Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 242–246.
- CTS identifier
urn:cts:greekLit:tlg0330.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΑΔΩΝΙΣ}
νυμφῶν ὑπὸ σπήλυγγα †τὸν αὐτόστεγον
σύαγρον ἐκβόλειον †εὔθηρον κλύειν
ὁπλάς τ' ἀπαρχὰς ἀκροθινιάζομαι
2
{ΑΛΚΜΗΝΗ}
εἰ δ' ἀξιοῖς σοι μηδὲν ἀλγεινόν ποτε
†μηδὲν ἔσεσθαι, μακαρίως ἔχεις φρενῶν·
θεῶν γὰρ ἕξειν βίοτον, οὐ θνητῶν δοκεῖς
2a
{ΕΚΤΟΡΟΣ ΛΥΤΡΑ}
3
{ΛΗΔΑ}
θνητῶν δὲ μηδεὶς μηδέν' ὄλβιόν ποτε
κρίνῃ, πρὶν αὐτὸν εὖ τελευτήσαντ' ἴδῃ·
ἐν ἀσφαλεῖ γὰρ τὸν θανόντ' ἐπαινέσαι.
3a
{ΛΙΜΟΣ 〈ΣΑΤΥΡΙΚΟΣ〉}
Σειληνὸς κλύζειν πειρᾶται τὸν Ἡρακλέα
t,4-12
{INCERTARUM FABULARUM FRAGMENTA}
4
ἡ γὰρ τυραννὶς ἀδικίας μήτηρ ἔφυ
5
ὁ τῆς Δίκης ὀφθαλμὸς ὡς δι' ἡσύχου
λεύσσων προσώπου πάνθ' ὁμῶς ἀεὶ βλέπει
6
ἢ λέγε τι σιγῆς κρεῖσσον ἢ σιγὴν ἔχε
7
ἔπειτα δ' οὐδὲ τοῦτο γιγνώσκεις, ὅτι
τοῖς οὐδὲν οὖσιν οὐδὲ εἷς ὅλως φθονεῖ;
8
αὐτὸς πενόμενος τοῖς ἔχουσι μὴ φθόνει
9
†Δωρικὸν ἧκεν ἡ Διονυσίου γυνή
10
οἴμοι, γυναῖκα χρησίμην ἀπώλεσα
11
αὑτοῖς γὰρ ἐμπαίζουσιν οἱ μωροὶ βροτῶν
12
βαλάντιον (i. e. ἀκόντιον)
ἑλκύδριον (i. e. κάδος)
σκέπαρνον (i. e. ἔριον)
ἐριώλη (i. e. χλαῖνα)
θυέστης (i. e. δοῖδυξ)
μένανδρος (i. e. παρθένος)
μενεκράτης (i. e. στῦλος)
μυστήρια (i. e. μυῶν διεκδύσεις)
γαρότας (i. e. βοῦς)
ἴακχος (i. e. χοῖρος)
καρπότεξ (i. e. μήν)
SUDA s. v. Διονύσιος, Σικελίας τύραννος· ἔγραψε τραγωιδίαςκαὶ κωμωιδίας καὶ ἱστορικά.