The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 161–168.
CTS identifier
urn:cts:greekLit:tlg0318.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΑΕΡΟΠΗ}

εἰσῇσαν

2

{ΑΛΚΜΕΩΝ}

ἀθέμιστοι μοῦσαι

2a

{ΑΝΘΟΣ vel pot. ΑΝΘΕΥΣ}

3

{ΘΥΕΣΤΗΣ}

κόμας ἐκειράμεσθα μάρτυρας τρυφῆς,

ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί.

ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος,

Κούρητες εἶναι, κουρίμου χάριν τριχός

3a

{ΜΥΣΟΙ}

4

{ΤΗΛΕΦΟΣ}

γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος κύκλος·

ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο,

Σκυθικῷ τε τόξῳ 〈τὸ〉 τρίτον ἦν προσεμφερές·

ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος·

ἐφ' ἑνός τε κανόνος ἦσαν {ἐζυγωμένοι} 〈–×–〉 δύο·

ὅπερ δὲ τὸ τρίτον, ἦν {καὶ} τελευταῖον πάλιν

t,5-34?

{INCERTARUM FABULARUM FRAGMENTA}

5

μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται,

ἀγένητα ποιεῖν ἅσς' ἂν ᾖ πεπραγμένα

6

τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην

7

φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι

θανεῖν ἐρῶσιν

8

καὶ μὴν τὰ μέν γε χρὴ τέχνῃ πράσσειν, τὰ δέ

ἡμῖν ἀνάγκῃ καὶ τύχῃ προσγίγνεται

9

τάχ' ἄν τις εἰκὸς αὐτὸ τοῦτ' εἶναι λέγοι,

βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα

11

τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα,

τὸ δ' ἔργον ὡς πάρεργον ἐκπονούμεθα

12

εἰ μὲν φράσω τἀληθές, οὐχί ς' εὐφρανῶ·

εἰ δ' εὐφρανῶ τί ς', οὐχὶ τἀληθὲς φράσω

13

ἀπολεῖς μ' ἐρωτῶν καὶ σὺ χὠ νέος τρόπος

ἐν οὐ πρέποντι τοῖς λόγοισι χρώμενος

14

×– γυνή το〈ι〉 σώμα〈τος〉 δι' ἀργίαν

ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ

15

ἐκφέρετε πεύκας φωσφόρους

16a

ἀλλ' οὐκ ἄμαρτυς ἡ χάρις δοθήσεται

18

οὐ πώποτ' ἠξίωσα †χρήσασθαι τρόποις†

19?

σοφὸν λέγουσι τὸν χρόνον πεφυκέναι

20

οὐ τῇ φρονήσει, τῇ τύχῃ δ' ἐσφάλμεθα

21

ἰδίας ὁδοὺς ζητοῦσι φιλόπονοι φύσεις

22

ἀδικεῖν νομίζων ὄψιν αἰδοῦμαι φίλων

23

ὄλοιθ' ὁ τοῖς ἔχουσι τἀγαθὰ φθονῶν

24

οὐκ ἦν ἂν ἀνθρώποισιν ἐν βίῳ φθόνος,

εἰ πάντες ἦμεν ἐξ ἴσου πεφυκότες

25

σοφίας φθονῆσαι μᾶλλον ἢ πλούτου καλόν

26

νέων γὰρ ἀνδρῶν πολλὰ κάμπτονται φρένες

27

γνώμη δὲ κρεῖσσόν ἐστιν ἢ ῥώμη χερῶν

28

ὡς ἡδὺ τῷ φύσαντι πείθεσθαι τέκνα

29

ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετ' ἀνθρώποις ἐρᾶν

30?

ἀντεύφρασμα

31?

ὕβριν ἢ 〈Κύ〉πριν

†μισθῷ ποθὲν ἢ μόχθον πατρίδων†

32?

Ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου 〈⏑–〉

34?

τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν

φέρειν δίκαιον, ἀλλὰ τοῖς παθήμασιν