The Greek Library Author

Acta Joannis

Acta Joannis (recenscio)

Scientific editors
Maximilian Bonnet
Edition reference
Acta apostolorum apocrypha · Leipzig · Mendelssohn · 1898
CTS identifier
urn:cts:greekLit:tlg0317.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 2

2 ἀνήνεγκαν πρὸς βασιλέα οὕτως·

Chapter 3

3 Αὐτοκράτορι Καίσαρι Σεβαστῷ νικητῆ τροπαούχῳ· γνωστὸν ἔστω σοι ὅτι Ἰωάννης τις ὀνόματι, τῷ γένει Ἰουδαῖος, τῆς θρησκείας τῶν Γαλιλαίων, καταλαβὼν τὴν Ἀσίαν, ἔτι μὴν καὶ τὴν δουλικήν σου πόλιν Ἐφεσίων, ἐξέστησε πάντας καὶ ἀνέτρεψεν ἐκ τῆς πατροπαραδότου θρησκείας, ἕλκων πάντας ὀπίσω αὐτοῦ, ὥστε γενέσθαι ξένον ὄνομα καὶ ἔθνος ἕτερον· καὶ εἰ μὴ σπεύσας τοῦτον ταχέως σβέσῃς, ἀπώλεσε καὶ τὸ ἔθνος καὶ τὴν χώραν.

Chapter 5

5 Ὁ δὲ βασιλεὺς Ἀδριανὸς ταῦτα ἀκούσας ἀπέστειλε ταχυδρόμους στρατιώτας μεταστείλασθαι τὸν ἀπόστολον πρὸς αὐτόν. οἱ δὲ στρατιῶται σπεύσαντες κατέλαβον τὴν Ἔφεσον. καὶ δὴ ἐρωτήσαντες Ποῦ φησίν ἐστιν Ἰωάννης ὁ Γλιλαῖος; ὑπέδειξαν αὐτοῖς τὸ κελλίον ὑμῶν. οἳ δὲ ἐγγίσαντες εὗρον τὸν θεολόγον καὶ λέγουσιν αὐτῷ· Σὺ εἶ Ἰωάννης ὁ Γαλιλαῖος; Ὃ δὲ Ναί φησιν, ἐγώ εἰμι. Οἳ δὲ ἰδόντες τὴν ἀρετὴν τοῦ ἀνθρός, τό τε ταπεινὸν αὐτοῦ καὶ ἡσύχιον, ἅμα δὲ καὶ τὸ εὐπρεπὲς τοῦ προσώπου, μᾶλλον ἐτίμησαν τὸν ἄνδρα· καὶ μετὰ αἰδοῦς λέγουσιν αὐτῷ· Καλεῖ σε ὁ βασλεὺς Ῥωμαίων· δεῦρο, πορεύθητι μεθʼ ἡμῶν. Ὁ δὲ θεολόγος ταύτην τὴν ἀγγελίαν δέξαγειτόνων μενος ταχέως ἀναστὰς καὶ λαβὼν τὸ πάλλιον αὐτοῦ ἔθηκεν ἐν αὐτῷ φοίνικας ὡσεὶ χεῖρας δύο· καὶ ἐξελθὼν λέγει αὐτοῖς· Δεῦτε καὶ πορευθῶμεν.

