Fragmenta
- Edition reference
- Fragmenta, ed. M. L. West, Iambi et elεgi Graeci, vol. 2, Oxford: Clarendon Press, 1972: 52–56.
- CTS identifier
urn:cts:greekLit:tlg0319.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
B2
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι.
Φοίνικες δ' ηὗρον γράμματ' ἀλεξίλογα.
Θήβη δ' ἁρματόεντα δίφρον συνεπήξατο πρώτη·
φορτηγοὺς δ' ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ' ἔκγονον ηὗρεν
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
4
καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις·
οὐ γάρ πως ἦν τοὔνομ' ἐφαρμόζειν ἐλεγείωι,
νῦν δ' ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.
5
γνώμην δ' ἥ σε κατήγαγ', ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε,
σφραγὶς δ' ἡμετέρης γλώσσης ἐπὶ τοίσδεσι κεῖται.
6
καὶ τόδ' ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι·
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ' ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα,
μηδ' ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου.........
ἄγγεα Λυδὴ χεὶρ ηὗρ' Ἀσιατογενής,
καὶ προπόσεις ὀρέγειν ἐπιδέξια, καὶ προκαλεῖσθαι
ἐξονομακλήδην ὧι προπιεῖν ἐθέλει.
εἶτ' ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
εἰς αἰσχροὺς μύθους σῶμά τ' ἀμαυρότερον
τεύχουσιν· πρὸς δ' ὄμμ' ἀχλὺς ἀμβλωπὸς ἐφίζει,
λῆστις δ' ἐκτήκει μνημοσύνην πραπίδων,
νοῦς δὲ παρέσφαλται· δμῶες δ' ἀκόλαστον ἔχουσιν
ἦθος· ἐπεισπίπτει δ' οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον
ὥστε φρέν' εἰς ἱλαρὰν †ἀσπίδα πάντ' ἀπάγειν
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα.
τοιαύτη δὲ πόσις σώματί τ' ὠφέλιμος
γνώμηι τε κτήσει τε· καλῶς δ' εἰς ἔργ' Ἀφροδίτης
πρός θ' ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν
καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.
αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παραχρῆμα
τέρψασαι λυποῦς' εἰς τὸν ἅπαντα χρόνον·
ἡ Λακεδαιμονίων δὲ δίαιθ' ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ' ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ' ἀμέτροισι πότοις.
7
ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδ' ἔλεξε·
“μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά”.
8
πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος,
νίκας δ' Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.
9
ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί.
PHILOSTR. V. soph. I 16 Κριτίας δὲ ὁ σοφιστής, εἰ μὲν κατέλυσε τῶνἈθηναίων τὸν δῆμον, οὔπω κακός (καταλυθείη γὰρ ἂν καὶ ὑφ' ἑαυτοῦ δῆμοςοὕτω τι ἐπηρμένος, ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι), ἀλλ' ἐπεὶλαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθήιρει δὲ διὰ Λυσάνδρου τὰτείχη, οὓς δ' ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφηιρεῖτο πόλεμονΛακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητιδὲ καὶ μιαιφονίαι τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύματός τε ἀτόπου τοῖς Λακε-δαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώπωνἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶκακίαι ὄνομα. καὶ εἰ μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖςφάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνηι ὁμιλίας παρεφθορέναι αὐτόν· τὰ γὰρἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν· ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαι-δευμένος, γνώμας δὲ πλείστας ἑρμηνεύων, ἐς Δρωπίδην δ' ἀναφέρων, ὃς μετὰΣόλωνα Ἀθηναίοις ἦρξεν [593/2], οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸμὴ οὐ κακίαι φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲντῶι Σωφρονίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ὧι πλεῖστα δὴ συνεφιλοσόφησε σοφω-τάτωι τε καὶ δικαιοτάτωι τῶν ἐφ' ἑαυτοῦ δόξαντι, Θετταλοῖς δ' ὁμοιωθῆναι, παρ'οἷς ἀγερωχία καὶ ἄκρατος, καὶ τὰ τυραννικὰ ἐν οἴνωι σπουδάζεται. ἀλλ' ὅμωςοὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ' ἐγοργίαζον ἐν Θετταλίαι μικραὶ καὶ μείζουςπόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δ' ἂν καὶ ἐς τὸ κριτιάζειν,εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρ' αὐτοῖς ἐποιεῖτο. ὁ δὲ ἠμέλειμὲν τούτου, βαρυτέρας δ' αὐτοῖς ἐποίει τὰς ὀλιγαρχίας διαλεγόμενος τοῖς ἐκεῖδυνατοῖς καὶ καθαπτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δ' Ἀθηναίους,ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένωι ταῦτα Κ. ἂν εἴη Θεττα-λοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί. ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύ-βουλον, οἳ κατῆγον ἀπὸ Φυλῆς τὸν δῆμον. δοκεῖ δ' ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαιπαρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίωι τῆι τυραννίδι ἐχρήσατο· ἐμοὶ δὲ ἀποπε-φάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν, ὑπὲρ ὧν οὐκ ὀρθῶς εἵλετο. δι' ἅμοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖςἝλλησιν· εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῶι ἤθει, ἀλλοτρίαι τῆι γλώττηι δόξομενφθέγγεσθαι, ὥσπερ οἱ αὐλοί. τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κ. καὶ πολυγνώμων σεμνολογῆσαί τεἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκποιητικῆς ὀνόματα, ἀλλ' ἐκ τῶν κυριωτάτων συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν.ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθαπτόμενον ἐν ἀπολογίαςἤθει, ἀττικίζοντά τε οὐκ ἀκρατῶς, οὐδὲ ἐκφύλως (τὸ γὰρ ἀπειρόκαλον ἐν τῶιἀττικίζειν βάρβαρον), ἀλλ' ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεταιτοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ 〈χωρίον〉 χωρίωι προσβαλεῖν Κριτίου ὥρα, καὶτὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ' ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲτοῦ λόγου πνεῦμα ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ ζεφύρου ἡ αὔρα. DIOG. III 1 Πλάτων Ἀρίστωνος καὶ Περικτιόνης (ἢ Ποτώνης), ἥτις τὸγένος ἀνέφερεν εἰς Σόλωνα, Ἀθηναῖος. τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, οὗΚριτίας οὗ Κάλλαισχρος. οὗ Κριτίας ὁ τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδηςκαὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. PLAT. Charm.154 B Χαρμίδην τὸν τοῦ Γλαύκωνος τοῦ ἡμετέρου θείου ὑόν,ἐμὸν δὲ ἀνεψιόν. 157 E ἥ τε γὰρ πατρώια ὑμῖν οἰκία ἡΚριτίου τοῦ Δρωπίδου καὶ ὑπὸ Ἀνακρέοντος καὶ ὑπὸ Σόλωνος καὶ ὑπ' ἄλλωνπολλῶν ποιητῶν ἐγκεκωμιασμένη παραδέδοται ἡμῖν. SCHOL. AESCH. Prom. 130ἐπεδήμησε γὰρ [Anakreon] τῆι Ἀττικῆι Κριτίου ἐρῶν. PLATO Tim. 20 A Κριτίαν δέ που πάντες οἱ τῆιδ' ἴσμεν οὐδενὸς ἰδιώτηνὄντα ὧν λέγομεν. 20 D ἄκουε δὴ ὦ Σώκρατες λόγου μάλα μὲνἀτόπου παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτ' ἔφη·ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερλέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῆι ποιήσει· πρὸς δὲ Κριτίαν που τὸν ἡμέτερονπάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυ-μαστὰ τῆσδ', εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπωνἠφανισμένα ... 21 A ἐγὼ φράσω παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός· ἦν μὲνγὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺςἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πηι μάλιστα δεκέτης. SCHOL. z. d. St. ὁ δὲΚ. ἦν μὲν γενναίας καὶ ἁδρᾶς φύσεως, ἥπτετο δὲ καὶ φιλοσόφων συνουσιῶν, καὶἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις· ἐτυράννευσε δὲ καὶαὐτὸς εἷς τῶν λ̅ γεγονώς. XENOPH. Memorab. I 2, 12ff. ἀλλ' ἔφη γε ὁ κατήγορος, Σωκράτει ὁμι-λητὰ γενομένω Κριτίας τε καὶ Ἀλκιβιάδης πλεῖστα κακὰ τὴν πόλιν ἐποιησάτην.