγωιδοποιός,> Ἐμπεδοκλῆς

δὲ τὰ τέσσαρα ὑπέθετο.

25a

DIOG. LAERT. 8, 8: Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν (scil.

Πυθαγόραν) ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα.

25b

CLEM. AL. Strom. 1, 131, 4:

Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. (5)

Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς Ὀρφέα 〈ἀναφερομένης〉 ποιήσεως Κέρκωπος εἶναι λέγει

τοῦ Πυθαγορείου τὴν Εἰς Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ

Φυσικὰ Βροντίνου.

25c

SUDA s.v. Ὀρφεὺς Λειβήθρων· .... ἔγραψε Τριασμούς (λέγον-

ται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ)· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα, Κλήσεις κοσ-

μικαί, Νεοτευκτικά, Ἱεροὺς λόγους ἐν ῥαψωιδίαις κ̅δ̅ (λέγονται δὲ εἶναι Θεογνήτου τοῦ

Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου) .... καὶ Φυσικά, ἃ Βροντίνου φασίν.

26

AET. Plac. 2, 25, 11 (Doxogr. p. 356 b 21): Περὶ σελήνης οὐσίας .....

Ἴων σῶμα τῆι μὲν ὑελοειδὲς διαυγές, τῆι δὲ ἀφεγγές.

HARPOCR. u. Ἴων. Ἰσοκράτης ἐν τῶι Περὶ τῆς ἀντιδόσεως [s. A 6]. Ἴωνοςτοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς

3b,392,F

17a

δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ καὶ μέλη πολλὰ καὶ τραγωιδίας καὶ

24a

φιλόσοφόν τι σύγγραμμα τὸν <Τριαγμὸν> ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντι-

λέγεσθαί φησιν ὡς Ἐπιγένους. ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται <Τριαγμοί>,

καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι κτλ. [s. B 1].

ARISTOPH. Pax [Frühj. 421] 832ff.

3b,392,F

9

οὐκ ἦν ἄρ' οὐδ' ἃ λέγουσι, κατὰ τὸν ἀέρα

ὡς ἀστέρες γιγνόμεθ', ὅταν τις ἀποθάνηι; —μάλιστα. —καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ

3b,392,F

12

Ἴων ὁ Χῖος; —ὅνπερ ἐποίησεν πάλαι

18

ἐνθάδε, τὸν Ἀοῖόν ποθ'· ὡς δ' ἦλθ', εὐθέως

Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα. SCHOL. Ἴων ὁ Χῖος: διθυράμβων καὶ τραγωιδίας καὶ μελῶν ποιητής.ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχή <‘ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίουλευκῆι πτέρυγι πρόδρομον’> [fr. 9 Diehl]. φαίνεται δὲ τετελευτηκὼς ἐκτούτων. παίζων οὖν ὁ Ἀριστοφάνης Ἀοῖον αὐτόν φησιν ἀστέρα κληθῆναι.

3b,392,F

11

περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα καὶ παιᾶνας καὶ

13

ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν

19

λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ

13

Κτίσις [Χίου] καὶ <Κοσμολογικὸς> [d. i. <Τριαγμός>] καὶ Ὑπομνήματα [d. i.

21

Ἐπιδημίαι] καὶ ἄλλα τινά. —καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύ-

ραμβον καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι Ἀττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν

προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις (Σωκράτους δὲ τοῦ φιλοσόφου ἔστιν εἰς

3b,392,F

13

αὐτὸν λόγος λεγόμενος Ἴων). μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις

[fr. 83 b Schn.], ὅτι πολλὰ ἔγραψε.

3b,392,F

22

SUID. Ἴων Χῖος. τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους,

ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς π̅β̅ ὀλυμπιά-δος [452—449]. δράματα δὲ αὐτοῦ ι̅β̅, οἱ δὲ λ̅, ἄλλοι δὲ μ̅ φασίν. (οὗτος ἔγραψε

3b,392,F

22

περὶ μετεώρων καὶ συνθέτους λόγους· ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν

φησι. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χῖονκεράμιον.)