Chapter 6

6 Αὐτίκα γοῦν λαβόντες οἱ στρατιῶται τὸν Ἰωάννην, κἀμὲ ἐπιτρέψαντες ἀκολουθεῖν, ἐπορεύθημεν μετὰ σπουδῆς. καὶ ἀνύσαντες ὁδὸν ἡμερῶν ἑπτὰ οὐθενὸς βρώματος μετέλαβεν ὁ Ἰωάννης. ὁρῶντες δὲ αὐτὸν οἱ στρατιῶται ἄσιτον διαμένοντα, ἔσχαλον δεδοικότες μή πως ἐκ τῆς πολλῆς ἀσιτίας ἀτονύσας τῆς ζωῆς ἀφαιρεθῇ καὶ τούτοις οἴκτιστον θάνατον ὑπὸ τοῦ βασιλέως ἐπάξῃ, ἐδεξιοῦντο αὐτὸν προσκυλινδούμενοι τοῖς τούτου ποσὶ βρώσεως μεταλαβεῖν. ὁ δὲ θεολόγος θέλων αὐτοὺς θεραπεῦσαι, λαβὼν ἐκ τῶν φοινίκων ὧν εἶχε δεδεμένων ἐν τῷ παλλίῳ αὐτοῦ ἔφαγεν ἔμπροσθεν αὐτῶν. οἱ οὖν στρατιῶται ἰδόντες αὐτὸν βρώσεαως μεταλαβόντα εὐθυμήσαντες σπουδαῖοι τὴν πορείαν πρὸς τὴν Ῥώμην ἐποιοῦντο.

Chapter 7

7 Καὶ δὴ φθάσαντες τὴν Ῥώμην παρέστησαν τὸν ἀπόστολον τῷ βασιλεῖ. ὁ δὲ ἀπόστολος εἰσελθὼν ἐνώπιον τοῦ βασιλέως καὶ ἐγγίσας αὐτὸν ἐφίλησεν αὐτὸν κατὰ τοῦ στέρνους καὶ τῆς κεφαλῆς. ὁ δὲ βασιλεὺς πρὸς αὐτὸν ἔφη· Πῶς σὺ ἐμὲ πεφίληκας; ἐγὼ γάρ εἰμι ἄνθρωπος· σὺ δὲ ὡς ἀκούω θεὸν ἐπουράνιον προσκυνεῖν καὶ σέβειν πάντας ἀνθρώπους διθάσκεις. Ὁ δὲ θεολόγος πρὸς τὸν βασιλέα ἔφη· Ἐπειδὴ γέγραπται Καρθία βασιλέως ἐν χειρὶ κυρίου· καὶ πάλιν Χεὶρ κυρίου ἐπὶ κορυφὴν βασιλέως, τούτου χάριν πεφίληκά σου τὸ στῆθος καὶ τὴν κορυφήν.

Chapter 8

8 Ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὴν ἀπόκρισιο τοῦ θεολόγου ἔφη πρὸς αὐτόν· Ἀγγελία μοι ἦλθε περὶ σοῦ ὅτιπερ ἐξέστησας ὅλον τὸ ἔθνος καὶ μάλιστα τῶν Ἐφεσίων ἐν φαντασίαις τινὲς καὶ μαγικαῖς χρώμενος μαγγανείαις· ἀλλὰ καὶ ἕτερον θεὸν κηρύττεις καὶ προσκυνεῖς παρὰ τοὺς ὄντας θεοὺς τοὺς παῤ ὑμῶν σεβομένους· πλὴν πειράσομαι καὶ γνώσομαι εἰ βοηθήσει ὁ θεὸς ὃν κηρύττεις.

Chapter 9

9 Εἶτα προσκαλεσάμενος ὁ βασιλεὺς μάγον τινὰ ἐπίσημον ἐργάτην τοῦ διαβόλου λέγει αὐτῷ· Σκεύασόν μοι δηλητήριον τοιοῦτον ὥστε μόνωρον γενέσθαι τὸν ἁψάμενον αὐτό. Ταῦτα ἀκούσας ὁ μάγος παρὰ τοῦ βασιλέως ἀπελθὼν ἐποίησε τὸ ἐπιταχθὲν αὐτῷ παρὰ τοῦ βασιλέως καὶ φέρει αὐτῷ, καί φησιν ὁ βασιλεύς· Δοθήτω Ἰωάννῃ τῷ Γαλιλαίῳ. Καὶ γεμίσας ὁ μάγος τὴν κύλικα, ἐπιδίδωσι τῷ θεολόγῳ. ὃ δὲ δεξαμενος τὸ φάρμακον καὶ κατασφραγισάμενος αὐτὸ καὶ ἐπικαλεσάμενος τὸν κύριον ὑμῶν Ἰησοῦν Χριστὸν ἔπιεν αὐτὸ ὥσπερ μεθʼ ἡδονῆς πολλῆς.

