Fragmenta
- Edition reference
- Fragmenta, ed. B. Snell, Tragicorum Graecorum fragmenta, vol. 1, Göttingen: Vandenhoeck & Ruprecht, 1971: 270–272.
- CTS identifier
urn:cts:greekLit:tlg0340.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{ΑΕΘΛΙΟΣ}
εἷς μυρίους ὄρνιθας αἰετὸς σοβεῖ
λαῶν τε δειλῶν πλῆθος εὖ τραφεὶς ἀνήρ
tit,2-3
{ΔΑΦΝΙΣ Η ΛΙΤΥΕΡΣΗΣ 〈ΣΑΤΥΡΟΙ〉}
2
τούτῳ Κελαιναὶ πατρίς, ἀρχαία πόλις
Μίδου γέροντος, ὅστις ὦτ' ἔχων ὄνου
ἤνασσε καὶ νοῦν φωτὸς εὐήθους ἄγαν.
οὗτος δ' ἐκείνου παῖς παράπλαστος νόθος,
μητρὸς δ' ὁποίας ἡ τεκοῦς' ἐπίσταται,
ἔσθει μὲν ἄρτους, τρεῖς ὅλους κανθηλίους,
τρὶς τῆς βραχείας ἡμέρας· πίνει δ', ἕνα
καλῶν μετρητήν, τὸν δεκάμφορον πίθον.
ἐργάζεται δ' ἐλαφρὰ πρὸς τὰ σιτία
ὄγμον θερίζων· τῇ μιᾷ δ' ἐν ἡμέρᾳ
†δαινυσίτ' ἔμπης συντίθησιν εἰς τέλος.
χὤταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ,
φαγεῖν τ' ἔδωκεν εὖ† κἀπεχόρτασεν
καὶ τοῦ ποτοῦ προὔτεινεν ὡς ἂν ἐν θέρει
πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ.
ἐπιστατῶν †οἴδηα Μαιάνδρου ῥοαῖς
καρπευμάτων ἀρδευτὰ δαψιλεῖ ποτῷ
τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ
ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι
αὐτῷ κολούσας κρατὸς ὀρφανὸν φέρει
γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν
3
θανὼν μὲν οὖν Μαίανδρον ἐρρίφη ποδός
σόλος τις ὥσπερ {δίσκος}· ἦν δ' ὁ δισκεύσας ἀνήρ
†πυθιο· τίς γὰρ ἀνθ' Ἡρακλέους;
4
{INCERTAE FABULAE FRAGMENTUM}
οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