3b,392,F

13

[LONGIN.] de subl. 33, 5 τί δ'; ἐν μέλεσι μᾶλλον ἂν εἶναι Βακχυλίδης

22

ἕλοιο ἢ Πίνδαρος, καὶ ἐν τραγωιδίαι Ἴων ὁ Χῖος ἢ νὴ Δία Σοφοκλῆς; ἐπειδὴ οἱ μὲν

24a

ἀδιάπτωτοι καὶ ἐν τῶι γλαφυρῶι πάντη κεκαλλιγραφημένοι, ὁ δὲ Πίνδαρος καὶ

13

ὁ Σοφοκλῆς ὁτὲ μὲν οἷον πάντα ἐπιφλέγουσι τῆι φορᾶι, σβέννυνται δ' ἀλόγως

πολλάκις καὶ πίπτουσιν ἀτυχέστατα. ἦ οὐδεὶς ἂν εὖ φρονῶν ἑνὸς δράματος, τοῦ

Οἰδίποδος, εἰς ταὐτὸ συνθεὶς τὰ Ἴωνος ἀντιτιμήσαιτο ἑξῆς. C.I.G. I 395 = ed. min. 604 [Ἴ]ων ἀνέθηκεν ἄγ[αλμα— —τ]ῆι Ἀθηναίηι.

3b,392,F

24b

ISOCR. XV 268 τοὺς λόγους τοὺς τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπει-ρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ Νεῖκος καὶ

24c

Φιλίαν ἐν αὐτοῖς, Ἴων δ' οὐ πλείω τριῶν. PHILOP. d. gen. et corr. p. 207, 18 Vit.

πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταὐτὰ δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ

τραγωιδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο.

AËT. II 25, 11 (D. 356) (περὶ σελήνης οὐσίας) Ἴων σῶμα τῆι μὲν ὑελοει-δὲς διαυγές, τῆι δ' ἀφεγγές.{ΙΩΝΟΣ ΤΡΙΑΓΜΟΣ} HARPOCR. unter Ἴων ἀναγράφουσι

3b,392,F

24a

δὲ ἐν αὐτῶι τάδε· <ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα τρία καὶ

οὐδὲν πλέον ἢ ἔλασσον τούτων τῶν τριῶν. ἑνὸς ἑκάστου

3b,392,F

15

ἀρετὴ τριάς· σύνεσις καὶ κράτος καὶ τύχη>.

25a

DIOG. VIII 8 Ἴων δὲ ὁ Χῖος ἐν <τοῖς Τριαγμοῖς> φησιν αὐτὸν [Pytha—

goras] ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα. CLEM. Str. I 131 (II 81, 11 St.)

25b

Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ.

Ἐπιγένης δὲ κτλ. [s. I 105, 31]. Harpocr. A 1 und SUID. u.

3b,392,F

16

Ὀρφεύς: ἔγραψε Τριαγμούς, λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ

Ἱεροστολικὰ καλούμενα.

3b,392,F

17a

PLUT. de fort. Rom. 1 p. 316 D Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖςδίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα

τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν.

17b

Vgl. Quaest. conv. VIII 1, 1 ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς <τύχης>ὅτι <πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστα αὐτῆι ὅμοια ποιεῖ>.

VARRO de origine linguae Latinae S. 201 Goetz ut Ion scribit,

3b,392,F

20

quinta et vicesima est littera quam vocant agma, cuius forma nulla est et

vox communis est Graecis et Latinis ut aggulus ... LEXICUM SABBAITICUM ed. Papadopulos αὐτοφρόνων· Ἴων εἴ-ρηκεν· <αὐτοφρόνων καὶ ὁμοσπόνδων>. DIOG. I 119ff. φησὶ δὲ Δοῦρις ἐν τῶι δευτέρωι τῶν Ὥρων[Σαμίων fr. 51 FHG II 481] ἐπιγεγράφθαι αὐτῶι [Pherekydes]

3b,392,F

19

τὸ ἐπίγραμμα τόδε·

τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δ' ἔτι πλεῖον, Πυθαγόρηι τὠμῶι λέγε [?] ταῦθ', ὅτι πρῶτος ἁπάντων ἔστιν ἀν' Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδ' ἀγορεύων.

3b,392,F

22

Ἴων δ' ὁ Χῖός φησι περὶ αὐτοῦ·

<ὣς ὁ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν> ... CLEONID. Is. harm. 12 [Mus. scr. ed. Jan p. 202, 9] ἐπὶ μὲνοὖν τοῦ φθόγγου χρῶνται τῶι ὀνόματι [τόνος] οἱ λέγοντες ἑπτάτονον τὴνφόρμιγγα καθάπερ Τέρπανδρος καὶ Ἴων. ὁ μὲν γάρ φησιν· ‘ἡμεῖς τοι ... ὕμνους’[fr. 4 Diehl], ὁ δέ· <ἑνδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα εἰς (?) συμφωνούσας ἁρμονίας τριόδους, πρὶν μέν ς' ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι> ...