Chapter 10

10 Αὐτοῦ δὲ μηδὲν πάσχοντος τὸ σύνολον ἔμεινεν ὁ βασιλεὺς καὶ ὁ μάγος καὶ πάντες οἱ σὺν αὐτοῖς ἐννεοί, ἐξιστάμενοι καὶ θαυμάζοντες πῶς ἔμεινεν ἀβλαβὴς ἀπὸ τοῦ φαρμάκου ὁ θεολόγος. ἤρξατο οὖν μέμφεσθαι ὁ βασιλεὺς τὸν μάγον ὡς μὴ σκευάσαντος αὐτοῦ δόκιμον τὸ δηλητήριον. ὁ δὲ θεολόγος λέγει πρὸς τὸν βασιλέα· Βασιλεῦ γνῶθι ὅτι τὸ μὲν δηλητήριον θόκιμόν ἐστιν· ἀλλ᾿ ὁ Χριστὸς καὶ θεός μου ὁ εἰπὼν ἡμῖν ὅτι κἂν θανάσιμόν τι πίωσιν οἱ πιστεύοντες εἰς αὐτόν, οὐ μὴ αὐτοὺς βλάψῃ, αὐτὸς καὶ τοῦτο καὶ πάσας τὰς μαγγανείας τοῦ διαβόλου καὶ τῶν τούτου ὑπηρετῶν ἀφανεῖς καὶ ἀθοκίμους ἐργάζεται. εἰ δὲ βούλει βασιλεῦ τὴν ἀλήθειαν τῶν λεγομένων μαθεῖν, κέλευσον ἐνεχθῆναι ἕνα θέσμιον ἐξ ὧν ἔχεις ἐν τῷ δεσμωτηρίῳ· καὶ πειράσωμεν τοῦ θηλητηρίου τὴν ἐνέργειαν. Ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα παρὰ τοῦ θεολόγου τὸ τάχος ἐποίησε καὶ ἤγαγεν ἕνα δέσμιον καὶ λέγει τῷ μάγῳ· Πλήσας τὴν κύλικα ἐκ τοῦ δηλητηρίου θὸς αὐτῷ πιεῖν. Ὁ δὲ θεολόγος λέγε· Οὐχί, ἀλλὰ κλύσας τὴν φιάλην ἣν ἐξέπιον μεθ᾿ ὕθατος δοθήτω αὐτῷ· καὶ ἔδωμεν τί τὸ ἀποβησόμενον. Καὶ κλύσας τὸ ποτήριον μεθ᾿ ὕδατος ὁ μάγος καὶ τῷ ἀνθρώπῳ ἐπιδώσας, παραχρῆμα πιὼν ἀπέψυξεν.

Chapter 11

11 Ἰδόντες δὲ ὅ τε βασλεὺς καὶ οἱ σὺν αὐτῷ πάντες ἐφοβήθησαν σφόδρα. τότε λέγει ὁ θεολόγος· Επειδὴ αἴτιος θανάτου γέγονα τοῦ ἀνθρώπου τούτου, χρή με λοιπὸν καὶ εὐξαμένου μου ἐγεῖραι αὐτόν. Καὶ στὰς ἐπὶ ὥραν μίαν καὶ εὐξάμενος ἤγειρε τὸν τεθνηκότα ἔμπροσθεν τοῦ βασιλέως καὶ τῶν συνόντων αὐτῷ πάντων.

