The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 185.
CTS identifier
urn:cts:greekLit:tlg0320.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΣΕΜΕΛΗ}

καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους

Κυβέλης γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν,

τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων

βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων

σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θ' ἅμα.

κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους

ποταμῷ παροίκους Ἅλυϊ Τμωλίαν θεόν

δαφνόσκιον κατ' ἄλσος Ἄρτεμιν σέβειν

ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις

ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ

νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς