The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 115–128.
CTS identifier
urn:cts:greekLit:tlg0309.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΑΔΡΑΣΤΟΣ}

ἀργᾶς

2

{ΑΖΑΝΕΣ}

〈{ΧΟ.}〉 νῦν οὖν ἡμεῖς ἱκέται θαλλοὺς

στεφέων τε σέβας τίθεμεν πρὸ ποδῶν

τῶν σῶν, λῆξαι

τῆς ἀστόργου Ζηνὸς θυσίας

tit,3-5

{ΑΘΛΑ (vel ΑΘΛΟΙ) 〈ΣΑΤΥΡΟΙ?〉}

3

〈{Α.}〉 πότερα θεωροῖς εἴτ' ἀγωνισταῖς λέγεις;

〈{Β.}〉 πόλλ' ἐσθίουσιν, ὡς ἐπασκούντων τρόπος.

〈{Α.}〉 ποδαποὶ γάρ εἰσιν οἱ ξένοι; 〈{Β.}〉 Βοιώτιοι.

4*

γυμνοὶ γὰρ †ὤθουν φαιδίμους βραχίονας

ἥβῃ σφριγῶντες ἐμπορεύονται, νέῳ

στίλβοντες ἄνθει καρτερὰς ἐπωμίδας·

ἅδην δ' ἐλαίου στέρνα καὶ †ποδῶν κύτος

χρίουσιν ὡς ἔχοντες οἴκοθεν τρυφήν

5

ἰσάργυρόν τ' εἰς χεῖρα Κυπρίου λίθου

δώσουσι κόσμον χριμάτων τ' Αἰγυπτίων

〈ἄλειμμα?〉

tit,6-11

{ΑΙΘΩΝ ΣΑΤΥΡΙΚΟΣ}

6

×〉 ἐν κενῇ γὰρ γαστρὶ τῶν καλῶν ἔρως

οὐκ ἔστι· πεινῶσιν γὰρ ἡ Κύπρις πικρά

7

κεκερματίσθω δ' ἄλλα μοι παροψίδων

κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα

8

πεταλίδων δέ τοι συῶν

×–⏑〉 †μορφαῖς ταῖσδε πόλλ' ἐπάιον

9

〈{ΣΑΤ. Α·}〉 μῶν Ἁχελῷος ἦν κεκραμένος πολύς;

〈{ΣΑΤ. Β·}〉 ἀλλ' οὐδὲ λεῖξαι τοῦδε τῷ γένει θέμις.

〈{ΣΑΤ. Α·}〉 καλῶς μὲν οὖν †ἄγειν σκύθη† πιεῖν

10

×〉 βακκάρει χρισθέντα καὶ ψυκτηρίοις

πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα

11

{ΣΑΤ·} χαῖρ' ὦ Χάρων, χαῖρ' ὦ Χάρων, χαῖρ' ὦ Χάρων, —

ἦ που σφόδρα θυμοῖ;

tit,12-15

{ΑΛΚΜΕΩΝ ΣΑΤΥΡΙΚΟΣ}

12,13

{ΣΑΤ·} καρυκκοποιοὺς προσβλέπων βδελύσσομαι

sc. τοὺς Δελφούς

**

{ΣΑΤ·} τίς ὑποκεκρυμμένος μένει,

†σαραβάκων κοπίδων συνομώνυμε;

14

ἀλλ' ὡς τάχιστα μέλανα δεῦρ' ἀμνὸν φέρειν

κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας

15

ἀμηνίτως

16

{ΑΛΦΕΣΙΒΟΙΑ}

ἔναστρος ὥστε μαινάς

16a

{ΕΡΓΙ[ΝΟΣ}

17

{ΗΦΑΙΣΤΟΣ ΣΑΤΥΡΙΚΟΣ}

〈{ΔΙ.}〉 θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ.

〈{ΗΦ.}〉 τὸ δεύτερον 〈δὲ〉 τῷ με κηλήσεις τρόπῳ;

〈{ΔΙ.}〉 μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.