Chapter 12

12 Τότε ἰδὼν ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ἐπίστευσαν πολλοὶ τῷ θεῷ καὶ τῷ ἀποστόλῳ. ὁ δὲ βασιλεὺς ἰδὼν ὅτι εὔλογον αἰτίας εὑρίσκει καθʼ ὑμῶν λέγει τῷ ἀποστόλῳ· Ἐπειδὴ κατηγορίας ἐδεξάμην κατὰ σοῦ καὶ θεσμοὶ βασιλικοί εἰσι νὴ ἀτιμωρήτους ἐξέρχεσθαι τοὺς κατηγορουμένους, κελεύομέν σε ἐν νήσῳ τινὶ ἀπενεχθῆναι λεγομένη Πάτμῳ ἄχρι καιροῦ. Ὁ δὲ θεολόγος λέγει αὐτῷ· Ποίει ὃ βούλῃ.

Chapter 13

13 Ὁ δὲ βασιλεὺς ἀπέστειλεν ὑμᾶς ἐν τῇ νήσῳ,

Chapter 14

14 τριετῆ χρόνον ποιήσαντες ἐν Πάτμῳ τοῦ δὲ βασιλέως Ῥωμαίων τοῦ βίου τούτου ἐξελθόντος κατὰ τοὺς καιροὺς τῆς ἐξορίας Ἰωάννου, αὐτίκα καὶ ὁ ἀπόστολος διὰ τὸ μὴ εἶναι πλοῖον ἐν τῇ νήσῳ ὅπερ ἐξορμήσει πρὸς τὴν στερεὰν γῆν ξύλου εὐτελοῦς ἐπιλαβόμενος φελλοῦ τοὔνομα καὶ τοῦτο ἐπιθήσας ἐπὶ τὰ νῶτα τῆς θαλάσσης καὶ ἐπιβιβάσας ἑαυτὸν ἐπὶ τὸ ξύλον κἀμὲ ἐπιτρέψας ἀνελθεῖν, εὐθυδρομεῖν ἠπείγετο ἄντκρυς τῆς τῶν Μιλησίων πόλεως. ἰδοῦσα δὲ ἡ θάλασσα τὸν τοῖ κυρίου ἀπόστολον καὶ ἠγαπημένον μαθητὴν καθάπερ εὔσημος δούλη τὰ νῶτα ὑφαπλώσασα τοῦτον μετὰ πάσης εὐλαβείας πρὸς τὴν γῆν παραστῆσαι ἐσπούδασεν.

Chapter 15

15 Ἀποβάντος δὲ αὐτοῦ ἀπὸ τῆς θαλάσσης ἐν ἀκτῇ τινι ὡς ἀπὸ ὀκτὼ σημείων τ(??)ς πόλεως Μιλήτου εὗρεν ἐκεῖσε κώμην μικράν. καὶ εἰσελθὼν ἐν αὐτῇ, καὶ καθίσαντος ἐπάνω πέτρας, ὡς ἔθος ἦν τῷ ἀποστόλῳ ποεῖν εἰς πάντα τὰ ἔθνη ἃ ἐδίδαξε, πεποίηκε καὶ ἐν τῇ κώμῃ ταύτῃ, καὶ κατεφώτισε πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ διὰ τῆς αὐτοῦ διδασκαλίας.

Chapter 16

16 Eἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μαθητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστολῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατʼ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοπὸν ὥδευε τὴν ὀδὸν αὐτοῦ χαίρων.

Chapter 17

17 Οἱ δὲ ἄνθρες τῆς κώμης ἐκείνης ἔνθα κατήντησεν ὁ ἀπόστολος ἐξελθὼν ἀπὸ τῆς θαλάσσης ἀναστάντες ἤγειραν εὐκτήριον μικρὸν τοῦ θεολόγου εἰς μέσον περιλαβόντες τὴν πέτραν ἔνθα καθεσθεὶς ὁ ἀπόστολος ὑπέδειξεν αὐτοῖς προσκυνεῖν καὶ δοξάζειν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν. ἡ δὲ πέτρα ἐκείνη οὐκ ἐπαύσατο ἐκβλύζειν τὸ κατὰ καιρὸν μύρον εὐωδίας εἰς ἐπίδειξιν καὶ πίστιν πάντων τῶν πιστῶν. ἐλθόντων δὲ ἡμῶν ἐν Ἐφέσῳ ἐξῆλθε πᾶς ὁ λαὸς εἰς ἀπάντησιν τοῦ ἀποστόλου.

