Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 210–215.
- CTS identifier
urn:cts:greekLit:tlg0327.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΑΕΡΟΠΗ}
1a
{ΑΙΑΣ}
{ΟΔ.} τὰ δίκαια χρὴ ποιεῖν.
{ΑΙ.} ——(risit)
1b
{ΑΛΟΠΗ}
1c
{ΑΜΦΙΑΡΕΩΣ}
Ἀμφιάραος ἐξ ἱεροῦ ἀνῄει· ὃ μὴ ὁρῶντα {τὸν θεατὴν} ἐλάνθανεν
1d
{ΑΧΙΛΛΕΥΣ}
βαθεῖαν εἰς αὐλῶνα περίδρομον στρατοῦ
ante 1e
{ΘΥΕΣΤΗΣ v. ΑΕΡΟΠΗ}
1e
{ΜΗΔΕΙΑ}
1f
{ΟΙΔΙΠΟΥΣ}
1g
{ΟΡΕΣΤΗΣ}
tit,2-3
{ΣΕΜΕΛΗ}
2
Ὦ νύκτες
3
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκ' εἴπῃς μόνον
4
{ΤΥΡΩ?}
ἀσκεῖν μὲν ἀρετήν, εὐτυχεῖν δ' αἰτεῖν θεούς·
ἔχων γὰρ ἄμφω ταῦτα μακάριός θ' ἅμα
κεκλημένος ζῆν κἀγαθὸς δυνήσεται
t,5-11
{INCERTARUM FABULARUM FRAGMENTA}
5
λέγουσι Δήμητρός ποτ' ἄρρητον κόρην
Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασιν
δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς·
πόθῳ δὲ μητέρ' ἠφανισμένης κόρης
μαστῆρ' ἐπελθεῖν πᾶσαν ἐν κύκλῳ χθόνα·
καὶ γῆν μὲν Αἰτναίοισι Σικελίας πάγοις
πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις
πᾶσαν στενάξαι, πένθεσιν δὲ παρθένου
σίτων ἄμοιρον Διοτρεφὲς φθίνειν γένος,
ὅθεν θεὰς τιμῶσιν ἐς τὰ νῦν ἔτι
5a
‘ἄπιστον ἄλογον δεινόν’ ...
‘τί δ' ἔστ' ἄπιστον τῶν ἐν ἀνθρώποις κακῶν;’
ὁ Καρκίνος φής'· ‘ἐν μιᾷ γὰρ ἡμέρᾳ
τὸν εὐτυχῆ τίθησι δυστυχῆ θεός’
6
†οὐ κεῖνος ἐξέστησε· τὰς γὰρ ἐμφύτους
ὀρθῶς παγείσας 〈 〉 φρένας
οὐδεὶς ἐπαίρει καιρὸς ἐξαμαρτάνειν
7
πολλοῖς γὰρ ἀνθρώποισι φάρμακον κακῶν
σιγή· μάλιστα δ' ἐστὶ σώφρονος τρόπου
8
χαίρω ς' ὁρῶν φθονοῦντα, τοῦτ' εἰδὼς ὅτι
ἓν δρᾷ μόνον δίκαιον ὧν ποιεῖ φθόνος·
λυπεῖ γὰρ †αὐτὸ τὸ κτῆμα τοὺς κεκτημένους
9?
–⏑ δειλόν ἐσθ' ὁ πλοῦτος καὶ φιλόψυχον κακόν
10
†ὦ πολλὰ πλοῦτος δυστυχέστατος κυρῶν
ὅμως μέγιστον ζῆλον ἐν βροτοῖς ἔχει