〈{ΗΦ.}〉 ὕδωρ δὲ νίψαι χεῖρας οὐ πρόσθεν δίδως;

〈{ΔΙ.}〉 ἡνίκα τράπεζά γ' ἐκποδὼν ἀπαίρεται

tit,18-18a

{ΘΗΣΕΥΣ}

18

Ἄρτεμις Σαρωνία

18a

ὀξυπρῴρῳ (ταύρῳ)

tit,19-23

{ΙΡΙΣ ΣΑΤΥΡΟΙ}

19

λιθάργυρος {δ'}

ὄλπη παρῃωρεῖτο χρίματος πλέα

τὸν Σπαρτιάτην γραπτὸν {κύρβιν} ἐν διπλῷ ξύλῳ

〈κύρβιν〉

20

Διόνυσος ἀκατάσχετος

21

ἀκτηρίς

22

ἐκολλόπωσε

23

σελῆναι

23a

{ΚΑΤΑΠΕΙΡΑ}

δίχολοι γνῶμαι

tit,24,43,25

{ΚΥΚΝΟΣ}

24,43

Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν

**τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε

25

πεινῶντι δ' ἀνδρὶ μᾶζα τιμιωτέρα

χρυσοῦ τε κἀλέφαντος

26

{ΛΙΝΟΣ ΣΑΤΥΡΙΚΟΣ}

{οἱ Σάτυροι}

ῥιπτοῦντες ἐκβάλλοντες ἀγνύντες, τί μ' οὐ

λέγοντες· ὦ κάλλιστον Ἡρακλεί〈διον〉

λάταξ

tit,27-28

{ΜΟΙΡΑΙ 〈ΣΑΤ.?〉}

27

πολὺς †γὰρ ὅμιλος

πόντιος κυκλοσοβῶν, ἐνάλιος θεωρία,

χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός

28

〈{ΣΙΛ. ?}〉 βαβαὶ βαβαί, βήσομαι γυναῖκας

29

{ΜΩΜΟΣ}

Ἄρης ὁ λῃστὴς ξὺν δορὶ ξὺν ἀσπίδι

tit,30-31

{ΟΙΔΙΠΟΥΣ}

30

ἀκάθαρτον

31

ἐκλωτίζεται

tit,32-35

{ΟΜΦΑΛΗ ΣΑΤΥΡΙΚΗ}

32

×–⏑ ὡς εὔδουλος, ὡς εὔοικος ἦν

{sc. ὁ σάτυρος}

33

{ΣΑΤ.} ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι

τὸ γράμμα φαίνων· δέλτ', ἰῶτα καὶ τρίτον

οὖ, νῦ τό τ' ὖ πάρεστι, κοὐκ ἀπουσίαν

ἐκ τοὐπέκεινα σὰν τό τ' οὖ κηρύσσετον

34

ἡλίσκετ' ἆρα καὶ πρὸς ἀσθενῶν ταχύς

καὶ πρὸς χελώνης αἰετὸς βραχεῖ χρόνῳ

35

Φαναῖος Ἀπόλλων

36

{ΠΕΙΡΙΘΟΥΣ}

ἀμφερκῆ πίθον

37

{ΦΙΛΟΚΤΗΤΗΣ}

{ΑΓΑΜ.} ὥρα βοηθεῖν ἐστ'· ἐγὼ δ' ἡγήσομαι.

προσβαλλέτω τις χεῖρα φασγάνου λαβῇ,

σάλπιγγι δ' ἄλλος ὡς τάχος σημαινέτω·

ὥρα ταχύνειν, ἐλελελεῦ

38

{ΦΡΙΞΟΣ}

Πελεός

t,40-[56]

{INCERTARUM FABULARUM FRAGMENTA}

40

Ταραντῖναι βαφαί

41

×– ἐδεξιοῦτο Βιβλίνου μέθης

ἐκπώματι

42

×–⏑–× ἦ τοσούσδ' Αἴτνη τρέφει

κοχλίας κεράστας;

44

ἥκω πεπραγὼς δεινά, σὺ δ' ὑγίαινέ μοι

47

χάσκοντα λιμῷ μόσχον ὡς χελιδόνος

48

αἰόλη

49*

καιρότερον

50

κύτταροι

51?

μάλευρον

52

νυμφόβας sc. ὁ Σιληνός

53?

πανόπτης Ζεύς

54

ἀλιάποδα?

55

δραχμῇ παχείᾳ?

56*

οἴνη