Chapter 30

30-37 Μετὰ δὲ τρεῖς ἡμέρας ἐνεφάνισεν ἑαυτὸν ὁ Ἰωάννης 187 Z τοῖς Ἐφεσίοις καὶ ἤρζατο διδάσκειν αὐτούς. καὶ οἳ μὲν ἐπείθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ, οἳ δὲ μυκτηρίζοντες ἀνεχώρουν.

Chapter 38

38-41 Συνηγμένων οὖν πάντων ἐν τῇ ἑορτῇ τῆς μιαρᾶς Ἀρτέμιδος καὶ τὰς θυσίας ἐπιτελούντων — τὸν γὰρ ναὸν αὐτῆς καταστραφέντα ὑπὸ Ἰωάννου ὄντων ἡμῶν ἐν τῇ ἐξορίᾳ οὗτοι πάλιν ἀνοικοδόμησαν — ὁ δὲ Ἰωάννης ἐν τῇ ἑορτῇ αὐτῶν ἔστη ἐφʼ ὑψηλοῦ τόπου καὶ ἐδίδασκεν τοὺς ὄχλους ἀποστῆναι τῆς μυσαρᾶς θυσίας. οἳ δὲ οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτοῦ λέγοντες· Τίς σε ἥφερεν ὧδε μάγε; μὴ καὶ τοῦτον τὸν ναόν, ὃν μετὰ πολλοῦ κόπου οἰκοδομήσαμεν, βούλει καταστρέψαι ὃν τρόπον καὶ πρότερον πεποίηκας; Ὁ δὲ Ἰωάννης ἔφη πρὸς αὐτούς· Οὐ μόνον ὁ ναὸς ὑμῶν ἀφίεται ἔρημος, ἀλλὰ καὶ ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν πανολεθρίᾳ παραδοθήσεσθε, ἐὰν μὴ ἐπιγνῶτε τὸν ὄντως ὄντα θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πλησθέντες δὲ θυνοῦ καὶ καταγαγόντες αὐτὸν τύπτοντες ἔσυραν ἀνηλεῶς. κείμενος δὲ ὁ ἀπόστολος τοῦ Χριστοῦ ἐπὶ τὴν γῆν προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστέ, καταπέσοι τὸ ἱερὸν τῆς μιαρᾶς Ἀρτέμιδος καὶ ἔμβαλε εὐθύτητα εἰς τὰς καρδίας τοῦ λαοῦ τούτου, ἐπιγνῶναι σὲ τὸν ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας υἱόν σου μονογενῆ Ἰησοῦν Χριστὸν σωτῆρα τοῦ κόσμου.

Chapter 42

42 Καὶ εὐθέως σεισμὸς ἐγένετο καὶ βροντὴ φοβερὰ καὶ κατεστράφη ὁ ναὸς τῆς Ἀρτέμιδος ἄνω κάτω, καὶ τὰ εἴδωλα πάντα συνετρίβησαν, καὶ πλῆθος τοῦ λαοῦ ἐκ τοῦ φόβου ἀπέθανον. ἰδόντες δὲ οἱ λοιποὶ τὸ γεγονὸς εἶπον· Οὐαὶ ἡμῖν· ἕως πότε παροργίζομεν τὸν θεὸν ἀνεχόμενος ἐπὶ ταῖς κακίαις ἡμῶν; μή ποτε ἐν τῇ ἀπιστίᾳ ἡμῶν πανολεθρίᾳ παραπέμψει ἡμᾶς καὶ τὴν πόλιον ἡμῶν. Καὶ ἐλθόντες ἅπαντες ὁμοθυμαδὸν κράζοντες καὶ λέγοντες· Μηδαμῶς ἀπολλώμεθα δοῦλε τοῦ θεοῦ, ἀλλʼ εὖξαι ὑπὲρ ἡμῶν. νῦν ἔγνωμεν ὅτι παρὰ θεοῦ ἀπεστάλης ἐπὶ σωτηρίᾳ ἡμῶν καὶ μέγας ἐστὶν ὁ θεὸς ὃν κηρύττεις καὶ οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ.

Chapter 43

43 Τότε ἀναστὰς ὁ ἀπόστολος εὐλογήσας αὐτοὺς καὶ ἱκανῶς διδάξας καθʼ ἑκάστην ἡμέραν ἐβάπτιζεν χιλιάδας καὶ ἑκατοντάδας.

Chapter 44

44 Καὶ πάντες ἔφερον τὰ εἴδωλα αὐτῶν καὶ συνέτριβον 188 Ζ αὐτὰ πρὸ προσώπου Ἰωάννου. προσελθὼν δὲ Ἰωάννης καὶ ἐπὶ τοῖς τεθνήξασιν ἀνθρώποις προσευξάμενος ἀνέστησεν αὐτούς. καὶ οὐκέτι λοιπὸν ἦν ἐν αὐτοῖς σκάνδαλον, ἀλλὰ πᾶσα πόλις ἀπὸ μικροῦ ἕως μεγάλου γεγόνασιν χριστιανοί, οὐ μὴν ἀλλὰ καὶ πᾶσα ἡ περίχωρος· καὶ ἦν Ἰωάννης οἰκοδομῶν ναοὺς καὶ καταρτίζων ἱερεῖς καὶ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Chapter 45

45 Εἶθ᾿ οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ὑμῶν πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χλριστοῦ καὶ κατηχήσας αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον.

Chapter 46

46 Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιθος ἀδελφοὶ τυγχάνοντες σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ δραμὼν ὁ ἕτερος πρὸς Ἰωάννην λέγων ἐν ἑαυτῷ· Πάντως ἐμοῦ πιστεύοντος καὶ τὴν ἐμαυτοῦ ψυχὴν διασῴσαντος οὐκ ἀντερεῖ ὁ Ἰωάννης ἀναστῆσαι νεκρὸν τὸν ἀδελφόν μου. Καὶ ἡνίκα ἤγγισεν πρὸς Ἰωάννην, εἶπεν πρὸς αὐτόν· Οὐ ταῦτα ἐνεθυμήθης τέκνον; ὄντως, καὶ καλὴν βουλὴν ἐποιήσῳ. Τρόμος δὲ καὶ φρίκη κατέσχεν τὸν ἱερέα ὅτι οὕτως εἶπεν αὐτὸν ῥᾳδίως ὁ ἀπόστολος τοῦ Χριστοῦ τὰ ἐνθυμήματα αὐτοῦ.

Chapter 47

47 Τότε λαβόμενος αὐτοῦ τῆς χερὸς ἀνῆλθεν ἐν ᾧ τὸ πτῶμα ἦν τοῦ τεθνηκότος, ὄχλου πολλοῦ περιόντος, καὶ κρατήσας τῇς χειρὸς αὐτοῦ εἶπεν· Ἀνάστα ὁ καθεύδων ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· Καὶ εὐθέως ἀνέστη ὁ ἱερεὐς ὑγιής. τοῦ δὲ ὄχλου θαυμάζοντος καὶ κράζοντος· Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υὑοῦ καὶ τοῦ ἁγίου πνεύματος σὺν πολλῷ πλείονι ὄχλῳ. ἐμείναμεν δὲ ἐν ταῖς πέριξ χώραις ἔτη δ΄ βαπτίζοντες καὶ καταρτίζοντες ἱερεῖς καὶ θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, πάντων πιστευσάντων ἀπὸ θάλασσαν ἕως θάλασσαν· καὶ μετὰ ταῦτα ὑπεστρέψαμεν ἐν Ἐφέσῳ δοξάζοντες τὸν θεόν.

Chapter 48

48 Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλθεν ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα· φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πατρὸς νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον 189 Z ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε;

Chapter 49

49 Ὁ δὲ νεανίας ὁρῶν τὸν ἄωρον θάνατον τοῦ πατρὸς αὐτοῦ, προσδοκῶν συλληφθῆναι καὶ ἀντιφονευθῆναι, τὴν λύπην μὴ φέρων, ὃ ἐπεφέρετο δρέπανον τρέχων ἐν τῇ οἰκίᾳ ἠβουλήθη σφάξαι τὴν γυναῖκα, εἶθ᾿ οὕτως ἑαυτόν. τοῦτον οὖν ἰδὼν ὁ Ἰωάννης τρέχοντα καὶ γνοὺς τῷ πνεύματι εἶπεν πρὸς αὐτόν· Στῆθι δαῖμον καὶ ἀνάγγειλόν μοι τί τρέχεις. Ὁ δὲ παῖς τρέμων καὶ κλαίων διηγήσατο τὸν Ἰωάννην ὅτι Πατρὸς φονεὺς γέγονα ὁ ταλαίπωρος· καὶ ἰδοὺ διὰ τὴν πολλὴν θλῖψιν μέλλω καὶ ἣν ἐμοίχευσα γυναῖκα ἀνελεῖν καὶ ἐμαυτόν.

Chapter 50

50 ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν μαθητὰ τοῦ Χριστοῦ, ἐὰν οὖν τοῦτον ἀναστήσῃς, ἀπὸ τοῦ λοιποῦ ἀποστήσομαι τὸ κακὸν.

Chapter 51

51 Τοῦ δὲ Ἰωάννου εἰπόντος πρὸς αὐτὸν Οὐδὲ τὰς πολιὰς τοῦ πατρός σου ᾤκτιρας ταλαίπωρε; εἰς τὸν οὐρανὸν ἀναβλέψας καὶ στενάξας εἶπεν· Κύριε σοῦ μόνου ἐστὶν τὸ ἔργον τοῦτο.

Chapter 52

52 Καὶ κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάστα. Καὶ εὐθέως ἀνέστη.

Chapter 53

53 Ἰδὼν δὲ ὁ παῖς τὴν παρʼ ἐλπίδα ἀναβίωσιν τοῦ πατρὸς αὐτοῦ καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν τὸ δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλετο· καὶ δραμὼν εἰς τὴν οἰκίαν εἰς ὄψιν τῆς μοιχαλίδος αὐτοῦ ἔρριψεν αὐτὰ λέγων· Διὰ σὲ πατρὸς φονεὺς καὶ ἡμῶν τῶν δύο γέγονα· καὶ ἰδοὺ ἔχεις τὰ τούτων αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτὸν διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου.

Chapter 54

54 Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλʼ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς 190 Z αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ᾿ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζει καὶ δοξάζειν τὸν θεόν.

Chapter 56

56 Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὡς ἦν Ἰωάννης καθεζόμενος πέρδιξ διαπτᾶσα καὶ ἐλθοῦσα ἐκονίζετο ἔμπροσθεν αὐτοῦ. ὁ οὖν Ἰωάννης βλέπων αὐτὸ ἐθαύμαζεν. ἱερεὺς δέ τις ἐλθών, εἷς τῶν ἀκροατῶν ὤν, εἰσελθὼν πρὸς Ἰωάννην, εἶδεν τὴν πέρδικα κονιζομένην ἔμπροσθεν αὐτοῦ· καὶ σκανδαλισθεὶς ἐν ἑαυτῷ ἔλεγεν· Ὁ τοιοῦτος καὶ τηλικοῦτος τέρπεται ἐπὶ πέρδικος κονιαζομένης; Γνοὺς δὲ ὁ Ἰωάννης τῷ πνεύματι τὴν ἐνθύμησιν αὐτοῦ εἶπεν πρὸς αὐτόν· Ἄμεινον ἦν καὶ σὲ τέκνον ὁρᾶν πέρδικα κονιζομένην καὶ μὴ εἰς αἰσχρὰς καὶ βεβήλους πράξεις μολύνεσθαι. ὁ γὰρ πάντων τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ἀναμένων διὰ τοῦτο ἐνταῦθά σε ἤγαγεν· ἐπεὶ ἐγὼ πέρδικος κονιζομένης οὐ χρῄζω· ἡ γὰρ πέρδιξ ἡ σή ἐστιν ψυχή.

Chapter 57

57 Ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἰδὼν ὅτι οὐκ ἔλαθεν ἀλλὰ πάντα τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ εἶπεν αὐτῷ ὁ ἀπόστολος τοῦ Χριστοῦ, πεσὼν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐβόα λέγων· Νῦν οἶδα ὅτι ὁ θεὸς οἰκεῖ ἐν σοὶ μακάριε Ἰωάννη· καὶ μακόριος ὅστις οὐκ ἐπείρασεν ἐν σοὶ τὸν θεόν· ὁ γὰρ σὲ πειράζων τὸν ἀπείραστον πειράζει. Παρεκάλει δὲ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ· καὶ κατηχήσας αὐτὸν καὶ δοὺς κανόνας ἀπέλυσεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ἐπὶ πάντων θεόν.|

Chapter 106

106 Ὡς δὲ ἔγνω τὴν μετάστασιν αὐτοῦ δι᾿ ἀποκαλύψεως 191 Z κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου πάντων συνηγμένων ἑἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς ζωῆς μου βραχὺς καὶ ὀλιγοστός ἐστιν καὶ μέλλω πρὸς τὸν κύριόν μου πορεύεσθα, στηρίζεσθε ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ Κριστοῦ· καὶ ἃ εἴδετε παῤ ἐμοῦ ἐπιτελούμενα καὶ παρελάβετε μὴ ἐπιλάθεσθε, ἵνα κἀγὼ ἐν τῇ ἀναστάσει τοῦ κυρίου εἴπω· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Μνημονεύετε ὅσας δι᾿ ἐμοῦ ὑμῖν παρέσχεν ὁ θεὸς ἀντιλήψεις, χαρίσματα ἰαμάτων, κυβερνήσεις, γνώσεις, κοινωνίας, πίστεις, διδασκαλίας, δωρεὰς ἰαμάτων·

Chapter 107

107 καὶ γίνεσθε χρηστοὶ καὶ οἴκτίρμονες, ἀλλήλους οἰκοδομοῦντες, ἀναστρεφόμενοι ἐν πάσῃ ἐγκρατείᾳ καὶ σεμνότητι. ταῦτα λέγω πρὸς ὑμᾶς ἀδελφοὶ ἤδη πρὸς τὸ προκείμενόν μοι ἔργον πορεύομαι· καὶ εἰ καὶ τῷ σώματι ἀπολειφθῶ ἀφʼ ὑμῶν, ἀλλὰ τῷ πνεύματι οὐκ ἀπολειφθήσομαι. ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης αὐτοῦ· ἔχετε αὐτὸν ἐν μέσῳ ὑμῶν πάντοτε καλῶς πολιτευομένων ὑμῶν.

Chapter 111

111 Καὶ ταῦτα πλείονα εἰπόντος αὐτοῦ καὶ τοῦ λαοῦ τοῖς δάκρυσιν τῷ ἐδάφει βρεχόντων εἶπεν πρὸς Εὐτυχῆ καὶ τὸν Οὐῆρον· Τέκνον Εὐτυχῆ, σὲ καθίστημι μετὰ θεὸν πρωτόθρονον καὶ ποιμένα τοῦ λαοῦ τούτου· βλέπε τέκνον Οὐῆρε πῶς μέλλεις ποιμᾶναι τὸ ποίμνι